Acta Philippi
Acta Philippi
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
Ἐξελθόντος Φιλίππου τοῦ ἀποστόλου ἀπὸ τῆς Γαλιλαίας χήρα τις ἐξεκόμιζε μονογενῆ τέκνον· ὁ δὲ ἀπόστολος σφόδρα ἔπαθεν τῇ ψυχῇ θεωρήσας τὴν ἀθλίαν γραΐδα οὕτως τὰς τρίχας διαρρήξασαν καὶ τὸ πρόσωπον αὐτῆς ἀφανίσασαν. εἶπεν δὲ πρὸς αὐτὴν ὁ ἀπόστολος· Ποίᾳ αἰτίᾳ οὗτος ἐτελεύτησεν; Ἣ δὲ ἔφη· Συγχώρησόν μοι, παρακαλῶ σε, καὶ μή με ἐρώτα· τὰ γὰρ σπλάγχνα μου διερράγη, καὶ ἡ φωνή μου ἀπόλωλεν, καὶ οὐ δύναμαί σοι διηγήσασθαι· ἔασόν με κόπτεσθαι τοῦτον τὸν ἀνώνυμον κοπετόν, ὅτι ἑνὸς υἱοῦ ἐστερήθην, μηδὲν τοὺς θεοὺς ἀδικήσασα, οἷς καθ᾽ ἡμέραν ἔθυον· τῷ μὲν Ἄρει θυσίας οὐκ ὀλίγας· τῷ δὲ Ἀπόλλωνι τοσαῦτα ἀνάλωσα, τῷ δὲ Ἑρμῇ σχεδὸν τὴν ἐμὴν ψυχὴν κατέρριψα, τῇ Ἀρτέμιδι μόσχους θύουσα, τῷ Διὶ στεφάνους ἐκόμισα, τῇ Ἀθήνᾷ τράγους εἰς ὁλοκαυτώματα ἀνήνεγκα· καὶ ἅπαξ ἁπλῶς ὅσοι τέ εἰσι θεοὶ πᾶσι δῶρα ἀπεκόμισα, ὥστε καὶ αὐτῷ τῷ Ἡλίῳ καὶ
τῇ Σελήνῃ· καὶ ὡς νομίζω ὅτι ἐπ᾽ ἐμοὶ κεκοίμηνται, τοσαῦτα ἐκέκραξα, καὶ οὐκ εἰσήκουσάν μου. λοιπὸν ἀναγκαζομένη εὑρίσκω ἄνθρωπον ὅστις λέγει μάντις εἶναι, καὶ εἶπέν μοι· Τί σὺ θέλεις μήτηρ μαντεύσω σοι; Καὶ αὐτὸς τοίνυν ὅμοιος εὑρέθη τῶν θεῶν· πᾶν γάρ μοι ψεῦδος ἐμαντεύσατο· ἀνωφελεῖς δὲ ἐγένοντό μοι αἱ μαντεῖαι, καὶ οἱ θεοὶ μάταιοι καὶ τετυφλωμένοι. τάχα γὰρ κἀγὼ ὁμοία εἰμὶ τούτοις τοῖς πλάνοις· εἰς μάτην ἀπώλεσα τὰ ἐμά, προσέχουσα ματαίοις εἰδώλοις. ἀπώλεσά μου τὴν ψυχὴν καὶ σὺν αὐτῇ τὰ χρήματα. ἐπικατάρατος γὰρ εἴ τις εἰδώλοις λατρεύει ἢ μαντεύεται. οἴμοι, τίνα ἀπαιτήσω τὰ χρήματα ἅτινα εἰς μάτην ἀπώλεσα, προσέχουσαι εἰδώλοις καὶ μαντείαις, τοὺς χριστιανοὺς ἐξουθενοῦσα; ἀπώλεσά μου τὸν υἱόν, ὅς μοι καὶ μόνος ὑπῆρχεν.Ὁ δὲ ἀπόστολος εἶπεν· Οὐδὲν ξένον πέπονθας ὦ μῆτερ τοιαῦτα πλανηθεῖσα ὑπὸ τοῦ ἐχθροῦ τοῦ ἀπόλλοντος τὰς ψυχάς· οὕτως γὰρ ὁ διάβολος πλανᾷ τοὺς ἀνθρώπους, καὶ ὑστεροῦνται τῆς αἰωνίου ζωῆς. σὺ δὲ κατάστειλον τὸν κοπετὸν, καὶ ἄρτι σου τὸ τέκνον ἀναστήσω τῇ τοῦ θεοῦ μου δυνάμει Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος καὶ ἀναστάντος καὶ βασιλεύοντος τῶν αἰώνων, ὅστις δὲ πιστεύει εἰς αὐτὸν λαμβάνει ζωἠν αἰώνιον.
Ἡ δὲ γραῦς εἶπεν· Εἰ τὰ λεγόμενά μοι σωτήρια ἄνθρωπε καὶ ὡς ἀληθῶς ἀπόστολε τοῦ θεοῦ, βοήθησον τῷ γήρατί μου τῷ κακῶς γεγηρακότι· ὡς δὲ ηὐξάμην ἀποθανεῖν καὶ οὐκ εἰσηκούσθην τοσαῦτα κακὰ παθοῦσα, τάχα μᾶλλον οὐ συμφέρει μοι γαμεῖν, καὶ μηδὲν ἐσθίειν τὰ εἰς ὕστερον δονοῦντα τὸ σῶμα, οἶνος καὶ κρέα, ἀλλὰ μᾶλλον ἄρτον καὶ ὕδωρ, καὶ λύπας κερδαίνειν καὶ πολλὰ κακὰ καὶ πένθη πικρά. Ὁ δὲ ἀπόστολος εἶπεν· Ἀληθῶς μήτηρ ταῦτα οὐχ ἁπλῶς φθέγγῃ· τί γάρ σοι δοκεῖ ἡ ἁγνεία; ὅτι αὐτῇ τῇ ἁγνείᾳ ὁ θεὸς ὁμιλεῖ, καὶ φθόνον ἔχει πολὺν παρὰ τοῖς ἀνθρώποις· μὴ δυνάμενοι γὰρ ἁγνεῦσαι ἢ ὑδροποτῆσαι σπουδάζουσί τι καταψεύσασθαι τοῦ ἁγνῶς διάγοντος· ὅθεν καὶ ὁ θεὸς ἐμακάρισεν
τοὺς τοιούτους· εἶπεν γάρ· Μακάριοί ἐστε ὅταν λαλήσωσιν οἱ ἄνθρωποι καθ᾽ ὑμῶν πᾶν ψεῦσμα. χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· δυνήσεσθε δαίμονας ἐπιστομίζειν ἐπὶ τῆς γῆς μηδεμίαν φροντίδα ποιούμενοι, ἔχοντες σωτῆρα Ἰησοῦν τὸν σταυρωθέντα.Καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου εἶπεν ἡ γραῦς· Πιστεύω εἰς τὸν Ἰησοῦν τὸν ὑπὸ σοῦ κηρυττόμενον. Τότε προσέρχεται ὁ ἀπόστολος τῷ πτώματι καὶ λέγει· Ἀνάστα νεανίσκε δυνάμει Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ. Καὶ εὐθέως ἀνέστη ὡς ἐξ ὕπνου, καὶ εἶπεν ἐμβλέψας πρὸς τὸν Φίλιππον· Πόθεν τὸ φῶς τοῦ ἀνθρώπου τούτου ἐλθεῖν εἰς τὸν τόπον τοῦτον καὶ ἐμὲ ἀποθανόντα ἀναστῆσαι τηλικαύτῃ σπουδῇ, ἐλθεῖν τε ἄγγελον θεοῦ καὶ ἀνοῖξαι τὰ δεσμωτήρια τῆς κρίσεως, ἔνθα ἤδη ἐγὼ ἐγκεκλεισμένος ἐτύγχανον; εἶδον γὰρ ἐκεῖ κριτήρια καὶ κολάσεις ἃς γλῶσσα ἀνθρωπίνη οὐχ ἱκανὴ διηγήσασθαι. εἴ τις οὖν ἀδελφοὶ θελήσειεν ἑαυτὸν ἐλεῆσαι, πάντων τῶν κακῶν ἐκφεύξεται, καὶ πιστεύσει τῷ θεῷ τῷ ὑπὸ τοῦ ἀνθρώπου τούτου κηρυττομένῳ, καὶ μακάριος ἔσται· καὶ εἴ τις ὁμολογήσει τὸν ἀγαπητὸν Χριστὸν δοξασθήσεται.
Καὶ οὕτως ὁ παῖς ἀναστὰς ἐκ τοῦ θανάτου ἅμα τῇ ἰδίᾳ μητρὶ ἐξαιρέτως ἐπίστευσαν, πολλοὺς ἐπιστρέψαντες· καὶ διὰ τούτων λαβόντες τὸ βάπτισμα ἐδόξαζον τὸν θεόν· καὶ πάντες εὐχαρίστησαν τῷ σωτῆρι Χριστῷ, καὶ τῷ ἀποστόλῳ δόντες πάμπολλα ἐφόδια ἀπηλλάγησαν τῆς πλάνης πιστεύσαντες τῷ Χριστῷ. ὁ δὲ νεανίσκος ἠκολούθησεν τῷ ἀποστόλῳ, μεγαλυνόμενος ἐπὶ τοῖς θαύμασι τοῖς δι᾽ αὐτοῦ καθ᾽ ἡμέραν γινομένοις δοξάζων τὸν θεόν. |
(1) Ἐγένετο δὲ ὅτε εἰσῆλθεν Φίλιππος εἰς τὴν πόλιν τῶν Ἀθηνῶν τὴν καλουμένην Ἑλλάδα, συνήχθησαν παρ᾽ αὐτῷ
τριακόσιοι φιλόσοφοι λέγοντες· Ἀπελθόντες ἴδωμεν τις ἡ σοφία αὐτοῦ. λέγουσιν γὰρ περὶ τῶν σοφῶν τῆς Ἀσίας ὅτι μεγάλη αὐτῶν ἐστιν ἡ σοφία. Ἔδοξαν γὰρ τὸν Φίλιππον εἶναι φιλόσοφον, ἐπειδὴ ἦν ὁδεύων σχήματι ἀποτακτικοῦ, καὶ οὐκ ἔγνωσαν ὅτι ἀπόστολός ἐστιν Χριστοῦ. τὸ γὰρ ἔνδυμα ὅπερ ἔδωκεν τοῖς ἀποστόλοις ὁ Ἰησοῦς ἐπενδύτης μόνον ἦν καὶ λέντιον· οὕτως οὖν ἦν περιοδεύων ὁ Φίλιππος. διὰ τοῦτο οὖν ὅτε ἐθεάσαντο αὐτὸν οἱ φιλόσοφοι τῆς Ἑλλάδος ἐφοβήθησαν· συνήχθησαν οὖν εἰς ἕνα τόπον καὶ ἐλάλησαν εἰς ἑαυτούς· Δεῦτε ἐπισκεψώμεθα τὰς βίβλους ἡμῶν, μή πως νικήσῃ ἡμᾶς ὁ ξένος οὗτος καὶ αἰσχύνῃ ἡμᾶς.(2) Καὶ οὕτως ποιήσαντες συνῆλθον ἐπὶ τὸ αὐτό· καὶ λέγουσι τῷ Φιλίππῳ ὅτι Ἡμεῖς ἔχομεν μαθήματα τῶν πατέρων ἡμῶν, ἐν οἷς ἀρκούμεθα φιλοσοφοῦντες· εἰ δέ τι καινότερον ἔχεις ὦ ξένε, ἐπίδειξον ἡμῖν ἀφθόνως μετὰ παρρησίας· οὐδενὸς γὰρ ἄλλου χρείαν ἔχομεν ἢ μόνον ἀκούειν τι καινότερον.
(3) Ἀποκριθεὶς δὲ ὁ Φίλιππος εἶπεν αὐτοῖς· Ὦ ἄνδρες φιλόσοφοι τῆς Ἑλλάδος, εἰ βούλεσθε καινοτέρου πράγματος ἀκοῦσαι καί ἐστε ποθοῦντές τι καινότερον, ὀφείλετε ἀπορρῖψαι ἀφ᾽ ἑαυτῶν τὸν νοῦν τοῦ παλαιοῦ ἀνθρώπου· ὡς εἶπεν ὁ κύριός μου ὅτι Οὐ δυνατόν ἐστιν βαλεῖν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς, ἐπεὶ ῥήγνυται ὁ ἀσκὸς καὶ ἐκχύνεται ὁ οἶνος, καὶ ὁ ἀσκὸς ἀπολεῖται· ἀλλ᾽ οἶνον νέον βάλλουσιν εἰς ἀσκοὺς καινούς, ἵνα ἀμφότερα φυλαχθῶσιν. Ταῦτα δὲ εἶπεν ὁ κύριος ἐν παραβολαῖς, διδάσκων ἡμᾶς ἐν τῇ ἁγίᾳ αὐτοῦ σοφίᾳ ὅτι πολλοὶ ἀγαπήσουσιν τὸν νέον οἶνον μὴ ἔχοντες ἀσκὸν καινὸν καὶ νέον. ὑμᾶς μὲν ἀγαπῶ ὦ ἄνδρες τῆς Ἑλλάδος καὶ
μακαρίζω ὑμᾶς εἰρηκότας ὅτι Ἀγαπῶμέν τι καινότερον. Καὶ γὰρ παιδείαν ὄντως νέαν καὶ καινὴν ἤνεγκεν ὁ κύριός μου εἰς τὸν κόσμον, ἵνα πᾶσαν ἐξαλείψῃ κοσμικὴν παίδευσιν.(4) Λέγουσιν οἱ φιλόσοφοι· Τίς ἐστιν ὃν λέγεις κύριός σου; Λέγει ὁ Φίλιππος ὅτι Ὁ κύριός μού ἐστιν Ἰησοῦς ὁ ἐν οὐρανοῖς. Οἳ δὲ εἶπον αὐτῷ· Δεῖξον ἡμῖν αὐτὸν ἐν συνέσει χωρὶς φθόνου, ἵνα καὶ ἡμεῖς πιστεύσωμεν. Ὁ δὲ Φίλιππος εἶπεν ὅτι Ὃν μέλλω γνωρίζειν ὑμῖν κύριον ὑπεράνω ἐστὶν παντὸς ὀνόματος ὅπερ οὐκ ἔστιν ἄλλο. τοῦτο δὲ μόνον λέγω ὅτι καθὼς εἰρήκατέ μοι Μὴ φθονήσῃς ἡμῖν, μὴ γένοιτό μοι φθονῆσαι ὑμῖν· ἀλλὰ μᾶλλον ἐν μεγάλῃ ἀγαλλιάσει καὶ ἐν μεγάλῃ χαρᾷ ἀποκαλύψαι ὑμῖν ἔχω τὸ ὄνομα ἐκεῖνο· ἄλλο γὰρ ἔργον οὐκ ἔχω ἐν τούτῳ τῷ κόσμῳ εἰ μὴ τὸ τοιοῦτον κήρυγμα. ὅτε γὰρ ἦλθεν ὁ κύριός μου εἰς τοῦτον τὸν κόσμον, ἐξελέξατο ἡμᾶς ὄντας τὸν ἀριθμὸν δώδεκα, πληρώσας ἡμᾶς πνεύματος ἁγίου ἀπὸ τοῦ φωτὸς αὐτοῦ ἐποίησεν ἡμᾶς γνωρίζειν αὐτὸν τίς ἐστιν, καὶ ἐνετείλατο ἡμῖν εὐαγγελίζεσθαι πᾶσι τὴν παρ᾽ αὐτοῦ σωτηρίαν, ὅτι οὐκ ἔστιν ἕτερον ὄνομα ὀνομασθὲν ἐξ οὐρανοῦ εἰ μὴ τοῦτο. διὰ τοῦτο ἦλθον ἐγὼ πρὸς ὑμᾶς πληροφορῆσαι ὑμᾶς οὐκ ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν ἀποδείξει θαυμασίων ἔργων ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
(5) Ταῦτα δὲ ὅτε ηκουσαν οἱ φιλόσοφοι, λέγουσιν τῷ Φιλίππῳ ὅτι Τοῦτο τὸ ὄνομα τὸ ἀκουσθὲν ἐν ἡμῖν νῦν παρὰ σοῦ οὐδέποτε εὕραμεν ἐν ταῖς βίβλοις τῶν πατέρων ἡμῶν· νῦν οὖν πῶς δυνάμεθα γνῶναι περὶ τῶν ῥημάτων σου; Ἔτι δὲ προσθέντες λέγουσιν αὐτῷ ὅτι Ἔασον ἡμᾶς τρεῖς ἡμέρας, ἵνα συμβουλευσώμεθα μετ᾽ ἀλλήλων περὶ τοῦ ὀνόματος τούτου. οὐ γὰρ μικρῶς εἰς τοῦτο κεκινήμεθα ἀποστῆναι ἀπὸ
τῆς πατρικῆς ἡμῶν δεισιδαιμονίας. Λέγει οὖν αὐτοῖς ὁ Φίλιππος· Βουλεύσασθε ὡς θέλετε· οὐ γὰρ δόλιον πρᾶγμά ἐστιν.(6) Οἱ δὲ φιλόσοφοι ἀλλήλους συναθροίσαντες οἱ τριακόσιοι ἐλάλησαν μετ᾽ ἀλλήλων λέγοντες· Οἴδατε ὅτι ὁ ἀνὴρ οὗτος ξένην φιλοσοφίαν ἤγαγεν, καὶ οἱ λόγοι οἱ παρ᾽ αὐτοῦ εἰρημένοι εἰς ἔκστασιν ἡμᾶς φέρουσιν· τί οὖν ποιήσωμεν περὶ αὐτοῦ ἢ περὶ τοῦ ὀνόματος τοῦ λεγομένου Ἰησοῦ τοῦ βασιλέως τῶν αἰώνων ὃν λέγει; Καὶ ἔτι εἰς ἀλλήλους φησὶν ὅτι Τάχα ἡμεῖς οὐ δυνάμεθα πρὸς αὐτὸν διαλέγεσθαι, εἰ μὴ ὁ ἀρχιερεὺς τῶν Ἰουδαίων. εἰ οὗν δοκεῖ, ἀποστείλωμεν πρὸς αὐτὸν ὅπως αὐτὸς ἀντιστῇ τῷ ξένῳ τούτῳ, καὶ ἀκριβῶς μάθωμεν τὸ εὐαγγελιζόμενον ὄνομα.
(7) Ἔγραψαν οὖν εἰς Ἰερουσαλὴμ τὸν τρόπον τοῦτον· Οἱ φιλόσοφοι τῆς Ἑλλάδος Ἀνανίᾳ τῷ μεγάλῳ ἀρχιερεῖ τῶν Ἰουδαίων τῶν ἐν Ἰερουσαλήμ. Μεγάλης οὔσης μετὰ σοῦ τε καὶ ἡμῶν ἐν παντὶ τῷ καιρῷ, ὡς ὅτι ἡμεῖς οἱ φιλοσοφούμενοι οἱ Ἀθηναῖοι γινώσκεις. ἦλθέν τις ἀνὴρ ξένος κατὰ τὴν Ἑλλάδα, Φίλιππος ὀνόματι, καὶ ἀπλῶς ἐτάραξεν ἡμᾶς σφόδρα ἔν τε λόγοις καὶ δυνάμεσιν ἐξαισίοις, καὶ εἰσφέρει ὄνομα ἐπίδοξον Ἰησοῦν, μαθητὴν ἐκείνου ἑαυτὸν ὁμολογῶν. ποιεῖ δὲ καὶ θαυμάσια ἅπερ γράφομέν σοι, ὅτι ἐξέβαλεν δαίμονας ἐγκεχρονικότας ἐν τοῖς ἀνθρώποις, καὶ κωφοὺς ποιεῖ ἀκούειν, τυφλοὺς βλέπειν· καὶ τὸ θαυμαστότερον, ὅπερ ἔδει καὶ πρῶτον σημᾶναι, ὅτι ἀνθρώπους ἴσως πεπληρωκότας τὸν ἀριθμὸν τοῦ βίου ἀποθανόντας ἀνέστησεν. ἡ δὲ φήμη αὐτοῦ διῆλθεν
εἰς πᾶσαν τὴν Ἑλλάδα καὶ Μακεδονίαν, καὶ πολλοί εἰσιν οἱ ἐρχόμενοι πρὸς αὐτὸν ἀπὸ τῶν κύκλῳ πόλεων φέροντες τοὺς κεκακωμένους ποικίλαις νόσοις, καὶ πάντας ἰᾶται διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ. διὰ τοῦτο τοίνυν ἄνευ πάσης φειδοῦς ἐλθὲ πρὸς ἡμᾶς, ἵνα αὐτὸς ἡμῖν ἀπαγγείλῃς τὸ τί βούλεται εἶναι τὸ ὄνομα τι τῶ διδάσκει τὸν Ἰησοῦν. διὰ τοῦτο γὰρ καὶ ἀπεστείλαμέν σοι τήνδε τὴν ἐπιστολήν.(8) Ἐγένετο δὲ ὡς ἐδέξατο τὴν ἐπιστολὴν ὁ ἀρχιερεὺς καὶ ὡς ἀνέγνω, ὀργῆς μεγάλης ἐπλήσθη, καὶ τὰ ἱμάτια αὐτοῦ διέρρηξεν καί φησιν· Ἇρα ὅτι ὁ πλάνος ἐκεῖνος καὶ ἐν Ἀθήναις ἐν τοῖς φιλοσόφοις ἐχώρησεν ἀπατῆσαι αὐτούς; Ὁ δὲ Μανσημάτ, τοῦτ᾽ ἔστιν ὁ Σατανᾶς, ὑπεισῆλθεν εἰς τὸν Ἀνανίαν καὶ ἐπλήρωσεν αὐτὸν θυμοῦ καὶ ὀργῆς· καὶ εἶπεν ὅτι Ἐὰν ἐάσω αὐτόν τε ἐκεῖνον τὸν Φίλιππον καὶ τοὺς μετ᾽ αὐτοῦ ζῆσαι, πάντως ὁ νόμος λυθήσεται, καὶ ἡ διδασκαλία αὐτῶν ἴσως πληρώσει τὴν γῆν ὅλην. Καὶ εἰσῄει ὁ ἀρχιερεὺς εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ καὶ οἱ νομοδιδάσκαλοι καὶ οἱ Φαρισαῖοι, καὶ συνεβουλεύσαντο μετ᾽ ἀλλήλων λέγοντες· Τὶ ποιήσωμεν περὶ τούτων; Καὶ λέγουσιν τῷ ἀρχιερεῖ· Ἀνανία ἀναστὰς ὅπλισον σεαυτὸν καὶ ἐκ τοῦ λαοῦ πεντακοσίους δυνατοὺς ἄνδρας, καὶ ἄπελθε εἰς τὰς Ἀθήνας, καὶ πάντως ἀνάλισκε τὸν Φίλιππον, καὶ τὴν διδαχὴν αὐτοῦ οὕτως ἀνατρέψεις.
(9) Καὶ ἐνδυσάμενος τὸ ἔνδυμα τὸ ἀρχιερατικὸν παρεγένετο εἰς τὴν Ἑλλάδα ἐν μεγάλῃ φαντασίᾳ μετὰ τῶν πεντακοσίων ἀνδρῶν. ὁ δὲ Φίλιππος ἦν ἐν οἰκίᾳ πρώτου τινὸς τῆς πόλεως μετὰ τῶν πεπιστευκότων ἀδελφοῶν. ὁ δὲ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ καὶ οἱ τριακόσιοι φιλόσοφοι ἀνῆλθον εἰς τὸ προπύλαιον τῆς οἰκίας ἔνθα ἧν ὁ Φίλιππος. καὶ ἐμηνύθη
τῷ Φιλίππῳ ἑστάναι αὐτοὺς ἔξω· καὶ ἀναστὰς ἐξῆλθεν. καὶ ὡς εἶδεν αὐτὸν ὁ ἀρχιερεύς, λέγει πρὸς αὐτόν· Ὧ Φίλιππε φαρμακὲ καὶ μάγε· γνωρίζω γάρ σε ὅτι εἰς Ἱερουσαλὴμ ὁ κύριός σου ὁ πλάνος ὠνόμασέν σε υἱὸν βροντῆς· οὐκ ἤρκεσεν ὑμῖν πᾶσα ἡ Ἰουδαία, ἀλλὰ καὶ ὧδε ἤλθατε πλανῆσαι Ἀθηναίους ἄνδρας φιλοσόφους; Καὶ ὁ Φίλιππος εἶπεν· Εἴθε ὦ Ἀνανία ἀφῄρητο τὸ κάλυμμά σου τῆς ἀπιστίας ἀπὸ τῆς καρδίας σου, ἵνα γνῷς τοὺς λόγους σου καὶ ἀπ᾽ αὐτῶν μάθῃς εἰ ἄρα πλάνος ἐγὼ ἢ σύ.(10) Ταῦτα ἀκούσας ὁ Ἀνανίας εἶπεν τῷ Φιλίππῳ· Ἀποκρι θήσομαι τοῖς πᾶσιν. Καὶ εἶπεν ὁ Φίλιππος· Λάλησον. Λέγει ὁ ἀρχιερεύς· Ὦ ἄνδρες τῆς Ἑλλάδος, οὗτος ὁ Φίλιππος πιστεύει εἰς ἄνθρωπον καλούμενον Ἰησοῦν, ὃς ἐγεννήθη ἐν ἡμῖν, ὃς καὶ ἐδίδαξεν τὴν αἵρεσιν ταύτην, καὶ τὸν νόμον καὶ τὸν ναὸν κατέλυσεν, καὶ τὸν καθαρισμὸν τὸν διὰ Μωσέως κατήργησεν καὶ τὰ σάββατα καὶ τὰς νεομηνίας, Ὅτι φησὶν οὐκ εἰσὶν ὑπὸ θεοῦ τεταγμέναι. Καὶ ὡς εἴδομεν ὅτι τὸν νόμον οὗτος καταλύει, ἐπαναστάντες ἐσταυρώσαμεν αὐτόν, ἵνα μὴ πληθυνθῇ ἡ διδαχὴ αὐτοῦ· ἐστράτευσεν γὰρ ὑπ᾽ αὐτῶν πλήθη πολλά, καὶ ἔδωκεν μαρτυρίαν οὐ καλήν, ἐσθίειν τε πάντα ἁπλῶς καὶ συμμιγεῖς εἶναι μετὰ τῶν ἐθνῶν. καὶ τοῦτον παραδόντες ἐφονεύσαμεν καὶ κατεθάψαμεν αὐτὸν ἐν μνημείῳ· οὗτοι δὲ οἱ μαθηταὶ αὐτοῦ κλέψαντες αὐτὸν διεκήρυξαν πανταχοῦ ὅτι ἠγέρθη ἐκ τῶν νεκρῶν, καὶ ἐπλάνησαν πολὺ πλῆθος, ὁμολογήσαντες αὐτὸν εἶναι ἐκ δεξιῶν τοῦ θεοῦ ἐν οὐρανοῖς ἀλλὰ δὲ καὶ αὐτοὶ οὗτοι τὴν περιτομὴν ἔχοντες ὡς καὶ ἡμεῖς· οὓς καὶ ἐδιώξαμεν, ἐπειδὴ πολλὰς δυνάμεις ἤρξαντο ποιεῖν ἐν
Ἰερουσαλὴμ διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ· καὶ ἐκβληθέντες ἐξ Ἰερουσαλὴμ περιέρχονται τὴν οἰκουμένην καὶ πάντας ἀπατῶσιν ἐν τῇ μαγείᾳ ἐκείνου τοῦ Ἰησοῦ, ὡς καὶ νῦν οὗτος ὁ Φίλιππος ἦλθεν πρὸς ὑμᾶς τῇ αὐτῇ τέχνῃ ἀπατῆσαι ὑμᾶς. ἀλλ᾽ ἐγὼ τοῦτον μεθ᾽ ἑαυτοῦ ἀποφέρω εἰς Ἱερουσαλήμ, ὅτι καὶ ζητεῖ αὐτὸν ὁ Ἀρχέλαος ὁ βασιλεὺς τοῦ ἀποκτεῖναι αὐτόν.(11) Ὡς δὲ ἤκουσαν ταῦτα τὸ περιεστῶς πλῆθος, οἱ μὲν ὑπὸ τῆς πίστεως ἐστηριγμένοι οὐκ ἐκινήθησαν οὐδὲ ἐδιψύχησαν· ᾔδεισαν γὰρ ὅτι Φίλιππος νικήσει ἐν τῇ δόξῃ τοῦ Ἰησοῦ. ὁ οὖν Φίλιππος ἀπελογήσατο ἐν τῇ δυνάμει τοῦ Χριστοῦ μετὰ μεγάλης παρρησίας ἀγαλλιῶν καὶ λέγων· Ἐγὼ ἄνδρες Ἀθηναῖοι καὶ οἱ ἐν ὑμῖν φιλόσοφοι ἦλθον πρὸς ὑμᾶς οὐ λόγοις διδάξαι ἀλλ᾽ ἐν ἀποδείξει θαυμασίων, ὧν καὶ ἀπὸ μέρους τάχα ἐθεάσασθε δι᾽ ἐμοῦ γεγενημένων ἐν ἐκείνῳ τῷ ὀνόματι ᾧ οὗτος ὁ ἀρχιερεὺς ἀποβάλλεται. ἰδοὺ οὖν βοήσω πρὸς τὸν θεόν μου καὶ διδάξω ὑμᾶς, καὶ ὑμεῖς δοκιμάσατε τοὺς τῶν ἀμφοτέρων λόγους.
(12) Ταῦτα ἀκούσας ὁ ἀρχιερεὺς ἔδραμεν ἐπὶ τὸν Φίλιππον μαστίξαι θέλων αὐτόν, καὶ αὐτῇ τῇ ὥρᾳ ὅλη ἡ χεὶρ αὐτοῦ ἐξηράνθη καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐτυφλώθησαν· ὁμοίως δὲ καὶ οἱ πεντακόσιοι οἱ μετ᾽ αὐτοῦ ἐτυφλώθησαν καὶ αὐτοί. καὶ ἐνύβριζον καὶ κατεθεμάτιζον τὸν ἀρχιερέα λέγοντες ὅτι Ἐξερχόμενοι τὴν Ἰερουσαλὴμ ἐλέγομέν σοι· Κατάστειλον· ἄνθρωποι γὰρ ὄντες θεῷ μάχεσθαι οὐ δυνάμεθα. Ἀλλὰ δεόμεθά σου ἀπόστολε τοῦ θεοῦ τοῦ Ἰησοῦ Φίλιππε, δὸς ἡμῖν τὸ δι᾽ αὐτοῦ φῶς, ἵνα καὶ ἡμεῖς ἀληθῶς αὐτοῦ ἐσόμεθα δοῦλοι.
(13) Ὁ δὲ Φίλιππος ἰδὼν τὸ γενόμενον ἔλεγεν· Ὤ
ἀσθενὴς φύσις, ἥτις ἐπαίρει μὲν ἑαυτὴν ἐφ᾽ ἡμᾶς, εὐθέως δὲ εἰς ἑαυτὴν καταταπεινουμένη· ὢ ἡ πικρὰ θάλασσα τὰ ἑαυτῆς κύματα εἰς ἡμᾶς ταράσσουσα καὶ ἐκφοβεῖν νομίζουσα, ἀλλὰ παρ᾽ ἑαυτῇ τὰ κύματα κοιμίζουσα. νῦν οὖν ὁ ἡμέτερος καλὸς οἰκονόμος, Ἰησοῦ, τὸ ἅγιον φῶς, οὐ παρεῖδες ἡμᾶς τὸ σύνολον κράζοντας ἄνω πρὸς σὲ ἐν πᾶσι τοῖς καλοῖς ἔργοις, ἀλλ᾽ ἦλθες τελέσαι αὐτὰ δι᾽ ἡμῶν. νῦν οὗν ἐλθὲ Ἰησοῦ κύριε, ἔλεγξον τὴν ἀπόνοιαν τούτων.(14) Λέγει ὁ ἀρχιερεὺς τῷ Φιλίππῳ· Ἆρα μὴ νομίζεις ἀποστρέψαι ἡμᾶς ἀπὸ τῶν παραδόσεων τῶν πατέρων ἡμῶν καὶ τοῦ θεοῦ τῆς ἐρήμου τὸ μάννα καὶ Μωσέως, καὶ προσδοκᾷς ἐξακολουθῆσαι ἡμᾶς τῷ Ναζωραίῳ, τῷ Ἰησοῦ; Εἶτα λέγει αὐτῷ ὁ Φίλιππος· Ἰδοὺ δεηθήσομαι τοῦ θεοῦ μου ἵνα ἔλθῃ καὶ φανερώσῃ ἑαυτὸν ἔμπροσθέν σου καὶ τῶν πεντακοσίων καὶ ἐνώπιον τῶν ὧδε πάντων· ἴσως γὰρ πιστεύσεις μετανοήσας. ἐὰν δὲ μέχρι τέλους ἐπιμείνῃς τῇ ἀπιστίᾳ, ἔρχεται ἐπὶ σὲ παράδοξον πρᾶγμα, ὅπερ λαληθήσεται εἰς γενεὰς γενεῶν, ὥστε καὶ κατέλθῃς ζῶν κάτω εἰς τὸν ᾅδην ἐνώπιον πάντων τῶν ὁρώντων σε ὅτι ἔτι διαμένεις ἐν τῇ ἀπιστίᾳ, ὅτι καὶ ζητεῖς ἀποστρέψαι τὸ πλῆθος τοῦτο ἀπὸ τῆς ἀληθινῆς ζωῆς. Καὶ ὁ Φίλιππος προσηύξατο λέγων· Ὦ πάτερ ἅγιε τοῦ ἁγίου υἱοῦ Ἰησοῦ Χριστοῦ, ὁ χαρισάμενός μοι τὸ εἰς αὐτὸν πιστεύειν, πέμψον σου τὸν ἀγαπητὸν υἱὸν Ἰησοῦν Χριστὸν ἐλέγξαι τὸν ἄπιστον ἀρχιερέα, ἵνα τὸ σὸν ὄνομα ἐν τῷ ἀγαπητῷ Χριστῷ δοξασθῇ.
(15) Ἔτι δὲ ταῦτα βοῶντος τοῦ Φιλίππου ἐξαίφνης ἠνεῴχθησαν οἱ οὐρανοί, καὶ ἐφάνη ὁ Ἰησοῦς κατελθὼν ἐν
τιμιωτάτῃ δόξῃ καὶ ἀστραπῇ, καὶ τὸ πρόσωπον αὐτοῦ ἑπταπλάσιον λάμπον ὑπὲρ τὸν ἥλιον, καὶ τὰ ἱμάτια αὐτοῦ λευκότερα χιόνος, ὡς καὶ πάντα τὰ εἴδωλα τῶν Ἀθηνῶν πεσεῖν ἐξαίφνης ἐπὶ τὴν γῆν καὶ ὅλα συντριβῆναι· ἔφυγον δὲ καὶ οἱ ἐν αὐτοῖς δαίμονες οἰκοῦντες ἐκβοῶντες· Ἰδοὺ καὶ ἡμεῖς φεύγομεν διὰ τὸν ἐπιφανέντα τῇ πόλει Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ. Εἶτα λέγει ὁ Φίλιππος τῷ ἀρχιερεῖ· Ἀκούεις τῶν δαιμόνων ἐκβοώντων διὰ τὸν ὀφθέντα, καὶ ἀπιστεῖς πρὸς τὸν παρόντα ὅτι αὐτὸς κύριος τῶν πάντων; Λέγει ὁ ἀρχιερεύς· Ἐγὼ οὐκ ἔχω ἄλλον θεὸν ἢ τὸν ἐν τῇ ἐρήμῳ δόντα τὸ μάννα.