Vita Porphyrii episcopi Gazensis

Marcus Diaconus

Marcus Diaconus. Vita Porphyrii episcopi Gazensis. Societatis philologae bonnensis sodales, editor. Leipzig: Teubner, 1895.

αἴφνηϲ οὖν με κατιδῶν ὁ θαυμάϲιοϲ καὶ περιεπτύ- ξατο καὶ δάκρυον ἐπαφῆκε χαρᾶϲ. ἐμοῦ δὲ τοῦτον ἐρ- ρωμένον ἰδόντοϲ καὶ τὴν ὄψιν ἔχοντα φαιδρὰν καὶ τὴν αἰτίαν μαθεῖν ἐκζητήϲαντοϲἐκεῖνοϲ ἤρξατο λέγειν ὅτιπερ ’ἐν τῇ τῆϲ ἁγίαϲ κυριακῆϲ παννυχίδι χαλεπή με′, φηϲί, ’κατέϲχεν ὀδύνη καὶ μὴ φέρων, ἀδελφὲ Μάρκε, τ.ν δει- νὴν ἀλγηδόνα πληϲίον ἀνεκλίθην τοῦ ἁγίου κρανίωυ καὶ εὐθύϲ ἐν ἐκϲτάϲει γενόμενοϲ ὁρῶ θέαμα ξένον, ἐν τῷ ϲταυρῷ τὸν ϲωτῆρα καὶ τῶν λῃϲτῶν ἕνα κρεμάμενον ἐν ἑτέρῳ ϲταυρῷ, καὶ ἅμα τῷ κράζειν με “μνήϲθητί μου, κύριε, ὅταν ἔλθῃϲ ἐν τῇ βαϲιλείᾳ ϲου’’ ἀκούω τοῦ ϲωτῆ- [*](8f πλοῖον)

96
ροϲ πρὸϲ αὐτὸν λέγοντοϲ τὸν λῃϲτήν· ‘‘κάτελθε καὶ ϲῶ- ϲον ὥϲπερ δὴ καὶ ϲὺ ϲέϲωϲαι τὸν ὀδυνώμενον ἄνθρω- [*](f. 122) πον.’’ τούτου δὲ | κατιόντοϲ καὶ περιβαλόντοϲ με καὶ. φιλήϲαντοϲ ναὶ δὴ καὶ τὴν χεῖρα προτείναντόϲ τε καὶ. ἀναϲτήϲαντοϲ καὶ ‘‘πρὸϲ τὸν ϲωτῆρα’’ φήϲαντοϲ “ἐλθέ’’ ἀναϲτὰϲ ἔδραμον εὐθέωϲ ἐγὼ καὶ εἶδον ἀπὸ τοῦ ϲταυροῦ καταβάντα τοῦτον καὶ “λάβε τὸ ξύλον’’ εἰπόντα “τοῦτο καὶ φύλαξον’’. δ καὶ λαβὼν καὶ βαϲτάϲαϲ ἐπανῆλθον εὐθὺϲ ἀπὸ τῆϲ ἐκϲτάϲεωϲ καὶ κατενόουν ἐμαυτὸν καὶ ὑγιὴϲ ἤμην καὶ ἄνοϲοϲ.’ τούτων ἀκούϲαϲ ἐγὼ τὸν θεὸν ἐδόξαζον τὸν μεγάλα ποιοῦντα καὶ ἔνδοξα. εἶτα παρα- δεδωκότοϲ μου τούτῳ τὰ χρήματα καὶ τὴν ἄλλην ὕπαρξιν ἐκεῖνοϲ ἀργυρίου ταῦτα πωλήϲαϲ ἐντὸϲ ὀλίγου χρόνου τὰ τούτων τιμήματα τοῖϲ ἐνδεέϲι διένειμε, ϲκεύη μόνον τίμια τοῦ ἀργύρου ἐξεργαϲάμενοϲ. ἔκτοτε γοῦν κατὰ τὸν | μέγαν ἀπόϲτολον Παῦλον ϲκυτοτόμοϲ εἶναι προεί- λετο, βύρϲαϲ πλύνων ἅμα καὶ ῥάπτων κἀντεῦθεν τρεφό- μενοϲ ‘εἴ τιϲ οὐκ ἐργάζεται’ λέγων ‘μηδαμῶϲ ἐϲθιέτω’.

γέγονεν οὖν περιβόητοϲ ἐν ἀρεταῖϲ ὁ δίκαιοϲ, διὸ καὶ δυνατὸν οὐκ ἦν ὑπὸ τὸν μόδιον αὐτὸν ϲυγκαλύπ- τεϲθαι. ὅθεν οὐδὲ κεκάλυπτο. καὶ γὰρ ὁ πρόεδροϲ Ἱεροϲολύμων (Πραΰλιοϲ ἦν ὁ καλόϲ) πέμψαϲ καὶ τοῦτον ἀγαγὼν πρεϲβύτερόν τε χειροτονεῖ καὶ τὴν τοῦ θείου ϲταυροῦ φυλακὴν ἐμπιϲτεύει θερμῶϲ. καὶ τότε ϲυνῆκα- μεν ὡϲ ἀπέβη τούτῳ τὰ τῆϲ ἐκϲτάϲεωϲ, ὅτε τὸν ϲταυρὸν εἰϲ φυλακὴν ὁ ϲωτὴρ ἡμῶν ἐνεχείριϲε τούτῳ. πέντε τοί- νυν ἐτῶν ἐπὶ τοῖϲ τεϲϲαράκοντα ἦν ὁ Πορφύριοϲ, ὅτε τὴν τοῦ πρεϲβυτέρου χειροτονίαν ἐδέξατο. |

[*](cf. Matth. 5, 15)[*](2 ὠδυνώμενον 3 περιλαβόντοϲ 24 ϲυνῆκα μὲν)
97

μετὰ γοῦν τρίτον ἑξῆϲ χρόνον ὁ τῆϲ Γαζαίων ἐπί- [*](f.122v) ϲκοποϲ (Αἰνείαϲ ἦν οὐτοϲ) τὸν βίον ἀπέλιπεν. οἱ τοίνυν Χριϲτιανοὶ τῆϲ πόλεωϲ ὀλίγοι τυγχάνοντεϲ ἅμα τοῖϲ τοῦ κλήρου τῆϲ ἐκκληϲίαϲ ϲκέπτονται καὶ γράφουϲι τῷ μη- τροπολίτῃ, πέντε πέμψαντεϲ τῶν κληρικῶν καὶ πέντε τῶν λαϊκῶν, ἐπίϲκοπον αὑτοῖϲ ἀξιοῦντεϲ δοθῆναι πρὸϲ τὰϲ ἀντιπαραϲτάϲειϲ τῶν εἰδωλολατρῶν ἀντιπίπτειν δυ- νάμενον καὶ φωτίζειν αὐτούϲ. καὶ οὗτοϲ δεηθεὶϲ τοῦ θεοῦ μυεῖται δι’ ἀποκαλύψεωϲ τὸν Πορφύριον καὶ εὐθύϲ γράμματα πέμπει πρὸϲ τὸν ὁϲιώτατον Πραὥλιον τὸν Ἰεροϲολύμων πρόεδρον μετακαλούμενα τὸν Πορφύριον ζητήματοϲ χάριν γραφικῆϲ ἐπιλύϲεωϲ· καὶ γὰρ ἦν ἱκανὸϲ ἐν αὐτοῖϲ ὁ ἀνήρ, πνεύματοϲ ἐξ ἁγίου τὴν χάριν δεξά- μενοϲ. καὶ ὃϲ αὐτίκα ϲτέλλει τοῦτον πρὸϲ αὐτόν. ἐπεὶ οὖν μάθοι παρὰ τοῦ Ἰωάννου (οὕτω γὰρ ὁ μητροπολίτηϲ ὠνόμαϲτο) τῆϲ προϲκλήϲεωϲ τὴν αἰτίαν, τὰ μὲν πρῶτα διενέϲτη πρὸϲ τὸ τοῦ πράγματοϲ μέγεθοϲ, εἰτα βιαϲθεὶϲ ὑπὸ τοῦ μητροπολίτου καὶ μὴ ἀντιλέγειν τῇ θείᾳ βουλῇ διδαχθεὶϲ καταδέχεται ‘τὸ θέλημα’ εἰπών ‘τοῦ θεοῦ γε- νέϲθω’.

κατὰ γοῦν τὴν ἑϲπέραν ἐκείνην καλέϲαϲ με λέγει· ‘πορευθῶμεν, ἀδελφὲ Μάρκε, καὶ προϲκυνήϲωμεν τοὺϲ ϲεβαϲμίουϲ τόπουϲ καὶ τὸν τοῦ κυρίου ϲταυρόν· πολὺϲ γὰρ παρελεύϲεται χρόνοϲ, ἕωϲ αὐθιϲ τοῦτο ποιήϲομεν’. ἐμοῦ δὲ ‘διὰ τί’ φήϲαντοϲ ‘ὦ πάτερ, οὕτωϲ ἐφθέγξω’ ἐκεῖνοϲ ‘τῇ παρελθούϲῃ’ λέγει ‘νυκτὶ τὸν δεϲπότην [*](f.123) εἶδον, ἀδελφέ, “τὴν παραθήκην’’ λέγοντα ′′Πορφύριε, τάχοϲ ἀπόδοϲ, μέλλω γάρ ϲε ϲυζεῦξαι γυναικὶ ταπεινῇ μέν, τρόποιϲ δὲ κεκοϲμημένῃ ϲεμνοῖϲ. ϲὺ δὲ ἀλλὰ κόϲμη- [*](1 ἐξ ἧϲ 2 αἰνίαϲ 12 f. γραφικοῦ 17 f. διανέϲτη)

98
ϲον αὐτήν, ὡϲ ἂν ἐπιλάθηται τῆϲ προτέραϲ πενίαϲ· ἀδελφὴ γάρ μοι γνηϲία κατὰ πάντα τυγχάνει’′.

ταῦτά μοι ὁ δεϲπότηϲ ἐγνώριϲε, Μάρκε· διὸ καὶ οὐ δυνατὸν ἀντιπίπτειν τῷ βουλήματι τούτου’. οὕτωϲ ἔφη καὶ τούϲ ἁγίουϲ ἀπελθόντεϲ καὶ προϲκυνήϲαντεϲ τόπουϲ, καὶ τῇ θήκῃ τὸν ϲταυρὸν ἐνθέμενοϲ ὁ Πορφύριοϲ καὶ πρὸϲ τὸν μακάριον Πραΰλιον ἀφικόμενοϲ παρατίθεται. τούτῳ τὰϲ κλεῖϲ καὶ λαβὼν εὐχὴν ὑπ’ αὐτοῦ τὸ κατα- γώγιον κατελάβομεν, καὶ μιϲθωϲάμενοι ζῷα τῇ ἑξῆϲ ἅμα τῷ ὑπηρέτῃ Βαρουχᾷ, περὶ οὗ προϊὼν ὁ λόγοϲ δι |δόξει, καί τιϲιν ἄλλοιϲ τὴν ὁδὸν ἠνύομεν καὶ τῆϲ αὔριον τὴν Καιϲάρειαν κατελάβομεν, καὶ πρόϲ τινα καταγωγὴν κατ- ελύϲαμεν. ὅπερ γνοὺϲ ὁ τὰ πάντα ϲοφὸϲ Ἰωάννηϲ ὁ ταύτηϲ ἀρχιερεὺϲ πρὸϲ δεῖπνον ἡμᾶϲ ϲυνεκάλεϲεν· ἦν δὲ ϲάββατον. καὶ δὴ πρὸϲ αὐτὸν ἀπιόντεϲ (οὐδὲ γὰρ ἐξῆν ἀντειπεῖν τῷ ἀρχιερεῖ) τὸν Βαρουχᾶν τῇ καταγωγῇ κατελίπομεν. μείναντεϲ οὖν ϲὺν αὐτῷ καὶ τὴν πάννυχον τῆϲ ἀναϲτάϲεωϲ ἐκτελέϲαντεϲ ϲύναξιν ἄμα πρωὶ τοὺϲ Γαζαίουϲ ὁ ἱεράρχηϲ ϲυγκαλεϲάμενοϲ χειροτονεῖ τὸν Πορ- φύριον καὶ τούτοιϲ ἐπίϲκοπον δίδωϲι. τὴν θείαν οὖν ἐκ- τελέϲαντεϲ λειτουργίαν καὶ μεταϲχόντεϲ ϲὺν τῷ μητρο- πολίτῃ τροφῆϲ μετὰ μίαν ἡμέραν ἐξήλθομεν καὶ τῇ [*](f.123v) αὔριον |τὴν Γάζαν εἰϲήλθομεν καὶ τὸ ἐπιϲκοπεῖον εἴδο- μεν, ὅπερ ἰρηναῖοϲ ὁ ἐπίϲκοποϲ ψκοδόμηϲε μετὰ τῆϲ ἐκκληϲίαϲ καὶ Θἰρήνην αὐτὴν ἐπωνόμαϲε. κατὰ δύο δὲ τρόπουϲ φαϲὶ τὴν ἐκκληϲίαν οὕτωϲ κεκλῆϲθαι, διά τε τὸ καλεῖϲθαι τὸν ἐπίϲκοπον ξἰρηναῖον καὶ διὰ τὸ τὸν ἐκ Μακεδονίαϲ Ἀλέξανδρον, ἡνίκα τὴν πόλιν τῶν Γαζαίων [*](5 f. ἐπελθόντεϲ 11 f. τῇ αὕριον 16 τῇ κατ. cf. p.24,16 18 ϲύναξιν. ϲτάϲιν)

99
ἐπόρθηϲεν, ἐκεῦε καταπαῦϲαι τὸν πόλεμον καὶ Εξἰρήνην ὀνομάϲαι τὸν τόπον.