Vita Porphyrii episcopi Gazensis

Marcus Diaconus

Marcus Diaconus. Vita Porphyrii episcopi Gazensis. Societatis philologae bonnensis sodales, editor. Leipzig: Teubner, 1895.

Ὁ ἐν ἁγίοιϲ πατὴρ ἡμῶν Πορφύριοϲ οὗτοϲ ὥρμητο ἐκ τῆϲ θεϲϲαλονικέων πόλεωϲ, πλουϲίων καὶ εὐγενῶν γονέων ὑπάρχων υἱόϲ, ἐπὶ τῆϲ βαϲιλείαϲ Ἀρκαδίου καὶ Ὁνωρίου. ἀπάραϲ δὲ τῆϲ ἐνεγκαμένηϲ καὶ πλεύϲαϲ εἰϲ Αἴγυπτον δέχεται τὸ ϲχῆμα τοῦ μονήρουϲ βίου ἐν τῇ κήτει. πέμπτον δὲ ἔτοϲ ϲὺν τοῖϲ ἁγίοιϲ πατράϲι δια- τρίψαϲ ἦλ|θεν εἰϲ Ἱεροϲόλυμα προϲεδρεύων τοῖϲ ἁγίοιϲ τόποιϲ, κἀκεῖθεν ἀπρϲτέλλει Μάρκον τὸν διακονοῦντα αὐτῷ μετὰ γραμμάτων ἐν Θεϲϲαλονίκῃ· ἣν καταλαβὼτ καὶ μερίϲαϲ τὴν οὐϲίαν αὐτοῦ μετὰ τῶν ἀδελφῶν αὐτοῦ ἤγαγεν αὐτῷ τὴν τούτων τιμὴν νομίϲματα τριϲχίλια, ἄργυρον δὲ καὶ χρυϲὸν καὶ ἐϲθήματα ἑτέρων νομιϲμά- των χιλίων τετρακοϲίων· ἅπερ λαβὼν ὕϲτερον διέδωκεν πτωχοῖϲ καὶ μοναϲτηρίοιϲ. πάϲχοντοϲ οὖν αὐτοῦ πρώην τὸ ἧπαρ, εὗρεν αὐτὸν ὁ διακονητὴϲ αὐτοῦ ἐλθὼν ὑγιῆ καὶ ἐρωτήϲαϲ τὸν τρόπον τῆϲ ἰάϲεωϲ, ἔφη ὅτι Ὄντοϲ μου ἐν τῇ ἀγρυπνίᾳ τῆϲ ἁγίαϲ Ἀναϲτάϲεωϲ, κατέϲχεν με ὀδύνη ἀφόρητοϲ. ἀνῆλθον ἐν τῷ ἁγίῳ κρανίῳ καὶ ἔθηκα ἑαυτόν, καὶ ἰδοὺ ὁρῶ ἐν ἐκϲτάϲει τὸν ϲωτῆρα καθηλω- μένον ἐν τῷ ϲταυρῷ καὶ ἄρχομαι κράζειν τὴν φωνὴν [*](EPIΤΟMA COD. PARISlNI 1452 4 θεϲαλονικέων 6 ὠνο- ρίου 8 ϲκήτη 11 θεϲαλονίκη 17 ἦπαρ)

84
τοῦ λῃϲτοῦ ‘μνήϲθητί μου κύριε ἐν τῇ βαϲιλείᾳ ϲου’ καὶ λέγει ὁ ϲωτὴρ τῷ λῃϲτῇ· Κάτελθε ἐκ τοῦ ϲταυροῦ καὶ ϲῶϲον ἐκεῖνον τὸν ἀνακείμενον ὥϲπερ καὶ ϲὺ ἐϲώθηϲ. [*](f. 222v) καὶ κατελθὼν περιέλαβεν καὶ κατεφίληϲέν με | καὶ προ- τείναϲ τὴν αὐτοῦ δεξιὰν ἀνέϲτηϲέν με λέγων· Ἐλθὲ πρὸϲ τὸν ϲωτῆρα. καὶ εὐθέωϲ ἀνέϲτην καὶ ἔδραμον πρὸϲ αὐτὸν καὶ ὁρῶ αὐτὸν καταβάντα ἐκ τοῦ ϲταυροῦ καὶ λέγοντά μοι· Λάβε τοῦτο τὸ ξύλον καὶ φύλαξον αὐτό. καὶ λαβὼν καὶ βαϲτϲαϲ ἦλθον εἰϲ ἐμαυτὸν ἐκ τῆϲ ἐκϲτά- ϲεωϲ καὶ οὐκέτι μοι ὀδύνη ἐγένετο.

ἦν οὖν ὁ ὅϲιοϲ πάϲῃ ϲοφίᾳ ἐξηϲκημένοϲ, ἀποϲτομί- ζων Ἰουδαίουϲ καὶ Ἕλληναϲ καὶ αἱρετικούϲ, πάϲῃ ἀρετῇ κατακεκοϲμημένοϲ· ϲκυτοτομικὴν δὲ τέχνην μετήρχετο, πλύνων δέρματα καὶ βύρϲαϲ καὶ ῥάπτων. χειροτονεῖται οὖν πρεϲβύτεροϲ ὑπὸ Πραϋλίου τοῦ τηνικαῦτα πατρι- άρχου Ἱεροϲολύμων ὑπάρχων ἐτῶν ϲαράκοντα πέντε. καὶ ἐγχειρίζει αὐτῷ τὴν φυλακὴν τοῦ τιμίου ϲταυροῦ· ὡϲ πληρω[θῆν]αι τὴν πρώην αὐτῷ δι⌊ . . . .⌉ϲαν ὅραϲιν. ἦν δὲ ἡ τροφὴ αὐτοῦ ἄρτοϲ καὶ λάχανα μετὰ δύϲιν ἡλίου.

τοῦ οὖν ἐπιϲκόπου Γάζηϲ Εἰρηνίωνοϲ μετὰ ἐνιαυτὸν κοιμηθέντοϲ ἦλθον οἱ Γαζαῖοι πρὸϲ Ἰωάννην τὸν μητρο- πολίτην Καιϲαρείαϲ Παλαιϲτίνηϲ αἰτοῦντεϲ ἐπί|ϲκοπον. καὶ κηρύξ⌊αϲ νηϲτεί⌉αν ἐπὶ τοῦτο, ἀποκ⌊αλύπτεται⌉ αὐτῷ Πορφύριοϲ. ὁρᾷ ⌊τότε ὁ⌉ μακάριοϲ Πορφύριοϲ τὸν κύ- ριον ἐν ὁράματι λέγοντα αὐτῷ Παράδοϲ τὴν παραθή- κην ἣν παρεθέμην· ζεῦξαι γάρ ϲε θέλω γυναικὶ ταπεινῇ μὲν ἀλλ᾿ εὐπορωτάτῃ. ἐν τούτοιϲ οὖν μετὰ μικρὸν ἀποϲτέλλει αὐτὸν ὁ πατριάρχηϲ Πραΰλιοϲ πρὸϲ Ἰωάννην τὸν Καιϲαρείαϲ μητροπολίτην αἰτήϲαντοϲ αὐτοῦ τοῦτον [*](23 cf. 85, 9 sim. 20 εἰρηνιῶνοϲ 26 ταπεινὴ)

85
αὐτῷ ἐκπεμφθῆναι λόγῳ ζητήματοϲ γραφικοῦ. ὃν κατα- λαβόντα χειροτονεῖ ἐπίϲκοπον Γάζηϲ δακρύοντα. καὶ. παραδοθεὶϲ τοῖϲ Γαζαίοιϲ ἦλθεν εἰϲ τὸν ναὸν τῆϲ ἁγίαϲ Εἰρήνηϲ, ὃν ἰρηνίων ὁ πρὸ αὐτοῦ ἐπίϲκοποϲ ᾠκοδόμηϲεν.

μετὰ δὲ τὴν εἴϲοδον αὐτοῦ ἀβροχίαϲ γενομένηϲ οἱ Ἕλληνεϲ τὴν αἰτίαν τῷ ὁϲίῳ Πορφυρίῳ ἐπέγραφον, ὡϲ χρηματιϲθέντοϲ παρὰ Μάρνα τοῦ αὐτῶν θεοῦ ὅτι, φηϲί, Κακοπόδινόϲ ἐϲτι Πορφυρίων ὁ ἐπίϲκοποϲ. αὐτὸϲ δὲ κηρύξαϲ παννυχίδα καὶ εὐξάμενοϲ μετὰ τοῖϲ Χριϲτιανοῖϲ, ἐποίηϲεν ὁ κύριοϲ γενέϲθαι ὄμβρον μέγαν, ὥϲτε λοὺϲ τῶν Ἐλλήνων πι|⌊ϲτεύονταϲ⌉ λέγειν ὅτι Ὁ Χριϲτὸϲ [*](f. 223) μόνοϲ ⌊θεόϲ⌉, αὐτὸϲ μόνοϲ ἐνίκηϲεν. ⌊ἐπίϲτ⌉ευϲαν δὲ τότε ἄνδρεϲ ἑ[κατ]ὸν εἴκοϲι ἑπτὰ καὶ παῖδεϲ τέϲϲαρεϲ.

ὄντων δὲ τῶν ἀρχόντων ἔτι ἀπίϲτων πολλὰ κακὰ τοῖϲ Χριϲτιανοῖϲ ἐπεδείκνυντο. Βαρωχᾶϲ τοίνυν ὁ ἀνά θρεπτοϲ τοῦ ἁγίου ἀποϲταλεὶϲ ἀνύϲαι εἰϲ κώμην κανόνα ἐκκληϲιαϲτικόν — γεωργὸϲ οὖν τιϲ Ἕλλην ἀντιταξάμενοϲ αὐτῷ ἐποίηϲεν ταραχήν, καὶ ἀθροιϲθέντεϲ οἱ Ἕλληνεϲ τύπτουϲι τὸν Βαρωχᾶν ἕωϲ θανάτου. Κορνήλιοϲ δὲ διά- κονοϲ εὺρὼν αὐτὸν ὡϲεὶ νεκρὸν ἤγαγεν ἐν τῇ πόλει. ᾧτινι ὀργιϲθέντεϲ οἱ Ἕλληνεϲ ἔτυψαν αὐτόν, ὅτι νεκρὸν εἰϲήγαγεν εἰϲ τὴν πόλιν. γνοὺϲ δὲ ὁ ἅγιοϲ ἐξελθὼν μετὰ πολλὰϲ παραινέϲειϲ μόλιϲ τούτουϲ εἰρήνευϲεν. πάλιν δὲ ἐπιβάντων ἐνδυναμωθεὶϲ ὁ θεοφιλὴϲ Βαρωχᾶϲ, ὁ παῤ αὐτοῖϲ νεκρὸϲ νομιζόμενοϲ, ἁρπάϲαϲ ξύλον ἐδίωξεν οὐ τοὺϲ μέχρι τοῦ Μαρνείου.

τότε μηνύει τῷ βαϲιλεῖ διὰ τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυϲοϲτόμου τοῦ τηνικαῦτα πατριάρχου ὄντοϲ Κωνϲταν- [*](1 ζητημάτων χρηματιϲθέντεϲ μαρνᾶ 8 κακοπο- δῖνοϲ ἐϲτὶ 10 μέγα 15 βαροχὰϲ constanter ἀναθρεπτὸϲ 19 f. δὲ 〈ὁ〉)

86
τινρυπλεωϲ ὁ ὅϲιοϲ Πορφύριοϲ, κλειϲθῆναι δεόμενοϲ τὰ εἰδωλεῖα. | καὶ ἀπεϲτάλη ὑπὸ τοῦ βαmιλέωϲ Ἰλάριϲ μετὰ γραμμμάτων τπαὶ ἔκλειϲεν τὰ εἰδωλεῖα πάντα, ἐάϲαϲ τὸ Μαρνεῖον καὶ μόνον διὰ τὸ λαμβάτειν αὐτὸν πολλὰ χρήμματα. καὶ ἐπετέλουν ἐν αὐτῷ οἱ Ἐλληνεϲ πάλιν τὰϲ μυϲρὰϲ αὐτῶν θυϲίαϲ.

εἰτα γέγονε θαῦμα μέγα. γυνή τιϲ μέλλοϲα τίκτειν ἐκτραπεῖϲα τοῦ κατὰ φύϲιν τοκετοῦ ἐπὶ τὸ παρὰ φύϲιν τὴν χεῖρα ἐξήνεγκεν, καὶ πολλῶν ἰατρῶν καὶ ἐπαοιδῶν τῶν Ἐλλήνων ἐλθόντων οὐδὲν ὠφέληϲαν τὴν γυναῖκα. ταύτηϲ δὲ κινδυνευούϲηϲ ἡ τροφὸϲ αὐτῆϲ οκα Χριϲτιανὴ ἀπῄει εὐχομέν⌊η εἰϲ⌉ τούϲ εὐκτηρίουϲ οἴκουϲ. ἥν ὁ ἅγιοϲ εὺρὼν καὶ τὴν αἰ[τίαν μα⌉θὼν λέγει αὐτῇ· Ἐπει⌊δὴ κατεί⌉ δωλόϲ ἐϲτιν ὁ οἰκὸϲ τῆ|ϲ παϲχού⌉ϲηϲ, ἀπελθοῦϲα εἰπὲ ⌊αὐτοῖϲ⌉ δοῦναι λόγον τῷ μέλλοντι ⌊αύτην⌉ θερα- πεύειν ὡϲ πληρο[ῦϲι τὸ πα]ρ’ αὐτοῦ προϲταττόμενον [καὶ ἡνί⌉κα ἐκτείνωϲιν εἰϲ τὸν οὐρανὸν τὰϲ χεῖραϲ, εἰπὲ τῇ παϲχούϲῃ· Ἰηϲοῦϲ Χριϲτόϲ, ὁ υἱὸϲ τοῦ θεοῦ ἰᾶταί ϲε, εἰϲ αὐτὸν πίϲτευϲον καὶ ϲωθήϲῃ. καὶ τοῦτο ποιήϲαϲα καὶ λέξαϲα αὐτῇ, εὐθέωϲ τὸ βρέφοϲ κατῆλθε ζῶν, ὥϲτε πάν- [*](f.233) ταϲ κράξαι Μέγαϲ ὁ θεὸϲ τῶν Χριϲτιανῶν, μέγαϲ δὲ καὶ ὁ ἱερεὺϲ αὐτοῦ Πορφύριοϲ. καὶ μετ’ ὀλίγον ἐβάπτιϲε τήν τε γυναῖκα καὶ τούϲ γονεῖϲ αὐτῆϲ ἅμα τῷ βρέφει,, ὀνομάϲαϲ αὐτὸ Πορφύριον. οἱ δὲ βαπτιϲθέντεϲ ὑπῆρχον τὸν ἀριθμὸν ἑξήκοντα τέϲϲαρεϲ.

ἰδὼν δὲ πάλιν ὁ ἅγιοϲ καταπονουμένουϲ τοὺϲ Χρι- ϲτιανοὺϲ ὑπὸ τῶν εἰδωλολατρῶν, ϲυμπαραλαβὼν Ἰωάν- νην τὸν ἑαυτοῦ μητροπολίτην ἀπέπλευϲεν εἰϲ Γωνϲταντι- νούπολιν. καταλαβόντεϲ τὴν Ῥόδον εὐρον εἰϲ τὰ ταύτηϲ ἀπόϲτροφα τὸν ὅϲιον Προκόπιον, μοναχὸν ὄντα, ἄνδρα

87
ἅγιον καὶ διθρατικόν. ὅϲτιϲ ἰ⌊δὼν⌉ αὐτοὺϲ ἐπέγνω καὶ. πεϲὼν ⌊πφζθϲε⌉κύνηεεν αὐτούϲ. ἀνχθέ⌊μένων δὲ⌉ αὐτῷ τὴν αἰτίαν δι’ ην ⌊εἰε τὴν βαϲι⌉λεύουϲαν ἀπέρχον⌊ται, προ⌉ϲεφνηϲεν αὐτοῖϲ ὁ μα⌊κάριοϲ⌉ Προκόπιοϲ λέγων ὅτι Ὁ ⌊ὁϲιώ⌉τατϲ Ἰωάννηϲ ὁ πατρι⌊άρχηϲ ἐ⌉χθραίνεται ὑπὸ τῆϲ βε⌊ϲιλίαη⌉ϲ, καὶ αὐτὸϲ μὲν περὶ ἑίμῶν οὐ⌉χ ὑπομνήϲκει, παρατί⌊θετ⌉αι δὲ ὑμᾶϲ Ἀμαντίῳ τῷ κουβι- κουλαρίψ. καὶ ἡνίκα εἰϲέλθητε εἰϲ τὴν αὐγούϲταν εὐ- δοξίαν, ἥτιϲ ἔγκυόϲ ἐϲτιν, ἐν τῇ δευτέρᾳ προελεύϲει εἶπατε αὐτῇ ὅτι Ἐλπίζομεν εἰϲ Χριϲτὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν ὅτι εἰ ὑπεί⌊αϲπίζειϲ⌉ τῶν Χριϲτιανῶν τῶν ἐν Γ⌊άζῃ⌉, ἔχει ϲοι δοῦναι ὁ θεὸϲ υἱὸν ἄρρενα· ⌊ἔ⌉νατοϲ γὰρ μήν ἐϲτιν αὐτῇ τῆϲ ⌊κυ⌉οφορίαϲ.

καταλαβόντεϲ οὖν τὸ Βυζάντιον καὶ προϲκυνήϲαντεϲ ἰωάννην τὸν Χρυϲόϲτομον καὶ διηγηϲάμενοι αὐτῷ τὰ κατ’ αὐτῶν, καὶ δι’ οὐ πάρειϲιν, παραδίδονται ὑπ’ αὐτοῦ Ἀμαντίῳ τῷ κουβικουλαρίῳ. ὅϲτιϲ ἀναδιδάξαϲ τὴν αὐ- γούϲταν τὰ περὶ ἑαυτῶν, ἐδέξατο αὐτούϲ εὔμενῶϲ καὶ ἀναφέρει τῷ βαϲιλεῖ πρὸϲ τὸ ἐκδιωχθῆναι τοὺϲ εἰδωλο- λάτραϲ. δ δὲ ἐδυϲχέραινεν διὰ τὴν πολλὴν ϲυντέλειαν τῶν δημοϲίων αὐτῶν. εἰϲελθόντων δὲ πάλιν τῶν ἐπιϲκό- πων καὶ εὐαγγελιϲαμένων τῇ αὐγούϲτᾳ περὶ τοῦ μέλ- λοντοϲ τίκτεϲθαι παιδὸϲ κατὰ τὴν προφητείαν τοῦ ὁϲίου Προκοπίου τοῦ ἡϲυχαϲτοῦ, ἡ αὐγούϲτα ἀκούϲαϲα ὑπέϲχετο πάντα πληροῦν καὶ ἐκκληϲίαν ἐγείρειν μέϲον τῆϲ αὐτῆϲ πόλεωϲΓάζηϲ. εἶτα τίκτει τὸν νέον θεοδόϲιον καὶ προϲ- καλεϲαμένη τοὺϲ ἐπιϲκόπουϲ εὐλογεῖται παρ’ αὐτῶν καὶ ὑποτίθεται αὐτοῖϲ ϲυντάξαι δέηϲιν περιέχουϲαν τὰ αἰτή- ματα αὐτῶν καὶ ἡνίκα καταξιωθῇ ὁ παῖϲ τοῦ θείcυ [*](8 αὐγοῦϲταν constanter 16 f. κατ’ αὐτούϲ πάρειϲαν 18f περὶ αὐτῶν 25 πληροῖν)

88
[*](f.224) βαπτίϲματοϲ, ἐ|⌊ξερχομ⌉ένου τῆϲ ἐκκληϲίαϲ ἐ⌊πιδοῦν⌉αι. τὴν δέηϲιν τῷ βαϲτά⌊ζο⌉ντι αὐτόν. κἀκεῖνον διετάξατο ἡ αὐγούϲτα τὸ τί μέλλει ποιεῖν. βαπτιϲθέντοϲ δὲ αὐτοῦ καὶ ἐξερχομένου τῆϲ ἐκκληϲίαϲ πεϲόντεϲ οἱ ἐπίϲκοποι προϲεκύνηϲαν τὸν μέγαν βαϲιλέα, τὸν νέον Θεοδόϲιον, καὶ ἀπέδωκαν τὴν δέηϲιν τῷ βαϲτάζοντι αὐτόν. ὃ δὲ λύϲαϲ ἀνέγνω μικρὸν καὶ λαβόμενοϲ τῇ χειρὶ τῆϲ κεφα- λῆϲ τοῦ παιδὸϲ ἐπέκλινεν αὐτὴν ἐπὶ πάντων καί φηϲιν· Ἐκέλευϲε τὸ κράτοϲ αὐτῶν γενέϲθαι τὴν ἱκεϲίαν. ἥντινα ἱκεϲίαν ἐν τῷ παλατίῳ ὑπαντήϲαϲα ἡ αὐγούϲτα καὶ ἀϲπα- ϲαμένη τὸ βρέφοϲ καὶ τὸν βαϲιλέα ἀναγνωϲθῆναι πε- ποίηκεν. καὶ ἔφη ὁ βαϲιλεύϲ· Βαρεῖα μὲν ἡ αἶτηϲιϲ, βαρυτέρα δὲ ἡ παραίτηϲιϲ, διότι καὶ πρώτη ἐϲτὶν ἡ κέλευϲιϲ τοῦ ἡμετέρου υἱοῦ. ἡ δὲ αὐγούϲτα Εὐδοξία λέγει· Καὶ πρώτη καὶ χάριν εὐϲεβείαϲ, καὶ μάλιϲτα ὑπὸ τοιούτου προϲχήματοϲ. ἐπινεύει τότε ὁ βαϲιλεὺϲ καὶ ἐκπέμπεται θεῖον γράμμα διὰ Γυνηγίου κόμητοϲ τοῦ κωνϲιϲτωρίου, ἀνδρὸϲ θερμοῦ περὶ τὴν πίϲτιν. καὶ κομί- ζεται ὁ μακάριοϲ Πορφύριοϲ παρὰ τῆϲ αὐγούϲτηϲ κεν- τηνάρια δύο χάριν κτίϲεωϲ τῆϲ ἐκκληϲίαϲ καὶ λόγῳ δαπάνηϲ ἀνὰ ἑκατὸν νομιϲμάτων. καὶ δὴ ληγατευθέντεϲ ὅ τε ἐπίϲκοποϲ καὶ ὁ μητροπολίτηϲ ἐκ τῶν δημοϲίων Παλαιϲτίνηϲ χρυϲίου ἀνὰ λιτρῶν εἴκοϲι, ϲυνταξάμενοι ἀπέπλευϲαν.

καὶ φθάϲαντεϲ τὴν Ῥόδον καὶ βουληθέντεϲ προϲκυ- νῆϲαι τὸν ὅϲιον Προκόπιον, ὁ ναύκληροϲ αἷρετικὸϲ ὤν οὐ ϲυνεχώρηϲεν. καὶ εὐπλοήϲαντεϲ ἐπὶ δύο ἡμέραϲ γίνε- ται κλύδων μέγαϲ, ὥϲτε ἑαυτοὺϲ ἀπογνῶναι, καὶ εὐχο- μένων αὐτῶν καὶ ἐτπ⌊ι⌉καλουμένων εἰϲ βοήθειαν τὴ⌊ν⌉ [*](18 κωνϲιϲταρίου 25 ρῶδον 28 ἑαυτοὺϲ ex ἑαυτοῦ, f ἑαυτῶν)

89
εὐχὴν τοῦ ἁγίου Προκοπίου τ⌊οῦ ἡ⌉ϲυχαϲτοῦ φαίνεται τῷ μακα⌊ρίῳ⌉ Πορφυρίῳ ὁ ὅϲιοϲ Προκ⌊όπιοϲ⌉ περὶ τὸν ὄρθρον λέγων· Τ|ὸν ναύ⌉κληρον κατηχήϲατε ⌊καὶ ϲφρα- γίϲατε, Ἀρειανὸϲ γάρ ἐϲτιν ⌊καὶ δι⌉ὰ τοῦτο οὐ ϲυνεχώ- ρηϲεν ὑ⌊μῖν ἐλ⌉θεῖν πρόϲ με. ἀλλὰ πο⌊ιήϲατε⌉ αὐτὸν ἀναθεματίϲαι Ἄ⌊ρειον καὶ⌉ τὴν κακοπιϲτίαν αὐτοῦ, ⌊καὶ εὐθέωϲ⌉ παύϲεται ἀφ’ ὑμῶν ὁ κλύ⌊δων. γνω⌉ρίζουϲι τοῦτο τῷ ναυκλήρ⌊ῳ, καὶ ἐξο⌉μολογεῖ καὶ ἀναθεματίζει Ἄρειον καὶ ἀναϲφραγιϲθεὶϲ καὶ κατηχηθεὶϲ μετέλαβε τῆϲ ἀχράντου κοινωνίαϲ. καὶ αὐτίκα ἐπαύθη ὁ κλύδων καὶ διὰ τεϲϲάρων ἡμερῶν καταλαβόντεϲ τὸν αιουμᾶν, ὑπήν- [*](f.224v) τηϲαν αὐτοῖϲ οἱ τῆϲ πόλεωϲ καὶ τῶν λοιπῶν μερῶν μετὰ ψαλμῳδίαϲ.

ὡϲ δὲ εἰϲῆλθεν εἰϲ τὴν πόλιν ἐπὶ τὸ καλούμενον τετράμφοδον, τὸ εἶδωλον τῆϲ Ἀφροδίτηϲ ἱϲτάμενον διὰ γλυφῆϲ μαρμάρου, ἔχον εἰϲ προὐπτον πάντα τὰ ἀϲχή- μονα μέλη καὶ ἀπατῶν ἄνδραϲ τε καὶ γυναῖκαϲ, ἔπεϲεν καὶ ϲυνετρίβη τοῦ ἐν αὐτῷ δαίμονοϲ ἐξελθόντοϲ καὶ τοῦτο ϲυντρίψαντοϲ, καὶ ϲυνέτριψεν ἐκ τῶν παριϲταμέ- νων Ἐλλήνων δύο ὡϲ ἑϲτῶταϲ καὶ μυκτηρίζοντοϲ ⌊τὸ⌉ν λαὸν ἀεὶ τῶν Χριϲτιανῶν· ὥϲ⌊τε ἐκ⌉ τῶν Ἐλλήνων πι- ϲτεῦϲαι ἄν⌊δραϲ⌉ μὲν τριάκοντα δύο, γυ⌊ναῖκαϲ⌉ δὲ ἑπτά.

καταλαμβά⌊νει τα⌉χέωϲ ὁ κόμηϲ ἔχων ὑπατι⌊κὸν καὶ. δο]ῦκα ἅμα βοηθείαϲ με⌊γάληϲ ϲτ⌉ρατιωτικῆϲ τε καὶ πο- ⌊λιτικῆ⌉ϲ καὶ καταϲτρέφουϲιν ἐ⌊κεῖνοι⌉ ἐξαιρέτωϲ τοὺϲ ὀκτὼ [ναοὺϲ⌉ τῶν εἰδώλων, τοῦ τε Ἡλί[ου καὶ⌉ τῆϲ Ἀφροδίτηϲ καὶ τοῦ ⌊Ἀπόλλ⌉ωνοϲ καὶ τῆϲ Γπόρηϲ καὶ ⌊τῆϲ Ἐκ]άτηϲ καὶ τὸ Ἡρωεῖον καὶ ⌊τῆϲ ⌉ύχηϲ ἤγουν τὸ [*](8 ἀναϲφρ. spatium non capit 14f εἰϲῆλθον 16 προῦ- πτον 17 ἀπατῶντα 18 ϲυνετοίβηι 23 κώμηϲ 26 ὁκτῶ 28 ἡροΐον)

90
Τυχαῖον καὶ τὸ Μαρνεῖον δ ἐδόκουν ἐνδοξότατον, τοῦ Κρηταγενοῦϲ Διόϲ, καὶ κατ’ οἶκουϲ ἀναρίθμητα εἰδωλεῖα κατέϲτρεψαν. καὶ ὀλοφυρομένουϲ ἐπὶ τού|τῳ τοὺϲ Ἕλ- λη]ναϲ ἔτυπτον οἱ ἄρχοντεϲ ⌊ῥάβδοιϲ⌉ καὶ ϲκυτάλαιϲ. δὲ ἐν ἁγίοιϲ ⌊Πορ⌉φύριοϲ ἀνεθεμάτιϲεν ἐπὶ τῆϲ ἐκκλη- ϲίαϲ τὸν μέλλοντα Χριϲτιανὸν ἐκ τῶν εἰδωλείων εφετε- ρίζεϲθαι ϲκεῦοϲ χρυϲόῦν ἢ ἀργυροῦν.

ἐπὶ δέκα δὲ ἡμέραϲ καύϲαντεϲ τὰ εἶδωλα διελογί- ζοντο περὶ τοῦ Μαρνείου, πῶϲ αὐτ⌊ῷ⌉ χρήϲονται, εἴτε καταϲτρέψαι εἶτε καῦϲαι καὶ καfᾶραι εἰϲ τὸ γ⌊ε⌉νέϲθαι οἶκον θεοῦ. καὶ δὴ νηϲτεύϲα⌊ν⌉τεϲ καὶ παννύχιον ϲύναξιν τελέϲαντεϲ ἄφνω ἐκ τοῦ λαοῦ π⌊αι]δίον ὡϲ ἐτῶν ἑπτὰ ἀνέκρ⌊αξεν⌉ ἱϲτάμενον μετὰ τῆϲ ἰδίαϲ μητρόϲ· Καύϲατε τὸν ναὸν τὸν ἔνδον ἕωϲ ἐδάφουϲ, πολλὰ γὰρ δεινὰ γέ- γονεν ἐν αὐτῷ, μάλιϲτα ἀνθρωποθυϲίαι. τοιούτῳ δὲ τρόπῳ καύϲατε αὐτόν· ἀγάγετε ὑγρὰν πίϲϲαν, θεῖόν τε καὶ ϲτέαρ χοίρεον καὶ μίξατε τὰ τρία καὶ χρίϲατε τὰϲ χαλκὰϲ θύραϲ καὶ ἐπ’ αὐτὰϲ τὸ πῦρἐπιβάλετε, καὶ οὕτωϲ ἅπαϲ ὁ ναὸϲ καίεται· ἄλλωϲ γὰρ οὐκ ἔϲτι δυνατὸν κατα- ϲτραφῆναι αὐτόν. τὸν δὲ ἐξώτερον ἐάϲατε ϲύν τῷ περι- βόλῳ. καὶ μετὰ τὸ καθάραι τὸν τόπον ἐκεῖ κτίϲατε ἁγίαν [*](f. 225) ἐκκληϲίαν. ἔλεγεν δὲ καὶ τοῦτο· | ⌊Μαρτύρομαι⌉ ὑμᾶϲ ἐνώπιον τοῦ ⌊θεοῦ ἄλλ⌉ωϲ μὴ γενέϲθαι, οὖτε γὰρ[ ἐγῶ εἰΠμι ὁ λαλῶν, ἀλλ’ ὁ Xριϲτὸϲ ὁ ἐν ἐμοὶ |λα⌉λῶν. ταῦτα δὲ ἔλεγεν τῇ Ϲύρᾳ φωνῇ. γνοὺϲ δὲ ὁ ἐπίϲκοποϲ ἐδόξαϲs τὸν θεὸν καὶ ἀγαγὼν τὴν μητέρα τοῦ παιδὸϲ εἶπεν αὐτῇ, εἰ μὴ καθ’ ὑποβολὴν αὐτῆϲ ἔφηϲεν ταῦτα ὁ παῖϲ. δὲ διώμνυτο μηδὲν τοιοῦτον ὑποθέϲθαι αὐτῷ. κατ’ ἰδίαν [*](1 τύχεον 2 κρητὰ γένουϲ 3 τοο⌊το⌉ 4 ϲφαιτερί- ζεϲθαι 10 καθάραι 12 τελεϲαντεϲ 21 καθάραι 27 καθ- υποβολὴν ἡ δὲ)

91
δὲ ἐκφοβήϲαϲ αὐτόν, μικρὸν ϲιωπῆϲαν ἔφη τὸ παιδίον τῇ Ἑλλάδι φωνῇ καθάπερ καὶ πρότερον περὶ τῆϲ καύ- ϲεωϲ τοῦ ναοῦ, ὥϲτε πάντϲ δοξϲαι τὰ μεγαλεῖα τοῦ θεοῦ. ἡ δὲ μήτηρ ἐφώμνυτο τὴν Ἑλληνίδα γλῶϲϲαν μήτε αὐτὴν μήτε τὸν υἰὸν αὐτῆϲ ὅλωϲ εἰδέναι. λοβοῦ ϲήϲ δὲ αὐτῆϲ παρὰ τοῦ ἁγίου τρία νομίϲματα, ἰδὼν ὁ παῖϲ ἀνέκραξε τῇ Ϲύρᾳ διαλέκτῳ· Μὴ λάβῃϲ μῆτερ, μὴ καὶ ϲὺ πωλήϲῃϲ τὴν δωρεὰν τοῦ θεοῦ χρυϲίῳ. καὶ ἀντ- ἐϲτρεψεν αὐτὰ τῷ ὁϲίῳ, ὑπὲρ αὐτῶν εὐχὴν κομιϲαμένη. ἐποίηϲεν δὲ πάττα ὁ ὅϲιοϲ καὶ ἔκαυϲε τὸν ναὸν κατὰ τὴν προφητείαν τοῦ παιδόϲ. ἐν ῷ καὶ ὁ τριβοῦνοϲ, Ἕλ- λην ὤν καὶ ὑποκρινόμενοϲ Χριϲτιανὸϲ εἰναι, μαϲτίζων τινὰϲ προφάϲει εὐταξίαϲ ἀπεκτάνθη ξύλου κατενεχθέν- τοϲ ἐπὶ τῆϲ κεφαλῆϲ αὐτοῦ. ἐπίϲτευϲαν δὲ τῷ αὐτῷ χρόνῳ ὀνόματα τριακόϲια.

διαγράφει τοίνυν τὴν ἐκκληϲίαν ϲταυροειδῶϲ κατὰ τὸν ϲκάριφον, δν πέπομφεν Εὐδοξία ἡ αὐγούϲτα. κτιζο- μένηϲ δὲ αὐτῆϲ τρεῖϲ παῖδεϲ ὡϲ ἐτῶν ἕξ ἢ ἑπτὰ διψή- ϲαντεϲ ἦλθον ἐπὶ τὸ φρέαρ ὄντι ἔϲωθεν τοῦ ναοῦ καὶ ἀντλῆϲαι ἐπιχειρηϲάντων, κλαϲθὲν τὸ ξύλον, κατηνέχθη ϲαν κάτω. θορύβου δὲ γεγονότοϲ χαλάϲαντέϲ τινα εὐρον αὐτὰ ἐπὶ λίθων ἱϲτάμενα. ἅπερ ἐν ϲπυρίδι ἀνελόμενοι, ἐρευνήϲαντεϲ οὐχ εὐρον ϲπῖλον ἐν ⌊αὐ⌉τοῖϲ, ϲταυρία δὲ εἶχον ὡ⌊ϲ ἀπὸ κιν⌉ναβάρεωϲ, ὃ μὲν ἐν ⌊τῷ μετώ⌉πῳ, δ δὲ ἐπάνω τῆϲ ⌊δεξιᾶϲ χει]ρὸϲ περὶ τοὺϲ δακ⌊τύλουϲ, ὁ⌉ δὲ ἄλλοϲ εἰϲ τὸν δεξ⌊ιὸν ὦμον⌉.

Ἰουλία δέ τιϲ ἀπὸ Ἀν[τιοχείαϲ ἐλ⌉θοῦϲα, Μανιχαίων οὐϲ⌊α μαθήτρι⌉α καὶ διδάϲκαλοϲ μϲετὰ δύο ἀν⌉δρῶν καὶ. γυναικῶν πεϲριελθοῦϲα⌉ ὑπέφθειρέν τιναϲ τῇ ϲδόξῃ αὐ⌉- [*](4f ἐπώμνυτο 19f. ἐπί τι φρέαρ ὄν 24 ὁ μἕν 25 ὁ δὲ)

92
τῆϲ καὶ τοῖϲ χρήμαϲιν. ⌊ὅπερ ὁ ὅϲι⌉οϲ γνούϲ, ἀγαγὼν ἠρώτηϲ⌊εν αὐτήν⌉. ἢ δὲ ὡμολόγηϲεν καὶ εἶ⌊πε τῷ⌉ ὁϲίῳ· Δὸϲ ἡμέραν καὶ ἢ ⌊πεῖϲον⌉ ἢ πείϲθητι. νηϲτεύ- [*](f. 225v) ϲαϲ δὲ ὁ ἅγιοϲ καὶ κρατῶν τὰ ἅγια εὐαγγέλια δίε |λέ- γετο αὐτῇ. Κορνήλιοϲ δὲ ὁ οἰάκων ἐϲημειοῦτο τοὺϲ δια- λόγουϲ ἤτοι τὴν ἀντιβολὴν ἀμφοτέρων, οῦϲ ἐν ἑτέρῳ βιβλίῳ, ὥϲ φηϲι, ϲυνέταξεν. τῆϲ δὲ Ἰουλῖαϲ πολλὰ βλαϲφημούϲηϲ κατὰ τοῦ δεϲπότου τῶν ὅλων τοῦ κυρίου ἡμῶν Ἰηϲοῦ Χριϲτοῦ, ἐπετίμηϲεν αὐτὴν ὁ ἅγιοϲ εἰπών· Ὁ θεὸϲ ὁ τὰ πάντα ποιήϲαϲ ὁρατά τε καὶ ἀόρατα, ὁ ἐν τριάδι δοξαζόμενοϲ, πατάξει τὴν γλῶϲϲάν ϲου καὶ φι- μώϲει ϲε, ἵνα μὴ λαλῇϲ βλάϲφημα κατὰ τοῦ ποιητοῦ τῶν ὅλων θεοῦ. καὶ εὐθέωϲ ἐ⌊φ⌉ιμώθη καὶ μετ’ ὀλίγον ἐξέ- ψυξεν⌉, ὥϲτε τοὺϲ μετ’ αὐτῆϲ Μανι⌊χαίου⌉ϲ μετανοῆϲαν- ταϲ πιϲτεὧϲαι εἰϲ τὸν⌉ κύριον.

μετὰ οὑν πεντα⌊ετῆ χρόνον⌉ πεποίηκε τὰ ἐγκαίνι[α τῆϲ ἁγίαϲ ἐκκ⌉ληϲίαϲ, μὴἐλεήϲαϲ⌊τὰ δαπα⌉νήματα, δεξιω- ϲάμενοϲ πάντ⌉α τὸν λαὸν καὶ χιλίουϲ ⌊μοναχούϲ⌉ τῇ ἡμέρᾳ τοῦ ἁγίου πά⌊ϲχα. ἐλ⌉έγετο δὲ καὶ μετὰ τὸ ὸ|ψον ψαλμ⌉ὸϲ καὶ μετὰ τὸ πόμα ⌊ὕμνοϲ⌉. ἐποίηϲεν δὲ καὶ. ξενο⌊δοχίαϲ⌉ παρέχων ἑκάϲτῳ ἐνδη⌊μοῦντι⌉ ἀνάλωμα τῆϲ ἡμέραϲ ⌊ἀνὰ⌉ ὀβολοὺϲ ἕξ, καὶ διέθετο ⌊πάν⌉τωϲ μετὰ τὸ πάϲχα ἕωϲ τῶν ϲαράκοντα ἡμερῶν δίδοϲθαι τοῖϲ πτω- χοῖϲ ἀνὰ ὀβολοὺϲ δέκα, ἀφορίϲαϲ ἐπ’ α⌊ὐτὸ κτήμα]τα, καὶ εἰ μὴ βουλπ⌊θείη ὁ μετ’ αὐ⌉τὸν προεϲτώϲ ἐπίϲκοπ⌊οϲ κα⌉τὰ τὴν διατύπωϲιν αὐτοῦ ⌊πα⌉ρέχειν τοῦτο, προϲκυ- ροῦϲθαι τὸ αὐτὸ κτῆμα τῇ μητροπόλει Γαιϲαρείαϲ.

ἐντεῦθεν τὰ περὶ Ϲαμψύχου τοῦ ἄρχοντοϲ, ὅπωϲ ἀντιβολῆϲ γενομένηϲ ὑπὲρ χωρίων καὶ τοῦ οἰκονόμου [*](2 ἡ δὲ 5 ἐϲημειούτω 8 βλαϲφιμούϲηϲ 12 βλάϲφιμα 19 τὸν ὄψον 29 αντιβολῆϲ)

93
ὑβρμϲθέ⌊ν⌉τοϲ ἐπανέϲτηϲαν οἱ πολῖται ἅμα τοῖϲ τοῦ βου- λευτηρίου τοῖϲ τῆϲ ἐκκληϲίαϲ, ὥϲτε καὶ τὸν ἅγιον φυ- γόντα ξενιϲθῆναι εἰϲ οἶκον ἐν ῷ εὐρεν παιδίϲκην τινὰ ὀνόματι Ϲαλάνθαν τὴν καὶ μετονομαϲθεῖϲαν ξἰρήνην, καὶ διηκονήθη παρ’ αὐτῆϲ. ὁ δὲ ὑπατικὸϲ Κλᾶροϲ τοὺϲ ϲτα- ϲιάϲανταϲ κατὰ τῆϲ ἐκκληϲίαϲ τιμωρηϲάμενοϲ εἰρήνευϲεν τὴν πόλιν. ἡ δὲ εἰρημένη Θἰρήνη ἐβαπτίϲθη παρὰ τοῦ ὁϲίου Πορφυρίου μεθ’ ἑτέραϲ θείαϲ αὐτῆϲ καὶ μάμμηϲ, καὶ ἀποταξαμένη ἐνθέωϲ ἐπολιτεύϲατο.

ὁ δὲ ὅϲιοϲ Πορφύριοϲ ἱκανὰ ἔτη ἐπιβιώϲαϲ καλῷ ὕπνῳ ἐκοιμήθη μηnὶ Φευρουαρίῳ εἰκάδι ἕκτῃ, ἐπιϲκοπή- ϲαϲ ἔτη εἶκοϲι τέϲϲαρα, μῆναϲ ἕνδεκα καὶ ἡμέραϲ ὀκτώ. ὁ δὲ τὸν ὅϲιόν ϲου ἱεράρχην καὶ πιϲτὸν θερά⌊ποντα [*](f.226) Πο⌉ρφύριον θεὸϲ δοξϲαϲ ⌊καὶ δι’ αὐτ⌉οῦ τῆϲ τῶν λῶν ⌊πλάν⌉ηϲ τὸν λαόν ϲου ἐλευθε⌊ρώϲ⌉αϲ καὶ πρὸϲ τὴν ϲὴν ἐπί⌊γ⌉νωϲιν μετενέγκαϲ, αὐτοῦ ταῖϲ πρεϲβείαιϲ ὡϲ ἀγαθὸϲ δυϲω⌊πο⌉ύμενοϲ, λύτρωϲαι καὶ νῦν τὴν ἐκκληϲίαν ϲου πάϲηϲ αἷρετικῆϲ πλάνηϲ καὶ ἀποϲταϲίαϲ τῆϲ κατ- εχούϲηϲ τὸν κόϲμον· ὅτι ϲὺ εἶ ὁ θεὸϲ ὁ πάνταϲ θέλων ϲωθῆναι, καὶ ϲοῦ ἐϲτιν ἡ δόξα καὶ τὸ κράτοϲ εἰϲ τούϲ αἰῶναϲ τῶν αἰώνων. ἀμήν.

[*](20 ct. Tim. 1 2,4)[*](2 κλάροϲ τοῦ ϲταϲιάϲαντοϲ 12 εἰκάδα 15 αὐτ]ου acc. om. ut vidstur)