Vita Porphyrii episcopi Gazensis

Marcus Diaconus

Marcus Diaconus. Vita Porphyrii episcopi Gazensis. Societatis philologae bonnensis sodales, editor. Leipzig: Teubner, 1895.

μεθ’ ἡμέραϲ δὲ ὀλίγαϲ ἀνεμνήϲθη ὁ ἐν ἁγίοιϲ φύριοϲ τῆϲ ἀγαθῆϲ ἐκείνηϲ κόρηϲ τῆϲ ὑποδεξαμένηϲ ἡμᾶϲ 〈καὶ〉 μετεπέμψατο αὐτὴν δι’ ἐμοῦ· ἣη δὲ δρομαία παρ- εγένετο, ἔχουϲα καὶ ἄλλην γυναῖκα ἣν ἔλεγεν θείαν εἶναι. ευελθοῦϲαι δὲ πρὸϲ τὸν μακάριον ἐπίϲκοπον προϲέπεϲαν τοῖϲ ποϲὶν αὐτοῦ ὃϲ εὐμενῶϲ ταύταϲ ἐδέξατο ὡϲ πατὴρ φιλόϲτοργοϲ. εἶπεν δὲ τῇ κόρῃ· Ἀληθῶϲ, θύγατερ, ἐπι θυμεῖϲ γενέϲθαι Χριϲτιανή ἣ δὲ ἀποκριθεῖϲα εἶπεν· Καὶ ἤδη εἶπόν ϲοι, κύριέ μου, ὅτι ἐκ πολλοῦ ἔχω τὴν ἐπι- θυμίαν ταύτην καὶ νῦν παρήγαγον μάρτυρα τὴν ἐμὴν θείαν, ἥτιϲ καὶ αὐτὴ τῆϲ αὐτῆϲ ἐϲτιν ἐπιθυμίαϲ. ὃ δὲ πριχαρὴϲ γενόμενοϲ εἶπεν αὐτῇ Ἀνδρίζου καὶ ἴϲχυε, ηέκνον. καὶ προϲκαλεϲάμενοϲ τὸν οἰκονόμον τῆϲ ἁγίαϲ ἐκκληϲίαϲ ἐπέτρεψεν αὐτῷ παρέχειν αὐτῇ τε καὶ τῇ αὐτῆϲ μάμμῃ ἀργυρίου μιλιαρήϲια τέϲϲαρα καθ’ ἑκάϲτην ἡμέραν, τῇ δὲ αὐτῆϲ θείᾳ ἔδωκεν νόμιϲμα ἕν, καὶ ϲφρα- [*](1 ἐπενεχθειϲῶν v ‘de participiis cum nominibus genere non congaruentibus dixerant Reisk. animadv. in Polyb. p.390, Lobeck. Phryn.p.448 et751, Agl. p. 216, Bekk. in Zos.lV 29 Ha 5 παρηϲτᾶ V corr. v 6 βουνευρήϲαϲ B 11 καὶ add. Ha 13 προϲέπεϲον v 15 θύγατηρ BV corr. v 19 ἥτηϲ B) [*](20 αὐτῇ . . . 22 παρέχειν om. V 23 μηλιαρήϲια V corr. v 24 ἔδοκεν B ϲφραγήϲαϲ B)

80
γίϲαϲ αὐτὰϲ τῷ ϲημείῳ τοῦ ϲταυροῦ ἀπέλυϲεν, παραγγεί- λαϲ αὐταῖϲ ϲχολάζειν ταῖϲ εὐχαῖϲ καὶ τῇ κατηχήϲει τῶν κατηχουμένων. ἔπεμψεν δὲ καὶ εἰϲ τὸν αὐτῆϲ οἶκον τὸν θεοϲεβῆ Τιμόθεον τὸν πρεϲβύτερον καὶ κατηχητὴν καὶ ἐπέτρεψεν αὐτῷ ϲφραγίϲαι τὴν μάμμην τῆϲ κόρηϲ· ὡϲ γὰρ προεῖπον τὸ ϲῶμα εἶχεν ϲυμπεπαρμένον. καὶ κατηχη- θεῖϲαι αἱ τρεῖϲ ὀλίγον χρόνον ἠξιώθηϲαν τοῦ τιμίου βα- πτίϲματοϲ. μετὰ δὲ τὸ ἀποθέϲθαι τὸ ἅγιον ϲχῆμα προϲ- καλεϲάμενοϲ ὁ ὅϲιοϲ τὴν εἰρημένην κόρην εἶπεν αὐτῇ· Θέλειϲ ζευγνύωμέν ϲε ἀνδρὶ πρὸϲ γάμον ἔννομον καὶ. γὰρ ἔϲτιν ϲοι καιρὸϲ τοῦ ϲυμβιῶϲαι· οὔτε γὰρ ἀπηγό- ρευται τῇ ἡμετέρᾳ γραφῇ ὁ ϲεμνὸϲ γάμοϲ. ἡ δὲ κόρη ἀκούϲαϲα τὸν λόγον τοῦ ὁϲίου ἤρξατο δακρύειν καὶ λέγειν· Πάτερ ἀγαθέ, μεθ’ ὅ με ἔζευξαϲ ἀνδρὶ μεγάλῳ, ἀποζεῦξαί με θέλειϲ ἐκείνου καὶ ἐκδοῦναι ταπεινῷ καὶ μηδαμινῷ, μηδαμῶϲ, κύριέ μου, τοῦτο ποιήϲῃϲ. ὁ δὲ ἐν ἁγίοιϲ ϲυναρπαγεὶϲ εἶπεν· Καὶ τίϲ ἐϲτιν οὗτοϲ ὃν ἔζευξά ϲοι; ἣ δὲ ἀπεκρίνατο· Ἰηϲοῦϲ Χριϲτόϲ, ὁ ϲωτὴρ τῶν ψυχῶν ἡμῶν, ὁ ἀληθινόϲ μου νυμφίοϲ, οὗ οὐκ ἀποζεύγνυμαι εἰϲ τὸν αἰῶνα. ἀκούϲαϲ δὲ ὁ ἐν ἁγίοιϲ καὶ κατανυγεὶϲ ἐδάκρυϲεν, ὥϲτε ἐκ τῆϲ πολλῆϲ κατα- νύξεωϲ περιλαβεῖν τὴν κόρην καὶ τὴν κεφαλὴν αὐτῆϲ καταφιλῆϲαι· ὄντωϲ γὰρ ἦν τελείωϲ ἀπαθὴϲ καὶ ἀπὸ πολλῆϲ εὐϲπλαγχνίαϲ ἐγγὺϲ ἔχων τὸ δάκρυον. καὶ ἡμεῖϲ δὲ οἱ περὶ αὐτὸν θεαϲάμενοι τὴν χάριν τοῦ ἁγίου πνεύ- [*](4 [πρ]εϲβύτερον c.ras. V 2 αὐτῆ ex αὐτπὴν V 10 ζεύ- γνωμέν ϲε BV corr. v 11 βιῶϲαι BV corr. Ηa 12 ἡμετέ V ρα add. V2 16 μηδαμηνῶ BV corr. v ποιήϲειϲ B 20 ἀπο- ζεύγνοιμε B -νυμε V corr. v 22 κόρην in ras. V 23 ἀπα- θεἰϲ B εὐπαθὴϲ Ha, an ϲυμπαθὴϲ 24 δακρύων B 25 πνεύ- ματοϲ. πατρὸϲ V)
81
ματοϲ τὴν δοθεῖϲαν τῇ θεοφιλεῖ κόρῃ ἐδοξάϲαμεν τὸν θεὸν τὸν δωρούμενον ϲοφίαν καὶ χάριν τοῖϲ ἐκλεκτοῖϲ αὐτοῦ. | ἀπέλυϲεν δὲ τὴν κόρην ἐν ἐκείνῃ τῇ ἡμέρῳ. ϲυνέβη δὲ ἐν αὐταῖϲ ταῖϲ ἡμέραιϲ τὴν γραῦν ἀναπαῆναι καὶ ἀπελθεῖν πρὸϲ κύριον. τότε προϲκαλεϲάμενοϲ τὴν κόρην μετεπέμψατο τὴν θεοϲεβῆ Μαναρίδα τὴν διάκονον, τὴν διερμηνευομένην καὶ αὐτὴν κατὰ μὲν τὴν Ἑλληνίδα γλῶϲϲαν Φωτεινήν, ταύτῃ παρέθετο τὴν Ϲαλαφθάν, δοὺϲ αὐτῇ τὸ κανονικὸν ϲχῆμα, καὶ παραθέμενοϲ αὐτὰϲ τῷ θεῷ ἀπέλυϲεν μετ᾿ εἰρήνηϲ. τοιαύτην δὲ ἀνεδέξατο πολι- τείαν οἵαν οὐκ ἄλλη κατ᾿ ἐκεῖνον τὸν χρόνον ἔϲχεν, καθ᾿ ἡμέραν νηϲτεύουϲα καὶ μετὰ τὴν νηϲτείαν μεταλαμβά- νουϲα ὀλίγου ἄρτου μετὰ ἁλῶν καὶ ὀϲπρίου βρεκτοῦ ἢ λεπτολαχάνου καὶ ὕδατοϲ μόνου· τοῦ γὰρ οἴνου παν- τελῶϲ οὐ μετελάμβανεν. ἐν δὲ ταῖϲ ἑορταῖϲ μετελάμ- θανεν καὶ ἐλαίου καὶ ἐλαίαϲ ἤϲθιεν, οὐδὲν δὲ ἄλλο τῶν διὰ πυρὸϲ γενομένων ἐγεύετο, ἐν δὲ τῇ τεϲϲαρακοϲτῇ τῶν νηϲτειῶν τὰϲ πάϲαϲ ἡμέραϲ διὰ δύο ἤϲθιεν βρεκτὰ ὄϲπρια ἢ λεπτολάχανα ἄνευ ἄρτου, τὴν δὲ ἁγίαν παϲχα- λίαν πᾶϲαν εἷλκεν τὴν ἑβδομάδα μηδενὸϲ μεταλαμβά- νουϲα, εἰ μὴ τῇ ἁγίᾳ πέμπτῃ μετὰ τὴν ἁγίαν κοινωνίαν ὕδατοϲ θερμοῦ. καὶ τοϲοῦτον κατέτηξεν αὐτῆϲ τὸ ϲῶμα ὡϲ νομίζειν τοὺϲ ὁρῶνταϲ αὐτὴν ϲκιὰν θεωρεῖν. ἐγέ- νετο δὲ ὑπόδειγμα καὶ ἄλλαιϲ πολλαῖϲ· ἐζήλωϲαν γὰρ τὸν βίον καὶ τὴν πολιτείαν τῆϲ ἁγίαϲ κόρηϲ Ϲαλαφθᾶϲ, ἥτιϲ ἕωϲ τοῦ νῦν δοκεῖ ζῆν· νενέκρωται γὰρ τῷ κόϲμῳ, [*](1 δοθήϲαν B 8 φωτινήν B ταύτην BV corr. Ha f. 〈καὶ〉 τ. 10 δὲ om. V 13 ἀλῶν ex ἄλλων B ἁλὸϲ V ὀϲπρέου V 16 ἐλέαϲ B 17 ἐγεύγετο B 20 ἥλκεν B 22 κατέτιξεν B 23 όρόνταϲ B 26 ἥτηϲ B Ζεῖν B τῶ ex τὸ et κόϲμω in ras V)
82
τῷ δὲ Χριϲτῷ ζῇ καὶ ϲὺν αὐτῷ ἐϲτιν διὰ παντόϲ ἧϲ τῶν ἁγίων εὐχῶν μέροϲ ἔχωμεν. καὶ ταῦτα μὲν περὶ. τῆϲ ὁϲίαϲ κόρηϲ Ϲαλαφθᾶϲ εἰρήεθω.

ὁ δὲ μακαριώτατοϲ ἐπίϲκοποϲ Πορφύριο καταϲτήϲ τόν τε ἐικληϲιαϲτικὸν κανόνα καὶ τὴν πᾶϲαν ἀκολου- θίαν, ἐπιζήϲαϲ ἄλλα ὀλίγα ἔτη μετὰ τὸ ἁγιάϲαι τὴν μεγάλην ἐκκληϲίαν, πεωπεεὼν ἀρρωϲτίᾳ διετύπωϲεν εὐϲεβῆ διαθήκην, ληγατεύϲαϲ πολλούϲ, καὶ παραωενοϲ πάνταϲ τοὺϲ τοῦ φιλοχρίϲτου λαοῦ τῷ θεῷ ἐν εἰρήνῃ ἐκοιμήθ μετὰ τῶν ἁγίων μηνὶ Δύϲτρῳ δευτέρᾳ ἔτουϲ κατὰ Γαζαίουϲ ὀγδοηκοϲτοῦ τετροκοϲιοϲτοῦ, ἐπιϲκοπήϲαϲ ἔτη κδ καὶ μῆναϲ ια καὶ ἡμέραϲ η, τὸν καλὸν ἀγῶνα τετελεκὼϲ πρὸϲ τοὺϲ εἰδωλομανεῖϲ ἕωϲ τῆϲ ἡμέραϲ τῆϲ κοιμήϲεϲ αὐτοῦ. καὶ νῦν ἔϲτιν ἐν τῷ παραδείϲῳ τῆϲ τρυφῆϲ, πρεϲβεύων μετὰ πάντων τῶν ἁγίων ὑπὲρ ἡμῶν, ὧν ταῖϲ εὐχαῖϲ ἐλεήϲῃ ἡμᾶϲ ὁ πατὴρ καὶ θεὸϲ ϲὺν υἱῷ καὶ ἁγίῳ πνεύματι, ᾦ ἡ δόξα καὶ τὸ κράτοϲ εἰϲ τοὺϲ αἰῶναϲ τῶν αἰώνων. ἀμήν.

[*](2 ἔχοιμεν Eb 5 κανώνα B ἀκολουθεῖαν B 6 ἄλα B 7 μεγάλην: ἁγίαν V 8 λιγατεύϲαϲ BV corr. v 11 ἐπππϲκοπίϲαϲ B 12 η: ὀκτὼ B 13 εἰδωλωμανεῖϲ B 16 ἐλεήϲει V -ϲειεν Ha)
83
[*](f. 222)

Ὁ ἐν ἁγίοιϲ πατὴρ ἡμῶν Πορφύριοϲ οὗτοϲ ὥρμητο ἐκ τῆϲ θεϲϲαλονικέων πόλεωϲ, πλουϲίων καὶ εὐγενῶν γονέων ὑπάρχων υἱόϲ, ἐπὶ τῆϲ βαϲιλείαϲ Ἀρκαδίου καὶ Ὁνωρίου. ἀπάραϲ δὲ τῆϲ ἐνεγκαμένηϲ καὶ πλεύϲαϲ εἰϲ Αἴγυπτον δέχεται τὸ ϲχῆμα τοῦ μονήρουϲ βίου ἐν τῇ κήτει. πέμπτον δὲ ἔτοϲ ϲὺν τοῖϲ ἁγίοιϲ πατράϲι δια- τρίψαϲ ἦλ|θεν εἰϲ Ἱεροϲόλυμα προϲεδρεύων τοῖϲ ἁγίοιϲ τόποιϲ, κἀκεῖθεν ἀπρϲτέλλει Μάρκον τὸν διακονοῦντα αὐτῷ μετὰ γραμμάτων ἐν Θεϲϲαλονίκῃ· ἣν καταλαβὼτ καὶ μερίϲαϲ τὴν οὐϲίαν αὐτοῦ μετὰ τῶν ἀδελφῶν αὐτοῦ ἤγαγεν αὐτῷ τὴν τούτων τιμὴν νομίϲματα τριϲχίλια, ἄργυρον δὲ καὶ χρυϲὸν καὶ ἐϲθήματα ἑτέρων νομιϲμά- των χιλίων τετρακοϲίων· ἅπερ λαβὼν ὕϲτερον διέδωκεν πτωχοῖϲ καὶ μοναϲτηρίοιϲ. πάϲχοντοϲ οὖν αὐτοῦ πρώην τὸ ἧπαρ, εὗρεν αὐτὸν ὁ διακονητὴϲ αὐτοῦ ἐλθὼν ὑγιῆ καὶ ἐρωτήϲαϲ τὸν τρόπον τῆϲ ἰάϲεωϲ, ἔφη ὅτι Ὄντοϲ μου ἐν τῇ ἀγρυπνίᾳ τῆϲ ἁγίαϲ Ἀναϲτάϲεωϲ, κατέϲχεν με ὀδύνη ἀφόρητοϲ. ἀνῆλθον ἐν τῷ ἁγίῳ κρανίῳ καὶ ἔθηκα ἑαυτόν, καὶ ἰδοὺ ὁρῶ ἐν ἐκϲτάϲει τὸν ϲωτῆρα καθηλω- μένον ἐν τῷ ϲταυρῷ καὶ ἄρχομαι κράζειν τὴν φωνὴν [*](EPIΤΟMA COD. PARISlNI 1452 4 θεϲαλονικέων 6 ὠνο- ρίου 8 ϲκήτη 11 θεϲαλονίκη 17 ἦπαρ)

84
τοῦ λῃϲτοῦ ‘μνήϲθητί μου κύριε ἐν τῇ βαϲιλείᾳ ϲου’ καὶ λέγει ὁ ϲωτὴρ τῷ λῃϲτῇ· Κάτελθε ἐκ τοῦ ϲταυροῦ καὶ ϲῶϲον ἐκεῖνον τὸν ἀνακείμενον ὥϲπερ καὶ ϲὺ ἐϲώθηϲ. [*](f. 222v) καὶ κατελθὼν περιέλαβεν καὶ κατεφίληϲέν με | καὶ προ- τείναϲ τὴν αὐτοῦ δεξιὰν ἀνέϲτηϲέν με λέγων· Ἐλθὲ πρὸϲ τὸν ϲωτῆρα. καὶ εὐθέωϲ ἀνέϲτην καὶ ἔδραμον πρὸϲ αὐτὸν καὶ ὁρῶ αὐτὸν καταβάντα ἐκ τοῦ ϲταυροῦ καὶ λέγοντά μοι· Λάβε τοῦτο τὸ ξύλον καὶ φύλαξον αὐτό. καὶ λαβὼν καὶ βαϲτϲαϲ ἦλθον εἰϲ ἐμαυτὸν ἐκ τῆϲ ἐκϲτά- ϲεωϲ καὶ οὐκέτι μοι ὀδύνη ἐγένετο.

ἦν οὖν ὁ ὅϲιοϲ πάϲῃ ϲοφίᾳ ἐξηϲκημένοϲ, ἀποϲτομί- ζων Ἰουδαίουϲ καὶ Ἕλληναϲ καὶ αἱρετικούϲ, πάϲῃ ἀρετῇ κατακεκοϲμημένοϲ· ϲκυτοτομικὴν δὲ τέχνην μετήρχετο, πλύνων δέρματα καὶ βύρϲαϲ καὶ ῥάπτων. χειροτονεῖται οὖν πρεϲβύτεροϲ ὑπὸ Πραϋλίου τοῦ τηνικαῦτα πατρι- άρχου Ἱεροϲολύμων ὑπάρχων ἐτῶν ϲαράκοντα πέντε. καὶ ἐγχειρίζει αὐτῷ τὴν φυλακὴν τοῦ τιμίου ϲταυροῦ· ὡϲ πληρω[θῆν]αι τὴν πρώην αὐτῷ δι⌊ . . . .⌉ϲαν ὅραϲιν. ἦν δὲ ἡ τροφὴ αὐτοῦ ἄρτοϲ καὶ λάχανα μετὰ δύϲιν ἡλίου.

τοῦ οὖν ἐπιϲκόπου Γάζηϲ Εἰρηνίωνοϲ μετὰ ἐνιαυτὸν κοιμηθέντοϲ ἦλθον οἱ Γαζαῖοι πρὸϲ Ἰωάννην τὸν μητρο- πολίτην Καιϲαρείαϲ Παλαιϲτίνηϲ αἰτοῦντεϲ ἐπί|ϲκοπον. καὶ κηρύξ⌊αϲ νηϲτεί⌉αν ἐπὶ τοῦτο, ἀποκ⌊αλύπτεται⌉ αὐτῷ Πορφύριοϲ. ὁρᾷ ⌊τότε ὁ⌉ μακάριοϲ Πορφύριοϲ τὸν κύ- ριον ἐν ὁράματι λέγοντα αὐτῷ Παράδοϲ τὴν παραθή- κην ἣν παρεθέμην· ζεῦξαι γάρ ϲε θέλω γυναικὶ ταπεινῇ μὲν ἀλλ᾿ εὐπορωτάτῃ. ἐν τούτοιϲ οὖν μετὰ μικρὸν ἀποϲτέλλει αὐτὸν ὁ πατριάρχηϲ Πραΰλιοϲ πρὸϲ Ἰωάννην τὸν Καιϲαρείαϲ μητροπολίτην αἰτήϲαντοϲ αὐτοῦ τοῦτον [*](23 cf. 85, 9 sim. 20 εἰρηνιῶνοϲ 26 ταπεινὴ)

85
αὐτῷ ἐκπεμφθῆναι λόγῳ ζητήματοϲ γραφικοῦ. ὃν κατα- λαβόντα χειροτονεῖ ἐπίϲκοπον Γάζηϲ δακρύοντα. καὶ. παραδοθεὶϲ τοῖϲ Γαζαίοιϲ ἦλθεν εἰϲ τὸν ναὸν τῆϲ ἁγίαϲ Εἰρήνηϲ, ὃν ἰρηνίων ὁ πρὸ αὐτοῦ ἐπίϲκοποϲ ᾠκοδόμηϲεν.

μετὰ δὲ τὴν εἴϲοδον αὐτοῦ ἀβροχίαϲ γενομένηϲ οἱ Ἕλληνεϲ τὴν αἰτίαν τῷ ὁϲίῳ Πορφυρίῳ ἐπέγραφον, ὡϲ χρηματιϲθέντοϲ παρὰ Μάρνα τοῦ αὐτῶν θεοῦ ὅτι, φηϲί, Κακοπόδινόϲ ἐϲτι Πορφυρίων ὁ ἐπίϲκοποϲ. αὐτὸϲ δὲ κηρύξαϲ παννυχίδα καὶ εὐξάμενοϲ μετὰ τοῖϲ Χριϲτιανοῖϲ, ἐποίηϲεν ὁ κύριοϲ γενέϲθαι ὄμβρον μέγαν, ὥϲτε λοὺϲ τῶν Ἐλλήνων πι|⌊ϲτεύονταϲ⌉ λέγειν ὅτι Ὁ Χριϲτὸϲ [*](f. 223) μόνοϲ ⌊θεόϲ⌉, αὐτὸϲ μόνοϲ ἐνίκηϲεν. ⌊ἐπίϲτ⌉ευϲαν δὲ τότε ἄνδρεϲ ἑ[κατ]ὸν εἴκοϲι ἑπτὰ καὶ παῖδεϲ τέϲϲαρεϲ.

ὄντων δὲ τῶν ἀρχόντων ἔτι ἀπίϲτων πολλὰ κακὰ τοῖϲ Χριϲτιανοῖϲ ἐπεδείκνυντο. Βαρωχᾶϲ τοίνυν ὁ ἀνά θρεπτοϲ τοῦ ἁγίου ἀποϲταλεὶϲ ἀνύϲαι εἰϲ κώμην κανόνα ἐκκληϲιαϲτικόν — γεωργὸϲ οὖν τιϲ Ἕλλην ἀντιταξάμενοϲ αὐτῷ ἐποίηϲεν ταραχήν, καὶ ἀθροιϲθέντεϲ οἱ Ἕλληνεϲ τύπτουϲι τὸν Βαρωχᾶν ἕωϲ θανάτου. Κορνήλιοϲ δὲ διά- κονοϲ εὺρὼν αὐτὸν ὡϲεὶ νεκρὸν ἤγαγεν ἐν τῇ πόλει. ᾧτινι ὀργιϲθέντεϲ οἱ Ἕλληνεϲ ἔτυψαν αὐτόν, ὅτι νεκρὸν εἰϲήγαγεν εἰϲ τὴν πόλιν. γνοὺϲ δὲ ὁ ἅγιοϲ ἐξελθὼν μετὰ πολλὰϲ παραινέϲειϲ μόλιϲ τούτουϲ εἰρήνευϲεν. πάλιν δὲ ἐπιβάντων ἐνδυναμωθεὶϲ ὁ θεοφιλὴϲ Βαρωχᾶϲ, ὁ παῤ αὐτοῖϲ νεκρὸϲ νομιζόμενοϲ, ἁρπάϲαϲ ξύλον ἐδίωξεν οὐ τοὺϲ μέχρι τοῦ Μαρνείου.

τότε μηνύει τῷ βαϲιλεῖ διὰ τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυϲοϲτόμου τοῦ τηνικαῦτα πατριάρχου ὄντοϲ Κωνϲταν- [*](1 ζητημάτων χρηματιϲθέντεϲ μαρνᾶ 8 κακοπο- δῖνοϲ ἐϲτὶ 10 μέγα 15 βαροχὰϲ constanter ἀναθρεπτὸϲ 19 f. δὲ 〈ὁ〉)

86
τινρυπλεωϲ ὁ ὅϲιοϲ Πορφύριοϲ, κλειϲθῆναι δεόμενοϲ τὰ εἰδωλεῖα. | καὶ ἀπεϲτάλη ὑπὸ τοῦ βαmιλέωϲ Ἰλάριϲ μετὰ γραμμμάτων τπαὶ ἔκλειϲεν τὰ εἰδωλεῖα πάντα, ἐάϲαϲ τὸ Μαρνεῖον καὶ μόνον διὰ τὸ λαμβάτειν αὐτὸν πολλὰ χρήμματα. καὶ ἐπετέλουν ἐν αὐτῷ οἱ Ἐλληνεϲ πάλιν τὰϲ μυϲρὰϲ αὐτῶν θυϲίαϲ.