Vita Porphyrii episcopi Gazensis

Marcus Diaconus

Marcus Diaconus. Vita Porphyrii episcopi Gazensis. Societatis philologae bonnensis sodales, editor. Leipzig: Teubner, 1895.

ϲυμβαίνει δὲ ἄλλο θαυμαϲτὸν γενέϲθαι προϲκαλού- μενον πολλοὺϲ εἰϲ ἐπίγνωϲιν ἀληθείαϲ ἐλθεῖν· ὁ θεὸϲ γὰρ ὡϲ εὔϲπλαγχνοϲ οἶδεν διὰ προφάϲεων ἐπιϲτρέφειν τὸ γένοϲ τῶν ἀνθρώπων εἰϲ τὸ νοητὸν αὐτοῦ φῶϲ. τὸ δὲ ϲυμβὰν πρᾶγμα ἐν τούτοιϲ ἦν. γυνή τιϲ τῶν ἐμφανῶν τῆϲ | πόλεωϲ ὀνόματι Αἰλίαϲ μέλλουϲα τίκτειν κινδύνῳ μεγάλῳ περιέπεϲεν, ἡ δὲ αἰτία τοῦ κινδύνου αὕτη ὑπῆρχεν. τὸ βρέφοϲ αὐτῆϲ οὐκέτι κατὰ φύϲιν ἐξῄει, ἀλλ’ ἐξετράπη εἰϲ τὸ παρὰ φύϲιν, καὶ χαλάϲαν τὴν μίαν χεῖρα οὐκ ἠδύνατο τὸ ὑπόλοιπον ϲῶμα κατ- ενεχθῆναι· ἦν γὰρ πλάγιον ἐν τῇ γαϲτρὶ καὶ οὐκ ἴϲχυον αἱ μαῖαι εἰϲ τὸ κατὰ φύϲιν αὐτὸ μεταγαγεῖν. ἦν δὲ ἡ ὀδύνη ἄφατοϲ προϲγινομένη τῇ γυναικί, τῶν κατὰ ὥραν ὠδίνων τὸ βρέφοϲ ὠθουϲῶν, πλείων δὲ ἡ ἐπίδοϲιϲ τῶν πόνων ἐγίνετο τῆϲ δευτέραϲ ἡμέραϲ διαδεξαμένηϲ τὴν πρώτην, ὁμοίωϲ καὶ τῆϲ τρίτηϲ ὀδυνηροτέραϲ οὔϲηϲ τῆϲ δευτέραϲ· ἐπετάθηϲαν δὲ οἱ πόνοι ἕωϲ ἡμερῶν ἑπτά, τοῦ κακοῦ προϲθήκην ἀεὶ λαμβάνοντοϲ. ἀλλὰ καὶ οἱ ἰατροὶ ἠβουλήθηϲαν αὐτὴν ἐμβρυοτομῆϲαι, καὶ θεαϲά- μενοι τὰϲ δυνάμειϲ αὐτῆϲ διαπεϲούϲαϲ ἀπηγόρευϲαν αὐτῆϲ. οἱ ταύτηϲ οὖν γονεῖϲ καὶ ὁ ἀνὴρ Ἥρωϲ ὄντεϲ [*](1 λεληθότοϲ B 2 εἰδωλωμανίαϲ B 3 ἀθέμητα BV corr. Ha 4 ἄλλον rad. corr. V 9 αἰλιὰϲ M, an Αἰλία 12 ἐξίει BV corr. v ἐξετράπει B 13 τὸ ὑπόλοιπον in marg. add. V ὑπόλυπον B 15 μέαι B 16 προϲγινομένη ex -γιγν. V 17 ὀδυνῶν BV ὀθουϲῶν BV corr. v πλέον BV corr. Ha 19 f. ὁμοίωϲ 〈δὲ〉 καὶ τῆϲ: τῆϲ sscr. V ὁδυνο- τέραϲ V 23 αὐτ[ῆ]ϲ c. ras. V)

27
δειϲιδαίμονεϲ ἐποίουν καθ’ ἑκάϲτην θυϲίαν ὑπὲρ αὐτῆϲ, ἔφερον δὲ καὶ ἐπαοιδούϲ καὶ μάντειϲ, νομίζοντεϲ ἐκ τούτων αὐτὴν ὠφελῆϲαι, καὶ οὐδὲν ἤνυον. ὑπῆρχεν δὲ αὐτῇ τροφὸϲ πιϲτή, ἥτιϲ ὑπεραλγοῦϲα δεήϲειϲ ἐποιεῖτο ἐν τοῖϲ εὐκτηρίοιϲ οἴκοιϲ ὑπὲρ αὐτῆϲ. ἐν μιᾷ οὖν ἡμέρᾳ αὐτῆϲ εὐχομένηϲ ἐν τῇ ἐκκληϲίᾳ μετὰ δακρύων, εἰϲῆλθεν ὁ ἐν ἁγίοιϲ Πορφύριοϲ περὶ τὴν ἐνάτην ὥραν, κἀγὼ δὲ ἅμα αὐτῷ, καὶ ὁρῇ τὴν γραῦν κατώδυνον δεομένην τοῦ θεοῦ μετὰ δακρύων, καὶ ϲτὰϲ ἐπηρώτα αὐτὴν τὴν αἰτίαν. ἣ δὲ θεαϲαμένη αὐτὸν προϲέπεϲεν τοῖϲ ποϲὶν αὐτοῦ παρακαλοῦϲα αὐτὸν δεηθῆναι τῷ Χριϲτῷ ὑπὲρ αὐτῆϲ. ὡϲ δὲ ἔγνω ὁ ἅγιοϲ τῆϲ γυναικὸϲ τὴν αἰτίαν, καὶ αὐτὸϲ ἐδάκρυϲεν· ἦν γὰρ καθ’ ὑπερβολὴν εὔϲπλαγχνοϲ. λέγει δὲ τῇ τροφῷ· Ἀκούω περὶ τοῦ οἴκου ἐκείνου ὅτι κατ- είδωλοϲ τυγχάνει καὶ δυϲχερῶϲ δύναται ϲωθῆναι· ἀλλ’ ὅμωϲ τῷ θεῷ πάντα δυνατά, καὶ γὰρ διὰ προφάϲεωϲ ϲῴζει τοὺϲ μέλλονταϲ ἀπόλλυϲθαι. ἄπελθε οὖν καὶ ϲυν- άγαγε πάνταϲ τοὺϲ ϲυγγενεῖϲ καὶ γονεῖϲ καὶ τὸν ἄνδρα καὶ εἰπὲ αὐτοῖϲ· Ἐπειδὴ ἔϲτιν ἐνταῦθα ἰατρὸϲ ἄριϲτοϲ δυ- νάμενοϲ αὐτὴν θεραπεῦϲαι, ἐὰν ποιήϲῃ αὐτὴν διαφυγεῖν τὸν τοιοῦτον κίνδυνον, τί χαρίζεϲθε αὐτῷ; πάντωϲ δὲ ἔχουϲι πολλά ϲοι ϲυντάξαϲθαι. εἰπὲ δὲ αὐτοῖϲ καὶ τοῦτο Ἐὰν αὐτὴν θεραπεύϲῃ, δότε μοι λόγον πρὸϲ τοῦτο ὅτι οὐ παραβαίνετε αὐτὸν οὔτε πρὸϲ ἄλλον ἀπ- έρχεϲθε. ποίηϲον πάνταϲ αὐτοὺϲ ἀνατεῖναι τὰϲ χεῖραϲ εἰϲ τὸν οὐρανὸν καὶ δοῦναι λόγον ὅτι ποιοῦϲιν πάντα [*](1 διϲιδαίμονεϲ BV corr. v 3 ἤνοιον BV corr. Ha 8 ὀρ[ἃ] c. ras. V κατόδυνον B V corr. Ha 11 τοῦ Χριϲτοῦ Ha 15 δύνανται B 20 ποιήϲει B 21 χαρίζεϲθαι B V corr. v 24 παραβαίνεται B οὐδὲ Ha ἀπέρχεϲθαι BV corr. Ha 25 f. 〈καὶ〉 ποίηϲον 26 verba inde a λόγον usque ad εὐοδω-)
28
ἃ ἐπηγγείλαντο καὶ ὅταν ταῦτα ποιήϲωϲιν, εἰπὲ τῇ λοχευομένῃ γυναικὶ ἐπὶ πάντων· Ἰηϲοῦϲ Χριϲτόϲ, ὁ υἱὸϲ τοῦ θεοῦ τοῦ ζῶντοϲ, ἰᾶταί ϲε· εἰϲ αὐτὸν πίϲτευε καὶ. ζήϲῃ. ἀκούϲαϲα δὲ ἡ γραῦϲ τὸν λόγον τοῦ μακα|ρίοιυ ἐπιϲκόπου καὶ λαβοῦϲα παρ’ αὐτοῦ παράθεϲιν ἔδραμεν ἐπὶ τὸν οἶκον, καὶ εὑροῦϲα πάνταϲ κλαίονταϲ καὶ τὴν γυναῖκα ἐν ἐϲχάτῳ κινδύνῳ παρεκάλει τοὺϲ γονεῖϲ αὐτῆϲ καὶ τὸν ἄνδρα μὴ ἀθυμῆϲαι· ἔλεγεν δὲ ὅτι Ἰατρὸϲ ἄρι- ϲτοϲ ἀπέϲτειλέν με πρὸϲ ὑμᾶϲ ἵνα παράϲχητε ἐμοὶ λόγον, ὅτι ταύτηϲ θεραπευομένηϲ οὐκ ἀρνεῖϲθε αὐτόν. ἀκού- ϲαντεϲ δὲ οἱ γονεῖϲ καὶ ὁ ἀνὴρ εἶπον· Ἐὰν βουληθῇ πᾶϲαν ἡμῶν τὴν οὐϲίαν λαβεῖν, οὐκ ὀκνήϲομεν, μό- νον ἴδωμεν τὴν θυγατέρα ἡμῶν ζῶϲαν. ἡ δὲ τροφὸϲ εἶπεν Ἀνατείνατε τὰϲ χεῖραϲ ὑμῶν εἰϲ τὸν οὐρανὸν καὶ δότε μοι τοιοῦτον λόγον ὅτι οὐκ ἀρνεῖϲθε τὸν ἰα- τρόν. 0 δὲ προθύμωϲ καὶ μετὰ δακρύων ἀνέτειναν τὰϲ χεῖραϲ λέγοντεϲ ὅτι Καὶ πάντα τὰ ἡμῶν αὐτῷ πάντα τὸν χρόνον τῆϲ ζωῆϲ ἡμῶν· ποίαν γὰρ παρα- μυθίαν μέλλομεν ἔχειν ταύτηϲ τελευτώϲηϲ ἦν γὰρ αὐτοῖϲ μονογενὴϲ καὶ ἀϲτεία τούϲ τρόπουϲ εἴπερ ἄλλη γυνή. ἀκούϲαϲα δὲ ἡ τροφὸϲ μεγάλῃ τῇ φωνῇ ἐπὶ πάντων εἶπεν· Λέγει ὁ μέγαϲ ἱερεὺϲ Πορφύριοϲ· Ἰηϲοῦϲ Χριϲτόϲ, ὁ υἱὸϲ τοῦ θεοῦ τοῦ ζῶντοϲ, ἰᾶταί ϲε· εἰϲ αὐτὸν πίϲτευϲον καὶ ζήϲῃ. εὐθέωϲ δὲ ἡ γυνὴ ὀλολύ- ξαϲα μέγα κατήγαγεν τὸ βρέφοϲ ζῶν. πάντεϲ δὲ οἱ ἐκεῖϲε εὑρεθέντεϲ ἐκπλαγέντεϲ ἔκραξαν Μέγαϲ ὁ θεὸϲ τῶν Χριϲτιανῶν, μέγαϲ ὁ ἱερεὺϲ Πορφύριοϲ. τῇ δὲ [*](θῆναι 30, 8 desunt in B 7 αὐτῆϲ ex αὐτοὺϲ V 9 [ὑ]μᾶϲ c. ras V παράϲχηται V corr. v 10 et 15 ἀρνῆϲθαι V corr. v) [*](13 εἴδομεν V corr. v 17 αὐτοῦ Ha 19 μέλλωμεν V corr. v 20 ἀϲτία V corr. Ha ἤπερ V corr. Ha)
29
ἑξῆϲ οἱ γονεῖϲ τῆϲ γυναικὸϲ καὶ ὁ ἀνὴρ καὶ πάντεϲ οἱ ϲυγγενεῖϲ καὶ οἱ γνήϲιοι πορευθέντεϲ πρὸϲ τὸν μακάριον Πορφύριον προϲέπεϲαν τοῖϲ ποϲὶν αὐτοῦ αἰτούμενοι τὴν ἐν Χριϲτῷ ϲφραγῖδα. ὁ δὲ μακάριοϲ ϲφραγίϲαϲ αὐτοὺϲ καὶ ποιήϲαϲ κατηχουμένουϲ ἀπέλυϲεν ἐν εἰρήνῃ, παρ- αγγείλαϲ αὐτοῖϲ ϲχολάζειν τῇ ἁγίᾳ ἐκκληϲίᾳ, καὶ μετ’ ὀλίγον χρόνον κατηχήϲαϲ αὐτοὺϲ ἐβάπτιϲεν ϲὺν τῇ γυ- ναικὶ καὶ τὸ βρέφοϲ· ἐκάλεϲαν δὲ τὸ ὄνομα αὐτοῦ Πορ- φύριον. ἦϲαν δὲ οἱ φωτιϲθέντεϲ διὰ τὴν πρόφαϲιν τῆϲ γυναικὸϲ τὸν ἀριθμὸν ἑξήκοντα τέϲϲαρε.

ὅϲον δὲ ἔβλεπον οἱ τῆϲ εἰδωλομανίαϲ πληθυνομένουϲ τοὺϲ Χριϲτιανούϲ, ἠγριαίνοντο καὶ οὐ ϲυνεχώρουν αὐτοῖϲ μετελθεῖν πολιτικὸν ὀφφίκιον, ἀλλ’ ὡϲ κακοῖϲ οἰκέταιϲ ἐχρῶντο αὐτοῖϲ. ὁρῶν δὲ πάλιν ὁ μακάριοϲ Πορφύριοϲ τὴν πολλὴν ἀδικίαν τῶν Χριϲτιανῶν καὶ μὴ φέρων, βλέπων δὲ αὐτούϲ ἐπηρεαζομένουϲ, ἐξέρχεται ἐπὶ Και- ϲάρειαν πρὸϲ τὸν μακάριον Ἰωάννην τὸν ἀρχιεπίϲκοπον καὶ παρακαλεῖ αὐτὸν μετὰ δακρύων ἄνεϲιν παραϲχεῖν αὐτῷ· μηκέτι γὰρ δύναϲθαι φέρειν ἔλεγεν τὰ ἄτοπα τὰ γινόμενα ὑπὸ τῶν Γαζαίων. ὁ δὲ μακάριοϲ Ἰωάννηϲ ἀκούϲαϲ παρεκάλει αὐτὸν μακροθυμῆϲαι καὶ ἀντέχεϲθαι τῆϲ ἐπιϲκοπῆϲ. καὶ ἀποκριθεὶϲ ὁ ὁϲιώτατοϲ Πορφύριοϲ εἶπεν αὐτῷ· Μαρτυροῦμαί ϲε ἐνώπιον τοῦ ἀοράτου θεοῦ | καὶ τῆϲ ἐλπίδοϲ ἡμῶν Ἰηϲοῦ Χριϲτοῦ τοῦ κυρίου πάϲηϲ κτίϲεωϲ καὶ τοῦ προϲκυνητοῦ καὶ ζωοποιοῦ ἁγίου πνεύματοϲ μὴ παριδεῖν τὴν αἴτηϲίν μου, ἵνα μὴ ἐκζη- τηθῇ παρ’ ἡμῶν ἀπώλεια ψυχῶν ἀναριθμήτων. ἀλλ’ αἰτῶ ϲε, πάτερ, ϲυμπλεῦϲαί μοι ἐπὶ τὴν βαϲιλίδα πόλιν, ἵνα δεηθῶμεν τῶν βαϲιλέων τοῦ οὐρανίου βαϲιλέωϲ ἐπί- [*](8 f. καὶ τῷ βρέφει ἐκάλεϲεν V 14 [πάλι]ν c. ras. V 15 f μὴ φέρων βλέπειν αὐτοὺϲ cl. 51, 3 s. 23 f. μαρτύρομαί ϲε)

30
νεύοντοϲ καταϲτρέψαι τοὺϲ ναοὺϲ τῶν εἰδώλων. ἀπο - κριθεὶϲ δὲ ὁ μακάριοϲ Ἰωάννηϲ εἶπεν αὐτῷ Τέκνον, ἡ μὲν αἴτηϲιϲ δικαία, ὁ δὲ καιρὸϲ οὐκ ἔϲτιν ἐπιτήδειοϲ· ἡ γὰρ χειμέριοϲ τροπὴ λοιπὸν ἐπιλαμβάνεται. ἀπεκρίθη δὲ ὁ μακάριοϲ Πορφύριοϲ· Ἐὰν θέλῃ ἡμᾶϲ ὁ θεὸϲ εἶναι καὶ τὰ πλήθη Γάζηϲ ἐπιϲτρέψαι, καὶ ἐν χειμῶνι δυνατόϲ ἐϲτιν ϲῷϲαι. ϲὺ δέ, πάτερ, θαρρῶν τῇ εὐϲπλαγχνίᾳ αὐτοῦ θέληϲον, καὶ ἔχομεν εὐοδωθῆναι. λέγει αὐτῷ ὁ μα- κάριοϲ Ἰωάννηϲ· Τὸ θέλημα τοῦ Χριϲτοῦ γενηθήτω. ὡϲ δὲ ἔλαβεν ϲυνταγὰϲ ὁ μακάριοϲ Πορφύριοϲ, γράφει. μοι τὴν ταχίϲτην καταλαβεῖν τὴν Καιϲάρειαν καὶ ἀγα- γεῖν μεθ’ ἑαυτοῦ τρεῖϲ βίβλουϲ καὶ τεϲϲαράκοντα τρία. νομίϲματα, ἅπερ ἔτυχεν περιϲϲεῦϲαι ἐκ τῆϲ προϲόδου τῆϲ ἁγίαϲ ἐκκληϲίαϲ. ἐγὼ δὲ δεξάμενοϲ τὰϲ ἐπιϲτολὰϲ καὶ λαβὼν τὰϲ βίβλουϲ καὶ τὰ νομίϲματα εὐθέωϲ ἐξῆλθον καὶ καταλαβὼν τὴν Καιϲάρειαν εὗρον τοὺϲ ὁϲιωτάτουϲ ἐπιϲκόπουϲ εὐτρεπιζομένουϲ ἐπὶ τὸν πλοῦν, καὶ μετὰ δύο ἡμέραϲ ἀναχθέντεϲ ἐπλεύϲαμεν ἡμέρᾳ ὀγδόῃ καὶ εἰκάδι Περιτίου καὶ τῇ εὐϲπλαγχνίᾳ τοῦ Χριϲτοῦ εὐπλοή- ϲαντεϲ δι’ ἡμερῶν δέκα κατήχθημεν εἰϲ Ῥόδον τὴν νῆϲον.

ἦν δὲ τότε ἐν τῇ νήϲῳ εἰϲ τὰ ἀπόϲτροφα αὐτῆϲ μονάζων τιϲ ὀνόματι Προκόπιοϲ, ὃϲ νῦν μετ’ ἀγγέλων ἐϲτὶν ϲυναρίθμιοϲ· ἐκοιμήθη γὰρ ἀπὸ ἐτῶν πέντε, ζήϲαϲ βίον ἄμεμπτον ἔν τε νηϲτείαιϲ καὶ ἀγρυπνίαιϲ καὶ τῇ ἄκρᾳ ἀκτημοϲύνῃ, ἔϲχεν δὲ καὶ προφητικὸν χάριϲμα καὶ. [*](3 ἐπιτήδιοϲ V corr. Ha 5 θέλ[η] c. ras. V 8 εὐοδο- θῆναι V corr. v 9 τ[ὸ] c. ras. V 13 προϲώδου B 19 ἡκάδι B Περιτίου: τρίτῃ B V corr. Henschen 22 ἦν τε V 26 ἀκτιμοϲύνη V corr. v προφητικῶν B προφη- τῶν V)

31
τὴν κατὰ δαιμόνων ἀπέλαϲιν. καταχθέντεϲ δὲ ἡμεῖϲ ἐν τῇ Ῥόδῳ, ὡϲ εἴρηται, καὶ ἀκούϲαντεϲ περὶ τῆϲ πολι- τείαϲ τοῦ ἁγίου ἀνδρὸϲ ἀναγκαῖον ἐνομίϲαμεν μὴ παρ- όδῳ χρήϲαϲθαι, ἀλλ’ ἀπολαῦϲαι τῆϲ ἀγγελικῆϲ αὐτοῦ ϲυνουϲίαϲ, καὶ ἐρωτήϲαντεϲ ποῦ τὴν καταμονὴν εἶχεν ἐπορεύθημεν πρὸϲ αὐτὸν παραπλεύϲαντεϲ ἐν ἀκατίῳ, καὶ φθάϲαντεϲ ἐκρούϲαμεν τὴν θύραν. εὐθέωϲ δὲ ἐξελ- θὼν δι’ ἑαυτοῦ ἤνοιξεν ἡμῖν, καίτοι ἔχων ἄλλον παρ’ αὑτῷ μαθητήν. ὡϲ δὲ ἐθεάϲατο τοὺϲ ὁϲιωτάτουϲ ἐπί- ϲκόπουϲ, πεϲὼν ἐπὶ πρόϲωπον προϲεκύνηϲεν αὐτούϲ, εἶτα ἀναϲτὰϲ κἀμὲ κατεφίληϲεν καὶ τὸν θεοϲεβῆ Εὐϲέβιον τὸν διάκονον, ὃν μεθ’ ἑαυτοῦ ἦγεν ὁ ὅϲιοϲ Ἰωάννηϲ ὁ ἀρχιεπίϲκοποϲ, καὶ εἰϲαγαγὼν ἡμᾶϲ εἰϲ τὸ εὐκτήριον ὑπεχώρηϲεν εἰϲ τὰ ὀπίϲω, δοὺϲ τὸν ἔμπροϲθεν | τόπον τοῖϲ μακαριωτάτοιϲ ἐπιϲκόποιϲ εἰπών Ὑμῖν πρέπει τοῖϲ ἱερεῦϲιν τὸν ἔμπροϲθεν τόπον ἔχειν, ἐμοὶ δὲ τῷ τα- πεινῷ καὶ μηδὲ ἠξιωμένῳ χειροτονίαϲ τὸν ὀπίϲω. τό- τε ἔγνωμεν ὅτι διορατικὸϲ ὑπῆρχεν ὁ ὁϲιώτατοϲ Προ- κόπιοϲ· μηδέποτε γὰρ θεαϲάμενοϲ ἡμᾶϲ μήτε ἀκούϲαϲ περὶ ἡμῶν ἔγνω διὰ τοῦ πνεύματοϲ ὅτι ἐπίϲκοποι ἐτύγ- χανον οἱ περὶ τοὺϲ μακαριωτάτουϲ Ἰωάννην καὶ Πορ- φύριον. διὸ καὶ τὴν προτίμηϲιν τῆϲ προϲευχῆϲ ἔδωκεν αὐτοῖϲ. εἶτα μετὰ τὴν εὐχὴν ἐκαθίϲαμεν, καὶ ὁμιλήϲαϲ ἡμῖν πολλὰ ψυχωφελῆ ἠρώτα τὴν αἰτίαν τοῦ ϲκυλμοῦ. ὁ δὲ μακάριοϲ Πορφύριοϲ ἅπαντα αὐτῷ διηγήϲατο τὰ κατὰ τοὺϲ Γαζαίουϲ, πῶϲ ἐμμανῶϲ ἔχουϲι περὶ τὰ εἴδωλα καὶ ὁπόϲα δεινὰ οἱ Χριϲτιανοὶ πάϲχουϲιν παρ’ αὐτῶν καὶ ὅτι χάριν τούτου ἀνέρχονται δεηθῆναι τῶν βαϲιλέων [*](11 εὐϲέβειον BV corr. v 17 ἠξιομένω V corr. v 23 ἐκαθήϲαμεν BV corr. v ὁμιλίϲαϲ B)
32
καταϲτραφῆναι τὰ ἱερὰ τῶν εἰδώλων. ἀκούϲαϲ δὲ ὁ ἐν ἁγίοιϲ Προκόπιοϲ ὁ ἀναχωρητὴϲ καὶ δακρύϲαϲ εἶπεν· Κύριε Ἰηϲοῦ Χριϲτέ, ἐπίϲτρεψον τοὺϲ δούλουϲ ϲου ἀπὸ τῆϲ διαβολικῆϲ ἀπάτηϲ ἐπὶ τὴν πεφωτιϲμένην ϲου πί- ϲτιν. εἶτα λέγει πρὸϲ τοὺϲ ὁϲιωτάτουϲἐπιϲκόπουϲ· Μὴ ἀθυμήϲητε, πατέρεϲ· ὁ γὰρ θεὸϲ ὁ γινώϲκων τὸν ζῆλον τῆϲ πίϲτεωϲ ὑμῶν ἔχει εὐοδῶϲαι ὑμῖν καὶ δοῦναι πάντα τὰ καταθύμια ὑμῶν. δεῦτε οὖν παραινέϲω ὑμῖν ἃ ὁ κύ- ριοϲ ἀπεκάλυψεν τῇ ἐμῇ ταπεινώϲει. ἀνερχόμενοι ἐπὶ τὸ Βυζάντιον πρῶτον ϲυντύχετε τῷ ὁϲιωτάτῳ ἐπιϲκόπῳ Ἰωάννῃ καὶ ἅμα αὐτῷ δεήϲειϲ ποιήϲαϲθε πρὸϲ τὸν θεὸν καὶ ἀνάθεϲθε αὐτῷ τὸ πρᾶγμα, καὶ ἔχει ὑμῖν ϲυμβου- λεῦϲαι καὶ αὐτὸϲ ὃ ἀποκαλύπτει αὐτῷ ὁ κύριοϲ. λαλῆ- ϲαι γὰρ οὐ δύναται ἐν τῷ παλατίῳ, ἐπειδὴ ἡ βαϲίλιϲϲα Εὐδοξία λυπεῖται κατ’ αὐτοῦ. αὐτὸϲ οὖν παρατίθεται. ὑμᾶϲ Ἀμαντίῳ τῷ κουβικουλαρίῳ τῆϲ δεϲποίνηϲ, ἀν- θρώπῳ θεοϲεβεῖ καὶ τιμῶντι τὸ πρόϲχημα τῶν ἱερέων, καὶ αὐτὸϲ εἰϲάγει ὑμᾶϲ πρὸϲ τὴν βαϲίλιϲϲαν, καὶ ὅταν εἰϲέλθητε πρὸϲ αὐτήν, εὐμενῶϲ ἔχει δέξαϲθαι ὑμᾶϲ. ἀνά- θεϲθε οὖν αὐτῇ τὸ πᾶν πρᾶγμα καὶ ϲυντάξαϲθε αὐτῇ καὶ ἐξέλθατε. ἐν δὲ τῇ δευτέρᾳ εἰϲόδῳ μετὰ τὸ ὑμᾶϲ ὑπομνῆϲαι αὐτὴν χάριν τοῦ πράγματοϲ εἴπατε αὐτῇ ὅτι Ἐλπίζομεν εἰϲ τὸν Χριϲτὸν τὸν υἱὸν τοῦ θεοῦ, ἐὰν ϲπουδάϲῃϲ εἰϲ τὸ παρὸν πρᾶγμα, ἔχει δοῦναί ϲοι τέκνον [*](7 εὐωδῶϲαι B rad. corr. V ὑμῖν: ὑμεῖν B ὑμᾶϲ ν 10 ϲυντύχεται BV corr. v 11 ποιήϲαϲθαι BV corr. v 12 ἀνά- θεϲθαι BV corr. Ha ἡμῖν BV corr. Ha 14 βαϲιλείϲϲα B) [*](15 λυπῆται B 17 θεοϲεβῆ BV corr. Ha 18 οὖτοϲ Eb 19 ὑμᾶϲ ex ἡμ. V ἀνάθεϲθαι BV corr. Ha 20 αὐτῇ om. B πᾶν om. B ϲυντάξαϲθαι B 21 μετὰ τοῦ V 23 f. θεοῦ, 〈ὅτι〉 24 ϲπουδάϲειϲ B)
33
ἄρρεν. ἀκούϲαϲα δὲ τοῦτο περιχαρὴϲ ἔχει γενέϲθαι (ἔϲτιν γὰρ ἐγκύμων καὶ οὗτοϲ μήν ἐϲτιν ἔνατοϲ τῆϲ κυή- ϲεωϲ αὐτῆϲ) καὶ ἔχει πάντα πρᾶξαι εἰϲ τὸ ποιῆϲαι τὸ πρᾶγμα ὑμῶν θεοῦ ἐπινεύοντοϲ.

ἡμεῖϲ δὲ ἀκούϲαντεϲ τὸν λόγον τοῦ ἁγίου ἀνδρὸϲ καὶ πιϲτεύϲαντεϲ εἰϲ ἃ ἐλάληϲεν, λαβόντεϲ παράθεϲιν ἐξήλθομεν καὶ ἀναχθέντεϲ ἐκείνῃ τῇ ἡμέρᾳ ἐπλεύϲαμεν καὶ δι’ ἄλλων ἡμερῶν δέκα ἐφθάϲαμεν τὸ Βυζάντιον καὶ λαβόντεϲ ξενίαν τῇ ἑξῆϲ ἐπορεύθημεν πρὸϲ τὸν ὁϲιώτατον ἀρχιεπίϲκοπον Ἰωάννην. γνοὺϲ δὲ τίνεϲ ἐϲμὲν | ἐδέξατο ἡμᾶϲ μετὰ πολλῆϲ τιμῆϲ καὶ θεραπείαϲ. ἐπηρώ- τηϲεν δὲ ἡμᾶϲ δι’ ἣν αἰτίαν ϲκυλμὸν ὑπεμείναμεν, καὶ. διηγηϲάμεθα αὐτῷ, καὶ γνοὺϲ ἀνεμνήϲθη ὅτι καὶ πρὸ χρόνου τοῦτο διὰ γραμμάτων ἐδεήθημεν, καὶ ἐπιγνούϲ με φιλοφρόνωϲ ἠϲπάϲατο. παρακαλεῖ δὲ ἡμᾶϲ μὴ ἀθυ- μῆϲαι, ἀλλ’ ἔχειν τὰϲ ἐλπίδαϲ εἰϲ τὰ ἐλέη τοῦ θεοῦ. εἶπεν δὲ πρὸϲ ἡμᾶϲ· Ἐγὼ μὲν οὐκ ἰϲχύω τῷ βαϲιλεῖ λαλῆϲαι· παρώργιϲεν γὰρ αὐτὸν κατ’ ἐμοῦ ἡ βαϲίλιϲϲα, διότι ἐνεκάλεϲα αὐτῇ χάριν κτήματοϲ οὗ ἐπιθυμήϲαϲα ἀφήρπαϲεν. καὶ ἐμοὶ μὲν εἰϲ τοῦτο οὐ μέλει ὅτι ὀργί- ζεται οὐδὲ φροντίζω, ἑαυτοὺϲ γὰρ ἔβλαψαν, οὐκ ἐμέ· κἂν γὰρ βλάψωϲίν μου τὸ ϲῶμα, τὴν ψυχὴν πολλῷ πλέον ὠφελοῦϲιν· ὅμωϲ δὲ τοῦτο καταλείψωμεν τῇ εὐ- ϲπλαγχνίᾳ τοῦ θεοῦ. περὶ δὲ τοῦ ὑμετέρου προϲτάγμα- τοϲ, εἰ δόξει τῷ κυρίῳ, αὔριον μεταπέμπομαι τὸν [*](1 ἄρρενα BV corr. V2 περιχαρὶϲ V 2 f. 〈ὁ〉 μήν cl. 38, 11 7 ἐξήλθωμεν BV corr. Ha 8 διάλων B 15 φιλοφρό- νοϲ B 16 ἐλέει B 18 παρώργηϲεν B παρόργηϲεν V corr. v) [*](20 ἀφιρπαϲεν B μέλλει B ex μέλει V corr. Ha 21 οὐ- καμέ B 22 τῶι V corr. v 23 [ὅ]μωϲ c. ras. V 24 ἡμε- τέρου V 25 δόξῃ BV corr. v)

34
χον Ἀμάντιον, καϲτρήϲιον ὄντα τῆϲ βαϲιλίϲϲηϲ, πολλὰ δυνάμενον παρ’ αὐτῇ καὶ ὄντωϲ δοῦλον τοῦ θεοῦ, καὶ. ἀνατίθημι αὐτῷ τὸ πρᾶγμα, καὶ πάνυ ἔχει ϲπουδάϲαι τοῦ Χριϲτοῦ ἐπινεύοντοϲ. ἡμεῖϲ δὲ λαβόντεϲ τοιαύταϲ ϲυνταγὰϲ καὶ παράθεϲιν ἐπορεύθημεν εἰϲ τὴν ξενίαν ἡμῶν.

τῇ δὲ ἑξῆϲ ἀπήλθομεν πρὸϲ τὸν ὅϲιον καὶ εὑρίϲκο- μεν παρ’ αὐτῷ τὸν κουβικουλάριον Ἀμάντιον· ἦν γὰρ φροντίϲαϲ τοῦ ἡμετέρου πράγματοϲ, μεταπεμψάμενοϲ αὐτὸν καὶ διδάξαϲ τὰ καθ’ ἡμᾶϲ. ὡϲ δὲ εἰϲήλθομεν καὶ. ἔγνω ὁ Ἀμάντιοϲ ὅτι ἡμεῖϲ ἐϲμὲν περὶ ὧν αὐτῷ ἐλά- ληϲεν, ἀναϲτὰϲ προϲεκύνηϲεν τοὺϲ ὁϲιωτάτουϲ ἐπιϲκό- πουϲ, κλίναϲ τὸ πρόϲωπον εἰϲ τὴν γῆν, κἀκεῖνοι δὲ γνόντεϲ τίϲ ὑπῆρχεν περιεπτύξαντο αὐτὸν καὶ κατεφί- ληϲαν. ἐπέτρεψεν δὲ καὶ αὐτοῖϲ ὁ ἁγιώτατοϲ ἀρχιεπί- ϲκοποϲ Ἰωάννηϲ ἐκ ϲτόματοϲ διδάξαι τὸν κουβικουλάριον τὸ κατ’ αὐτοὺϲ πρᾶγμα. ὁ δὲ ὁϲιώτατοϲ Πορφύριοϲ πάντα αὐτῷ διηγήϲατο τὰ κατὰ τοὺϲ εἰδωλολάτραϲ, πῶϲ παρρηϲίᾳ ποιοῦϲιν τὰ ἀθέμιτα καὶ πῶϲ καταπονοῦϲιν τοὺϲ Χριϲτιανούϲ. ὃ δὲ ἀκούϲαϲ ἐδάκρυϲεν καὶ ἐμπι- πλᾶται ζήλου θεϊκοῦ καὶ λέγει αὐτοῖϲ· Μὴ ἀθυμήϲητε, πατέρεϲ· ἔχει γὰρ ὁ δεϲπότηϲ Χριϲτὸϲ ὑπεραϲπίϲαι τῆϲ θρηϲκείαϲ αὐτοῦ. εὔξαϲθε οὖν ὑμεῖϲ καὶ διαλέγομαι τῇ αὐγούϲτῃ καὶ ἐλπίζω εἰϲ τὸν τῶν ὅλων θεόν, ὅτι ϲυν- [*](1 κανϲτρήϲιον V2 -ϲτρι- v 2 ὄντοϲ B V corr. V2 4 Χριϲτοῦ: θεοῦ V 7 ἀπῆλθωμεν B 10 εἰϲήλθωμεν B rad. corr. V 11 ἐλαλήϲαμεν BV corr. Ha 12 ὀϲιοτάτουϲ B) [*](14 γνῶντεϲ B rad. corr. V 19 ποιοῦϲι V ἀθέμητα B. 20 ἀκούων ἐδάκρυεν V 21 ἀθυμήϲηται V corr. v 22 ὑπε- ραϲπῆϲαι BV corr. v 23 θριϲκίαϲ V corr, V -κει- v εὔξα- ϲθαι BV corr. v οὗν bis, alterum del. B)

35
ήθωϲ ποιεῖ τὸ ἔλεοϲ αὐτοῦ. εἰϲφέρω δὲ καὶ ὑμᾶϲ τῇ ἐξῆϲ πρὸϲ αὐτὴν καὶ διδάϲκετε αὐτὴν ἐκ ϲτόματοϲ ὅϲα βούλεϲθε, ἔχετε δὲ αὐτὴν προδεδιδαγμένην εὑρεῖν ὑπ ᾿ ἐμοῦ. εἰπὼν δὲ ταῦτα ϲυνταξάμενοϲ ἡμῖν ἀνῆλθεν, καὶ ἡμεῖϲ δὲ διαλεχθέντεϲ πολλὰ πνευματικὰ μετὰ τοῦ ὁϲιωτάτου ἀρχιεπιϲκόπου Ἰωάννου καὶ λαβόντεϲ παρά- θεϲιν ἀνεχωρή|ϲαμεν.

τῇ δὲ ἑξῆϲ μεταπέμπεται ἡμᾶϲ ὁ κουβικουλάριοϲ Ἀμάντιοϲ διὰ δύο δεκανῶν ἀπελθεῖν εἰϲ τὸ παλάτιον, καὶ ἀναϲτάντεϲ ϲπουδῇ ἐπορεύθημεν. εὕραμεν δὲ αὐτὸν περιμένοντα ἡμᾶϲ, καὶ λαβὼν τοὺϲ δύο ἐπιϲκόπουϲ εἰϲή- γαγεν πρὸϲ τὴν αὐγούϲταν Εὐδοξίαν. ὡϲ δὲ ἐθεάϲατο αὐτούϲ, προηϲπάϲατο εἰποῦϲα· Εὐλογήϲατε, πατέρεϲ, κἀκεῖνοι δὲ προϲεκύνηϲαν αὐτήν. ἐκαθέζετο δὲ ἐπὶ χρυ- ϲῆϲ κλίνηϲ, καὶ λέγει αὐτοῖϲ Ϲύγγνωτέ μοι, ἱερεῖϲ τοῦ Χριϲτοῦ, διὰ τὴν ἐπικειμένην μοι ἀνάγκην τῆϲ γαϲτρόϲ· ἐχρεώϲτουν γὰρ εἰϲ τὸ πρόθυρον ὑπαντῆϲαι τῇ ὑμῶν ὁϲιότητι. ἀλλὰ διὰ τὸν κύριον εὔξαϲθε ὑπὲρ ἐμοῦ, ἵνα ἀπόθωμαι τὸ ἐν τῇ γαϲτρὶ μετὰ φιλανθρωπίαϲ. οἱ δὲ ὁϲιώτατοι ἐπίϲκοποι θαυμάϲαντεϲ τὴν ϲυγκατάβαϲιν αὐτῆϲ εἶπαν· Ὁ εὐλογήϲαϲ τὴν μήτραν τῆϲ Ϲάραϲ καὶ τῆϲ Ῥε- βέκκαϲ καὶ τῆϲ Ἐλιϲάβετ εὐλογήϲαι τὸ ἐν τῇ γαϲτρί ϲου καὶ ζωώϲαι. ὡϲ δὲ καὶ ἄλλα ῥήματα πνευματικὰ ἐλά- ληϲαν, λέγει αὐτοῖϲ Ἔγνων διὰ τί ἐϲκύλητε· προεδίδαξέν με γὰρ Ἀμάντιοϲ ὁ καϲτρήϲιοϲ. εἰ δὲ καὶ ὑμεῖϲ θέλετέ με διδάξαι, κελεύϲατε, πατέρεϲ. ἐπιτραπέντεϲ δὲ πάντα [*](2 διδάϲκεται BV corr. v αὐτὴ ἐκ BV 3 βούλεϲθαι BV corr. v ἔχεται B προδιδαγμένην BV 4 f. ἀπῆλθεν 10 εὕρο- μεν v 17 ἐχρεόϲτουν BV corr. Ha 18 ὁϲιώτητι BV corr. Ha εὔξαϲθαι BV corr. Ha 19 τῶ V 21 εἶπον v ῥεβέ- καϲ B 24 ἐϲκύλιται B 25 καϲτρίϲιοϲ BV corr. Ha θέλεται B )

36
τὰ κατὰ τοὺϲ εἰδωλομανεῖϲ ἐδίδαξαν, πῶϲ ποιοῦϲιν ἀφό- βωϲ τὰ ἀνόϲια καὶ πῶϲ καταδυναϲτεύουϲιν τοὺϲ Χριϲτια- νούϲ, μὴ ϲυγχωροῦντεϲ μετελθεῖν ὀφφίκιον πολιτικὸν μηδὲ τὰ χωρία αὐτῶν γεωργηθῆναι, ἐξ ὧν τὰ δημόϲια τελοῦϲιν τῷ ὑμετέρῳ κράτει. ἀκούϲαϲα δὲ ἡ βαϲίλιϲϲα εἶπεν· Μὴ ἀθυμήϲητε, πατέρεϲ· ἐλπίζω γὰρ εἰϲ τὸν δεϲπότην Χριϲτόν, τὸν υἱὸν τοῦ θεοῦ, ὅτι πείθω τὸν βαϲιλέα ποιῆϲαι τὰ πρέποντα τῇ ἁγίᾳ ὑμῶν πίϲτει καὶ. ὑμᾶϲ τεθεραπευμένουϲ ἔνθεν ἀπολῦϲαι. ἀπέλθατε οὦν γενέϲθαι ἑαυτῶν (ἐϲτὲ γὰρ ἀπὸ κόπου) καὶ εὔξαϲθε ἵνα ϲυνεργήϲῃ ὁ θεὸϲ τῇ αἰτήϲει μου. εἰποῦϲα δὲ ταῦτα ἐκέλευϲεν χρήματα ἐνεχθῆναι καὶ λαβοῦϲα ἀνὰ τρεῖϲ δράκαϲ δέδωκεν τοῖϲ ὁϲιωτάτοιϲ ἐπιϲκόποιϲ εἰποῦϲα· Λάβετε τέωϲ ταῦτα εἰϲ δαπανήματα. οἱ δὲ ἐπίϲκοποι δεξάμενοι καὶ πολλὰ αὐτὴν εὐλογήϲαντεϲ ἐξῆλθον. ἐξ- ερχόμενοι δὲ τὰ πολλὰ τῶν νομιϲμάτων διέδωκαν τοῖϲ ἐφιϲταμένοιϲ ταῖϲ θύραιϲ δεκανοῖϲ, ὡϲ ὀλίγα μετ’ αὐτῶν ὑπολειφθῆναι. ἡ δὲ βαϲίλιϲϲα εἰϲελθόντοϲ τοῦ βαϲιλέωϲ πρὸϲ αὐτὴν ἐδίδαξεν αὐτὸν τὰ κατὰ τοὺϲ ἐπιϲκόπουϲ πράγματα, ᾔτει δὲ αὐτῷ καταϲτραφῆναι τὰ ἱερὰ Γάζηϲ. ὁ δὲ βαϲιλεὺϲ ἀκούϲαϲ ἐδυϲχέραινεν εἰπών Οἶδα ὅτι ἡ πόλιϲ ἐκείνη κατείδωλόϲ ἐϲτιν, ἀλλ᾿ εὐγνωμονεῖ περὶ. τὴν εἰϲφορὰν τῶν δημοϲίων πολλὰ ϲυντελοῦϲα. ἐὰν οὖν αἰφνιδιάϲωμεν αὐτοὺϲ τῷ φόβῳ, φυγῇ χρήϲονται καὶ ἀπόλλομεν τοϲοῦτον κανόνα. ἀλλ’ εἰ δοκεῖ κατὰ [*](1 εἰδωλωμανεῖϲ B 6 ἀθυμήϲηται V corr. v 9 ἀπέλθε- τε v 10 ἑαυτὸν B ἐϲταὶ B εὔξαϲθαι BV corr. v 11 αἰτήϲη B 13 δέδωκε V 16 τὸν B 18 ὑποληφθῆναι BV corr. Ha 20 αὐτὸν Ha 21 ἐδυϲχέραινε B f. ἐδυϲχέ- ρανεν 24 ἐφνηδιάϲωμεν BV corr. v χρίϲονται B 25 ἀπό- λομεν B ex ἀπόλλομεν V)
37
μέροϲ θλίβομεν αὐτούϲ, περιαιροῦντεϲ τὰϲ ἀξίαϲ τῶν εἰδωλομανῶν καὶ τὰ ἄλλα πολιτικὰ ὀφφίκια, καὶ κελεύο- μεν τὰ ἱερὰ αὐτῶν κλειϲθῆναι καὶ μηκέτι χρηματίζειν. ἐπὰν γὰρ θλιβῶϲιν εἰϲ πάντα ϲτενούμενοι, ἐπιγινώϲκου- ϲιν τὴν ἀλήθειαν· τὸ γὰρ ὑπερβολὴν ἔχον αἰφνίδιον βαρὺ τοῖϲ ὑπηκόοιϲ. ἡ δὲ βαϲίλιϲϲα ἀκούϲαϲα ἐλυπήθη ϲφόδρα (ἦν γὰρ θερμὴ περὶ τὴν πίϲτιν), οὐκ ἀπεκρίθη δὲ τῷ βαϲιλεῖ ῥῆμα ἢ τοῦτο Ὁ κύριοϲ ἔχει βοηθῆϲαι τοῖϲ δούλοιϲ αὐτοῦ τοῖϲ Χριϲτιανοῖϲ, κἂν θέλωμεν ἡμεῖϲ κἂν μὴ θέλωμεν. ταῦτα διηγήϲατο ἡμῖν ὁ θεοϲεβὴϲ Ἀμάντιοϲ ὁ κουβικουλάριοϲ.

τῇ δὲ ἐξῆϲ μετεπέμψατο ἡμᾶϲ ἡ αὐγούϲτα καὶ κατὰ τὸ ἔθοϲ προαϲπαϲαμένη τοὺϲ ὁϲίουϲ ἐπιϲκόπουϲ ἐπέ- τρεψεν καθίϲαι. μετὰ δὲ τὸ λαλῆϲαι πολλοὺϲ λόγουϲ πνευματικοὺϲ λέγει αὐτοῖϲ· Ἐλάληϲα τῷ βαϲιλεῖ καὶ μικρὸν ἐδυϲχέρανεν. ἀλλὰ μὴ ἀθυμεῖτε· θεοῦ γὰρ θέ- λοντοϲ οὐκ ἔχω παύϲαϲθαι ἕωϲ ὅτε πληρωθῆτε καὶ ἐξέλ- θητε ἅνύϲαντεϲ τὸν κατὰ θεὸν ὑμῶν ϲκοπόν. οἱ δὲ ἐπίϲκοποι ἀκούϲαντεϲ προϲεκύνηϲαν. κατανυγεὶϲ δὲ ὁ ἐν ἁγίοιϲ Πορφύριοϲ ὁ ἡμέτεροϲ, ἀναμνηϲθεὶϲ τοῦ λόγου τοῦ τριϲμακαρίου Προκοπίου τοῦ ἀναχωρητοῦ, εἶπεν τῇ βαϲιλίϲϲῃ· Κοπώθητι διὰ τὸν Χριϲτόν, καὶ αὐτὸϲ ἔχει χαρίϲαϲθαί ϲοι ἀντὶ τοῦ κόπου ϲου υἱὸν ὅϲτιϲ ζήϲει καὶ βαϲιλεύϲει ϲοῦ ὁρώϲηϲ καὶ ἀπολαυούϲηϲ ἐπὶ ἔτη πολλά. ἀκούϲαϲα δὲ ἡ βαϲίλιϲϲα τοῦ λόγου ἐπλήϲθη [*](1 θλίβωμεν Ha 3 κλιϲθῆναι B μηκέτη B χριμα- τίζειν V corr. V2 5 ἔχων ἐφνίδιον BV corr. v f αἰφνιδίου) [*](6 ὑπ[η]κόοιϲ c. ras. V 13 προαϲπαϲαμέν[η] c. ras. V 16 ἀθυμεῖται B ἀθυμῆται V -τε v corr. Ha 17 παύϲαϲθε v ἐξέλθεται B 21 ἀναχωριτοῦ B 22 κοπόθητι BV corr. v 23 χαρίϲεϲθαι V ὅϲτι*ϲ V ζήϲῃ B 24 βαϲιλεύϲη B)

38
χαρᾶϲ καὶ ἐγένετο τὸ πρόϲωπον αὐτῆϲ ἐρυθρὸν καὶ. προϲετέθη τῇ ὄψει κάλλοϲ ὑπὲρ ὃ εἶχεν· τὰ γὰρ τῶν ἀδήλων φανεροῖ τὰ φαινόμενα. λέγει οὖν τοῖϲ ὁϲιω- τάτοιϲ ἐπιϲκόποιϲ Εὔξαϲθε, πατέρεϲ, ἵνα κατὰ τὸ ῥῆμα ὑμῶν θεοῦ θέλοντοϲ γεννήϲω τὸν ἄρρενα, καὶ ἐὰν τοῦτο γένηται, ἐπαγγέλλομαι ὑμῖν πάντα ὅϲα αἰτεῖτε ποιεῖν. καὶ ἄλλο δὲ ὃ οὐκ αἰτήϲαϲθε μέλλω ποιεῖν Χριϲτοῦ ἐπινεύοντοϲ· ἁγίαν γὰρ ἐκκληϲίαν κτίζω ἐν Γάζῃ εἰϲ τὸ μεϲώτατον τῆϲ πόλεωϲ. ἀπέλθατε οὖν μετ’ εἰρήνηϲ καὶ ἡϲυχάϲατε εὐχόμενοι ϲυνεχῶϲ ὑπὲρ ἐμοῦ ἵνα μετὰ φιλαν- θρωπίαϲ τέκω οὗτοϲ γάρ ἐϲτιν ὁ μὴν ἔνατοϲ καὶ ἐγγύϲ ἐϲτιν τοῦ πληρῶϲαι. ϲυνταξάμενοι οὖν ο ἐπίϲκοποι καὶ παραθέμενοι αὐτὴν τῷ θεῷ ἐξῆλθον τοῦ παλατίου. ἦν δὲ εὐχὴ ἵνα τέκῃ ἄρρενα· ἐπιϲτεύομεν γὰρ τῷ λόγῳ τοῦ ὁϲίου Προκοπίου τοῦ ἀναχωρητοῦ. καὶ καθ’ ἡμέραν ἐπορευόμεθα πρὸϲ τὸν ἁγιώτατον Ἰωάννην τὸν ἀρχι- επίϲκοπον καὶ ἀπελαύομεν τῶν ἁγίων αὐτοῦ λόγων τῶ γλυκυτέρων ὑπὲρ μέλι καὶ κηρίον. ἤρχετο δὲ ϲυνεχῶϲ πρὸϲ ἡμᾶϲ Ἀμάντιοϲ ὁ κουβικουλάριοϲ, ποτὲ μὲν φέρων ἀποκρίϲειϲ τῆϲ βαϲιλίϲϲηϲ, ποτὲ δὲ καὶ χάριν ϲυντυχίαϲ.

μετ’ ὀλίγαϲ δὲ ἡμέραϲ γεννῇ ἡ βαϲίλιϲϲα τὸν ἄρρενα καὶ καλοῦϲι τὸ ὄνομα αὐτοῦ Θεοδόϲιον εἰϲ τὸ ὄνομα τοῦ αὐτοῦ πάππου Θεοδοϲίου τοῦ Ϲπάνου, τοῦ ϲυμ- βαϲιλεύϲαντοϲ Γρατιανῷ. ὁ δὲ γεννηθεὶϲ νέοϲ θεοδόϲιοϲ [*](18 cf Ps.18,11.) [*](1 ἐγένετον B 2 κάλοϲ B 3 ἀδείλων BV corr. v 4 εὐξαϲθαι B 5 τέκνον ἄρρεν Eb 6 ἐπαγγέλωμαι B(λλ) V corr. v αἰτεῖται B αἰτῆται V τε v corr. Ha 7 ετίϲαϲθε B ἠτή v 2 ἀπέλθετε v 11 οὗτοϲ . . . ἔνατοϲ om. V 14 τέκει BV corr. v 17 λογίων V 18 ϲυνεχῶϲ om. V 21 τέκνον ἄρρεν Eb 22 αὐτοῦ om. V)

39
ἐν τῇ πορφύρᾳ ἐτέχθη, ὅθεν καὶ ἀπὸ λοχείαϲ βαϲιλεὺϲ ἀνηγορεύθη. ἐγένετο δὲ πολλὴ χαρμοϲύνη ἐν τῇ πόλει καὶ ἐπέμφθηϲαν εὐαγγελιζόμενοί τινεϲ εἰϲ τὰϲ πόλειϲ καὶ δωρεαὶ καὶ χαρίϲματα. ἡ δὲ δέϲποινα ᾗ μόνον ἔτε- κεν καὶ ἀνέϲτη ἐκ τοῦ λοχηφόρου δίφρου, ἀπέϲτειλεν πρὸϲ ἡμᾶϲ Ἀμάντιον, λέγουϲα ἡμῖν δι᾿ αὐτοῦ· Εὐχαριϲτῶ τῷ Χριϲτῷ ὅτι διὰ τῶν ὁϲίων ὑμῶν εὐχῶν ἐχαρίϲατό μοι ὁ θεὸϲ τὸν υἱόν. εὔξαϲθε οὖν, πατέρεϲ, τῇ ζωῇ αὐτοῦ κἀμοὶ δὲ τῇ ταπεινῇ ἵνα ἐκεῖνα πληρώϲω ἃ ἐπ- ηγγειλάμην ὑμῖν, πάλιν αὐτοῦ τοῦ Χριϲτοῦ θέλοντοϲ διὰ τῶν ἁγίων ὑμῶν εὐχῶν. τῶν δὲ ἑπτὰ ἡμερῶν τῆϲ λοχείαϲ πληρωθειϲῶν μεταπέμπεται ἡμᾶϲ καὶ ἀπαντᾷ ἡμῖν εἰϲ τὴν θύραν τοῦ κουβουκλίου, βαϲτάζουϲα καὶ τὸ βρέφοϲ ἐν τῇ πορφύρᾳ. ἔκλινεν δὲ τὴν κεφαλήν εἰποῦϲα· Ἐγγίϲατε, πατέρεϲ, ἐμὲ καὶ τὸ παιδίον ὃ ἐχαρίϲατό μοι ὁ θεὸϲ διὰ τῶν ὑμῶν ἁγίων εὐχῶν. ἐπεδίδου δὲ καὶ τὸ βρέφοϲ ἵνα αὐτὸ ϲφραγίϲωϲιν. οἱ δὲ ὅϲιοι ἐπίϲκοποι καὶ αὐτὴν καὶ τὸ παιδίον ἐϲφράγιϲαν τῇ τοῦ ϲταυροῦ ϲφρα- γῖδι καὶ ποιήϲαντεϲ εὐχὴν ἐκάθιϲαν. μετὰ δὲ τὸ λαλῆϲαι αὐτοὺϲ πολλοὺϲ λόγουϲ πεπληρωμένοθϲ κατανύξεωϲ λέγει πρὸϲ αὐτοὺϲ ἡ δέϲποινα Οἴδατε, πατέρεϲ, τί ἐβουλευϲά- μην ποιῆϲαι περὶ τοῦ ὑμετέρου πράγματοϲ, ὁ δὲ ἐμὸϲ κύριοϲ Πορφύριοϲ ἀποκριθεὶϲ εἶπεν· Ὁϲα ἐβουλεύϲω, κατὰ θεὸν ἐβουλεύϲω· καὶ γὰρ ἐν ταύτῃ τῇ νυκτὶ ἀπεκαλύφθη [*](3 τινεϲ εὐαγγελιζόμενοι V 4 ἣ μόνον BV corr. Eb 5 λοχιφόρου BV corr. v (cf Soran. 21, 68 p. 236 R, Artemid. V 73 p. 268, 16 H) 7 ὑμῶν ὁϲίων V 8 ὁ θεὸϲ f. del. εὐξαϲθαι BV corr. v 12 πληρωθηϲῶν B 13 κουβουκλίου: -κλεί v 15 ἔνγίϲατε V ἐγγ v f. εὐλογήϲατε 16 θεὸϲ: κύριοϲ V 17 αὐτῶ B αὐτ[ὸ] c. ras. V 18 ϲφραγίδη B 19 ἐκάθηϲαν BV corr. v 22 ὑμετέρου ex ἡμ. V ἐμοῦ B)
40
τῇ ἐμῇ εὐτελείᾳ δι’ ὁράματοϲ εἶναι ἐν Γάζῃ, ἑϲτάναι δὲ ἐν τῷ ἐκεῖϲε εἰδωλείῳ τῷ καλουμένῳ Μαρνείῳ καὶ. τὴν ϲὴν εὐϲέβειαν ἐπιδιδόναι μοι εὐαγγέλιον, καὶ λέγειν μοι· Λάβε ἀνάγνωθι. ἐγὼ δὲ ἀναπτύξαϲ εὗρον τὴν περικοπὴν ἐν ᾗ λέγει ὁ δεϲπότηϲ Χριϲτὸϲ τῷ Πέτρῳ· ‘ϲὺ εἶ Πέτροϲ, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήϲω μου τὴν ἐκκληϲίαν, καὶ πύλαι ᾅδου οὐ κατιϲχύϲουϲιν αὐτῆ᾿. ϲὺ 〈δέ〉, δέϲποινα, ἀποκριθεῖϲα εἶπαϲ· Εἰρήνη ϲοι, ἴϲχυε καὶ ἀνδρίζου. καὶ ἐπὶ τούτοιϲ διυπνίϲθην, καὶ ἐκ τού- του πέπειϲμαι ὅτι ἔχει ὁ υἱὸϲ τοῦ θεοῦ ϲυνεργῆϲαι τῇ ϲῇ προαιρέϲει. εἰπὲ δὲ ἡμῖν, δέϲποινα, τί ἐβουλεύϲω. ἡ βαϲίλιϲϲα ἀποκριθεῖϲα εἶπεν Ἐὰν παραϲτῇ τῷ Χριϲτῷ, μετ’ ὀλίγαϲ ἡμέραϲ ἀξιοῦται τὸ παιδίον τοῦ ἁγίου βα- πτίϲματοϲ. ἀπελθόντεϲ οὖν ποιήϲατε ἱκεϲίαν καὶ αἰτή- ϲαϲθε τάξαντεϲ ἐν αὐτῇ ὅϲα ἂν βούληϲθε, καὶ ὅταν ἐξ- έλθῃ τὸ βρέφοϲ ἐκ τοῦ τιμίου βαπτίϲματοϲ, ἐπίδοτε τὴν ἱκεϲίαν τῷ βαϲτάζοντι αὐτό, ἐγὼ δὲ διδάϲκω αὐτὸν τὶ ποιῆϲαι, καὶ ἐλπίζω εἰϲ τὸν υἱὸν τοῦ θεοῦ ὅτι ὅλον τὸ πρᾶγμα ἔχει οἰκονομῆϲαι κατὰ τὸ θέλημα τῆϲ αὐτοῦ εὐϲπλαγχνίαϲ. ἡμεῖϲ δὲ λαβόντεϲ τοιαύταϲ ϲυνταγὰϲ πολλὰ εὐλογήϲαντεϲ αὐτήν τε καὶ τὸ βρέφοϲ ἐξήλθαμεν καὶ ἀπελθόντεϲ ἐποιήϲαμεν τὴν ἱκεϲίαν, πολλὰ τάξαντεϲ ἐν τῷ χάρτῃ, οὐ μόνον τὴν καταϲτροφὴν τῶν εἰδώ- λων, ἀλλὰ καὶ προνόμια τῇ ἁγίᾳ ἐκκληϲίᾳ καὶ τοῖϲ [*](5 Matth.16, 18) [*](2 εἰδωλίω BV corr. v 3 ἐπιδιδόμοι B λέγει B 4 ἀνάγνωθη B 7 οὐ secr. V 8 δὲ add. Eb ἀποκρι- θῆϲα B 10 πέπιϲμαι B V corr. v ϲυνεργήϲει V 14 ποιή- ϲαται B αἰτήϲαϲθαι B V corr. v 15 βούλεϲθαι BV corr. v) [*](17 αὐτό: αὐτῶ B 18 ὅλων B 21 ἐξὴλθ[ο]μεν c.ras. V 23 χάρτι BV corr. Ha)
41
Χριϲτιανοῖϲ καὶ πρόϲοδον παραϲχεθῆναι· ἦν γὰρ πενιχρὰ ἡ ἁγία ἐκκληϲία.