Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ἀλλὰ πάλιν ἐπὶ τὸν θεῖον τοῦ χριστοφόρου βασιλέως τοῦ ταύτης υἱοῦ Κωνσταντίνου ζῆλον τρέψω τὸν λόγον, ὅστις τοσοῦτον ὑπερανέβη τὸν πατρῷον καὶ μητρῷον περὶ τὸν τοῦ Χριστοῦ σωτήριον ζῆλον, ὥστε τὸ παρὰ τῆς μητρὸς ἐνεχθὲν αὐτῷ τοῦ δεσπότου Χριστοῦ κατὰ σάρκα πάθους σωτηρίου σταυροῦ σύμβολον, πιστεύσας ὡς ἀεὶ σωθήσεται ἡ πόλις ἡ ἐπώνυμος αὐτῷ, ἐὰν ἐκεῖνο ἐν αὐτῇ φυλάττηται, κατέκρυφεν αὐτό, ἐνθεὶς τῷ ἑαυτοῦ ἀνδριάντι τῷ ἐν τῇ ἐπιλεγομέηῃ ἀγορᾷ ἤτοι φόρῳ Κωνσταντίνου καὶ ἐπὶ τοῦ πορφυροῦ καὶ μεγάλου κίονος ἱδρυμένῳ. [*](6—19 vgl. Thdt. I 18, 8f p. 65 — 19f vgl. Rutiu X 12 p. 976. Socr. I p. 136. Thdt. II 3 p. 96 — 29—34 vgl. Socr. 1 17, 8 p. 106f; vgl. auch 8. 12, 18 ff) [*](A2) [*](4 τὸν aus τῶν A2 | καὶ Thdt.] > A2)

148
  • Περὶ Φρουμεντίου καὶ Αἰδεσίου καὶ τῶν ἐν τῇ ἐνδοτάτῃ Ἰνδίᾳ.