Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ἐπιθυμητῶς γοῦν ἔχουσα καὶ πυρὸς δίκην ἐκκαιομένη τῇ καρδίᾳ τῆς τῶν ἁγίων τόπων καταλήψεως ἕνεκα καὶ τῆς τε τοῦ σωτηρίου πάθους κοὶ τῆς τοῦ τιμίου ξύλου τοῦ τοῦ Χριστοῦ σταυροῦ ἀναζητήσεως φθάνει τὰ Ἱεροσόλυμα.

ἐπειδὴ δὲ τὸ χωρίον εἶδεν ἐκεῖνο, τὸ τῆς κοινῆς σωτηρίας τὰ πάθη δεξάμενον, εὐθὺς μὲν τὸν μυσαρὸν ἐκεῖνον ναὸν καταλυθῆναι εἰς ἔδαφος καὶ τὸν χοῦν ἐκεῖνον τὸν ἐναγῆ πόρρω που ἐκριφῆναι προσέταξε. δήλου δὲ τοῦ κεκρυμμένου τόπου γεγενημένου, ὤφθησαν παρὰ τὸ δεσποτικὸν μνῆμα τρεῖς κατακεχωσμένοι σταυροί.