Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

ἀρά γε συν- >ίης ὡς ἅπαντα ἤδη ὁ τοῦ θεοῦ ἄνθρωπος ἐγὼ ἐπίσταμαι; ἀλλὰ >γὰρ ἀπορῶ, πότερον μένειν ἢ ἀπιέναι δεῖ· οὔτε γὰρ βλέπειν εἰς τοῦτον >ἔτι δύναμαι, καὶ τὴν ἁμαρτίαν ἐπαισχύνομαι ὠ Ἄρειε. ἡμᾶς μὲν εἰς >φῶς κατέστησας, σαυτὸν δὲ εἰς σκότος, ὠ ταλαίπωρε, κατέβαλες. >τοῦτό σοι τῶν πόνων πέφηνε τὸ τέλος.

Ἀλλ᾿ ἐκεῖσε πάλιν ἐπάνειμι· πλῆθος εἶναι φὴς τῶν περὶ σὲ ἁλω- >μένων. εἰκός οἶμαι, καὶ δέχου γε τούτους, δέχου φημί· λύκοις γὰρ >ἑαυτοὺς καὶ λέουσι βρωθησομένους ἐκδεδώκασι. πλὴν ἀλλὰ καὶ του- >των ἕκαστος προσθήκῃ κεφαλαίων δέκα καὶ τελέσμασι τούτων πιεσθεὶς >αὐτίκα δὴ μάλα ἱδρώσει ἐὰν μὴ τὴν ταχίστην ἐπὶ σωτήριον >δραμὼν ἐκκλησίαν τὴν τῆς ἀγάπης εἰρήνην τῷ φίλτρῳ τῆς ὁμονοίας >ἐπανέληται.

οὐδὲ γὰρ δὴ ὑπὸ σοῦ λοιπὸν ἐξαπατηθήσονται ἐπὶ >πονηρᾷ συνειδήσει κατεγνωσμένου, οὐδ’ ἀνέξονται τέλεον ἀπολέσθαι >ταῖς μιαραῖς σου ζητήσειν ἐμπλακέντες. σαφῆ καὶ γνώριμα πᾶσι >πρὸς γοῦν τὸν ἑξῆς χρόνον τὰ σά ἐστι σοφίσματα· καὶ οὐδὲ >αὐτὸς ἀνῦσαί τι δυνήσῃ, ἀλλὰ μάτην σχηματιῇ, ἐπιείκειάν τε καὶ >πραότητα λόγων καθυποκρινόμενος ἁπλότητος ὡς εἰπεῖν >προσωπεῖον ἔξωθεν περιτιθέμενος. μάταιον σου τὸ ὅλον τέχνασμα· >αὐτίκα γάρ σε ἡ ἀλήθεια περιστήσεται, αὐτίκα σου τὰς φλόγας ὀ >τῆς θείας δυνάμεως ὡς εἰπεῖν ὄμβρος ἀποσβέσει.