Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

»Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς πατρὶ Ἀλεξάνδρῳ >ἐπισκόπῳ.

>Καὶ νῦν ἄρα ὁ παμμίαρος φθόνος ἀνοσίοις ὑπερθέσεως σοφίσμα- >σιν ἀνθυλακτήσει· τί οὐν πρὸς τὸ παρόν; ἕτερα παρὰ τὰ ὑπὸ τοῦ >ἁγίου πνεύματος δι’ ὑμῶν κεκριμένα δογματίσομεν, ἀδελφὲ τιμιώ- >τατε;

Ἄρειον Ἄρειον ἐκεῖνον λέγω πρὸς ἐμὲ τὸν Σεβαστὸν ἐλθεῖν >ἐκ παρακλήσεως πλείστων ὅσων, ἐκεῖνα φρονεῖν περὶ τῆς καθολικῆς >πίστεως ἡμῶν ἐπγγελλόμενον, ἅπερ ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ >δι᾿ ὑμῶν ὡρίσθη καὶ ἐκρατύνθη, παρόντος καὶ συνορίζοντας κἀμοῦ >τοῦ ὑμετέρου συνθεράποντος.

παραχρῆμα οὐν οὑτος ἅμα σὺν Εὐ- >ζωΐῳ, γνόντες δηλονότι τὴν τοῦ βασιλικοῦ προστάγματος βούλησν >ἀφίκοντο πρὸς ἡμᾶς. διελέχθην οὐν αὐτοῖς παρόντων πλειόνων >περὶ τοῦ λόγου τῆς ζωῆς. ἐγώ εἰμι ὁ ἄνθρωπος ἐκεῖνος, ὃς τὸν >νοῦν τὸν ἐμαυτοῦ μετὰ πίστεως εἰλικρινοῦς ἀνέθηκα τῷ θεῷ· ἐγώ >εἰμι ὁ ὑμέτερος συνθεράπων, ὃς πᾶσαν τὴν περὶ ἧς ἡ . . . καὶ ὁμονοίας >ἐπαῄρημαι φροντίδα.

καὶ μεθ’ ἕτερα· ἀπέστειλα τοιγαροῦν οὐ >μόνον ἀναμιμνήσκων, ἀλλὰ καὶ ἀξιῶν ὑποδέξασθαι τοὺς ἀνθρώπους >ἱκετεύοντας. εἴπερ οὐν τῆς ἐν Νικαίᾳ ἐκτεθείσης ἀρθῆς καὶ εἰς ἀεὶ >ζώσης ἀποστολικῆς πίστεως ἀντιποιουμένους αὐτοὺς εὕρητε — τοῦτο >γὰρ καὶ ἐφ’ ἡμῶν φρονεῖν διεβεβαιώσαντο — προνοήσατε πάντων, [*](15—S. 165, 6 Johannes? vgl, Rbein. Mus. LXI, 44 ff) [*](A 2) [*](2 γράφ(ον Socr.] γράφειν A 2 29 Unleserliche Stelle; etwa ἡμετέρας εἰρήνης A 2 vgl. 165, 5 33 εὕρηιτε mit iota adscr. Α2)

165
>παρακαλῶ. ἐὰν γὰρ τούτων ποιήσητε πρόνοιαν, τὰ μίση τῇ ὁμο- >νοίᾳ νικήσητε ἄν.

ἐπικουρήσατε οὖν, παρακαλῶ, τῇ ὁμονοίᾳ, >συνεισενέγκατε τὰ τῆς φιλίας καλὰ πρὸς τοὺς τὰ τῆς πίστεως >διακρινομένους, ποιήσατἐ με ἀκοῦσαι ταῦτα, ἅπερ βούλομαι καὶ >θυμῳ, τὴν τῶν πάντων ὑμῶν εἰρήνην καὶ ὁμόνοιαν. ὁ θεός >διαφυλάξει, πάτερ τιμιώτατε«.

Τοῦτα ἔγραφεν ὁ βασιλεύς, τοῦ λυσιτελοῦς γινόμενος καὶ μὴ βουλόμενος τὴν ἐκκλησίαν διασπᾶσθαι, τοὺς γὰρ πάντας ἐπὶ τὴν ὁμόνοιαν ἄγειν ἐσπούδαζε.

Δεξάμενος δὲ ὁ θεῖος Ἀλέξανδρος τὰ τοῦ βασιλέως γράμματα καὶ ὀλίγον ἐπιβιώσας χρόνον μακαρίῳ τέλει μεταλλάττει τὸν βίον, ἐπισκοπήσας τὴν ἐν Ἀλεξανδρείᾳ τοῦ θεοῦ ἐκκλησίαν τὰ ὅλα ἔτη ις΄· πρὸ μὲν τῆς ἐν Νικαίᾳ συνόδου ἔτη θ΄ μῆνα ἴνα καὶ τὰ ἐν τῇ συνόδῳ ἔτη τρία μῆνας ς΄ καὶ μετὰ τὴν σύνοδον ἔτη γ΄ μῆνας ε΄, τὰ πάντα ἔτη ις΄.

Ἀθανάσιος δὲ τῆς ἱερωσύνης τὴν λειτουργίαν ὑπεδέξατο· οἷος δὲ ἠν νουνεχείᾳ καὶ τῇ εὐσεβείᾳ καὶ τῇ κατὰ τὴν ἐκκλησίαν διατυπώσει, τὰ ἑξῆς ἡμῖν δηλώσει.

γνόντες τοίνυν οἱ αἱρετικοί, ὅτι τῆς ἐκκλησίας ἐξάρχει ὁ θεῖος Ἀθανάσιος, τὰ μὲν πρῶτα συνέπεσον, αὖθις δὲ οὕτως αὐτῷ μιᾷ γνώμῃ συμβάλλουσιν, ὥστε, εἰ χρὴ λέγειν, τὸ μνημόσυνον αὐτοῦ ἐκ τῆς γῆς περιελεῖν, καθὼς οἱ Ἰουδαῖοι κατὰ τοῦ Χριστοῦ ἐλογίσαντο. παραχρῆμα γὰρ βασιλικαῖς κατ’ αὐτοῦ διατάξεσι χρήσασθαι τὸν θεοφιλέστατον βασιλέα πείθειν ἐσπούδαζον.

Χρὴ δὲ ἡμᾶς πρῶτον περὶ τῆς ἐκ παιδὸς διαγωγῆς τοῦ ἀνδρὸς μικρὰ διηγήσασθαι. τοῦ γοῦν μακαρίου Ἀλεξάνδρου μετὰ τὸν μακάριον Ἀχιλλᾶν τὴν ἀρχὴν τῆς ἱερωσύνης ἐγχειρισθέντος καὶ τὸν κλῆρον μετὰ τὴν τοῦ ἁγίου Πέτρου τοῦ ἐπισκόπου καὶ μάρτυρος σύναξιν τῆς ἀθλήσεως αὐτοῦ εἰς ἑστίαν προτρεψαμένου καὶ ἕως ἂν συναθροισθῶσιν, ἑστὼς ἐξ ἀπόπτου ὁρᾷ παῖδας κανόνι παίγνιον ὑπεισελθόντας.

ἦν δὲ ὁ οἶκος πρὸς θάλασσαν τετραμμένος, ἧς παρὰ τὰς ὄχθας ἔπαιζον οἱ ἱεροὶ παῖδες, ἐν οἷς ἐπίσκοπος Ἀθανάσιος καὶ συνήλυδες ἄλλοι πρεσβύτεροι καὶ διάκονοι, οἳ καὶ προσῆγον αὐτῶ̣ παῖδας κατηχουμένους ἐπὶ τῷ αὐτοὺς ὑπ’ αὐτοῦ· οὓς πάντας τύπῳ ἐκκλησιαστικῷ βαπτίσας ὡς ἐπίσκοπος ὁ Ἀθανάσιος ἠβούλετο λόγον αὐτοῖς διδασκαλικὸν προσ-

[*](7—9 vgl. Socr. I 27m 5 p. 144 — 7—17 Vita Athan. 2 p. CXXXVIII d 10—22 Die Datierung weicht von den Angaben des Socrates, Theodoret, Rufin vgl. S. 44, 5 und 134, 24. Quelle Johannes? — 21 vgl. Mark. 15, 2 — 23 — S. 166 vgl. Rufin X 15 p. 980 ff. Vita Athan. 1 p. CXXXVIIb Montf.)[*](A 2)[*](1 f τῆς ὁμονοίας A 2 6 διαφυλάξαι A 2 20 Ἰουδαῖοι + οἱ A 2, corr. Holl)
166

ενεγκεῖν. ἐκστὰς οὖν ἐπὶ τοῖς γινομένοις ὁ θεῖος Ἀλέξανδρος, ἄγεσθαι πρὸς αὐτὸν κελεύει τοὺς παῖδας· καὶ ἐπιγνοὺς ἅπαντα ὡς ἐγένοντο γνώμῃ τῶν σὺν αὐτῷ κληρικῶν τοὺς μὲν βαπτισθέντας παῖδας σφραγίσας τῇ ἐν Χριστῷ σφραγίδι καὶ ἐπιχρίσας τοῖς ἁγίου τοῦ σωτηρίου βαπτίσματος συμβόλοις ἐτελείωσε· τὸν δὲ Ἀθανάσιον τοῖς γονεῦσιν αὐτοῦ Ἀθανασίου συγκαλέσας παρέθετο, παιδεῦσαι γράμματα κελεύσας καὶ ἐν κυρίῳ προβιβάζειν ὅτι μάλιστα, προβάντα δὲ αὐτὸν ἀποδοῦναι αὐτῷ, μᾶλλον δὲ τῇ ἐκκλησίᾳ ἐκέλευσεν, ὡς ἡ Ἄννα φηςὶ τὸν Σαμουὴλ προσήγαγεν.

προβάντος οὖν τοῦ καιροῦ προσφέρουσιν οἱ γονεῖς τῷ ἐπισκόπῳ Ἀλεξάνδρῳ τὸν Ἀθανάσιον, ᾧπερ εὐθέως ὁ ἐπίσκοπος τὸ ἱερατικὸν ἐφοὺδ περιτίθησι, νέον αὐτὸν Σαμουὴλ τῇ ἐκκλησίᾳ προβιβάζων εἰς ἄμυναν τῶν ἀληθῶς ἀλλοφύλων. καὶ γὰρ πολλοὺς ἀγῶνας ὑπέμεινεν ὑπὲρ τῶν αἱρετικῶν, οἵτινες καὶ συνωμοσίαν ποιήσαντες <ἦσαν> οὐ τεσσαράκοντα ἄνδρες μόνον κατὰ τὸν ἱερὸν ἀπόστολον Παῦλον, ἀλλὰ πᾶν τὸ πλῆθος τῶν αἱρετικῶν, μάλιστα τῶν Ἀρειομανιτῶν, τὸ ἀνὰ πᾶσαν τὴν οἰκουμένην, τοῦ Ἀθαναςίου μετὰ τοῦ Δαυὶδ ψάλλοντος καὶ λέγοντος·

«ἐὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ᾿ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω στέφανον νίκης περιθέσθαι«, δηλαδὴ ποθήσας λαβεῖν παρὰ κυρίου τοῦ καὶ πρὸς αὐτὸν εἰρηκότος· »θάρσει, καὶ μὴ φοβοῦ· ὅτι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐ προσθήσει τις τοῦ κακῶσαί σε«.

Ἐπειδὴ οὖν τὰ πολλὰ τῶν συμβηκότων αὐτῷ ὑφηγήσασθαι φεύγομεν, μήπως κόπον ἐμποιήσωμεν τοῖς ἐντευξομένοις τῷδε τῷ γράμματι τὸν λόγον μηκύνοντες (ἄπειρα γάρ εἰσιν ἅπερ ὑπέστη διωκόμενος ὑπὸ τῶν ἀσεβεστάτων αἱρετικῶν) ταῖς ἐπισημοτέραις αὐτοῦ πράξεσιν ἀρκεσθησόμεθα, αἳ καὶ παρὰ πᾶσι τοῖς γνωρίμοις τοῦ ἀνδρὸς ᾄδονται.

Παραυτὰ γὰρ εὐθὺς προστάντος αὐτοῦ, ὥσπερ ἔφαμεν, τῆς ἐκκλησίας, οἰ περὶ Εὐσέβιον τὸν Νικομηδείας ἀπεχθῶς λίαν πρὸς αὐτὸν τὸν Ἀθανάσιον ἔχοντες, τότε δὴ καιρὸν εὔκαιρον τοῦ ἰδίου σκοποῦ τὴν τοῦ βασιλέως κατὰ τοῦ μεγάλου Ἀθανασίου λύπην λαβόντες, ὡς ἐνόμιζον, πάντα κατ᾿ αὐτου τολμῶντες ἐκύκων ἀποκινῆσαι αὐτὸν τῆς ἐπισκοπῆς σπουδάζοντες, καταψηφιζόμενοι τοῦ ἀνδρὸς ὡς ἀναξίως ὑπεισελθόντος τὴν ἱερωσύνην. οὕτω γὰρ μόνως ἤλπιζον τὴν Ἀρειανὴν δόξαν κρατήσειν, εἰ Ἀθανάσιον ἐκποδὼν ποιήσουσι.

[*](9 vgl. I Kön. 1, 24 — 14 vgl. Act. 23, 12 — 17 Psal. 26, 3 — 21 II Kön. 7, 10 — 28—S. 167, 32 vgl. Vita Athan. III 2 p. CXXXVIII e Montf. — 30—S. 167, 25 vgl. Socr. I 27, 6 ff p. 145 ff A2)[*](3 conlocutus cum concilio clericorum statuisse traditur Ruf. 14 erg. Hei)
167

Συμφράττονται οὖν κατ’ αὐτοῦ οἱ προρρηθέντες τῆς Ἀρειανικῆς ἀσεβοῦς αἱρέσεως Ὁσίωνα Εὐαίμονα Καλλίνικον, καὶ διαφόρους κατηγορίας κατὰ τοῦ θείου Ἀθανασίου δι’ αὐγῶν ἐκίνησαν. καὶ πρῶτον μέν, ὅτι Ἀθανάσιος, φησί, ὑπεισελθὼν τὴν ἐπισκοπὴν λινῆν ἐσθῆτα τελεῖν τοὺς Αἰγυπτίους τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ ἐκέλευσε· δευτέραν ἐπισυρράπτουσιν διαβολὴν τῆς προτέρας χείρονα, ὅτι Ἀθανάσιος τοῖς τοῦ βασιλέως προστάγμασι Φιλουμένῳ τινί, φησί, γλωσσόκομον ἔπεμψε πλῆρες χρυσίου πρὸς ἀντίστασιν τοῦ βασιλέως Κωνσταντίνου·

τρίτον Ἰσχύρας τις οὕτω καλούμενος πρᾶγμα ὑπέδυ πολλῶν θανάτων ἄξιον· οὐδέπω γάρ ποτε ἱερωσύνης τυχὼν τὸ τοῦ πρεσβυτέρου ὄνομα ἑαυτῷ περιθεὶς τὰ ἱερέων πράττειν ἐτόλμησεν ἐν ταῖς κώμαις τοῦ λεγεομένου Μαρεώτου. ἐν τούτῳ δὴ καὶ ὁ ἅγιος Ἀθανάσιος ὁ ἐΠίσκοπος, καταλαβὼν τὸν Μαρεώτην, τὰς ἐκεῖσε ἐκκλησίας ἐπεσκέπτετο, καὶ μαθὼν τὰ περὶ Ἰσχύραν ἀποστέλλει Μακάριον τὸν πρεσβύτερον ἐποπτεῦσαι, εἰ ἀληθῆ εἰσὶ τὰ λεγόμενα. ὅθεν φωραθεὶς ὁ Ἰσχύρας, ἀποδρὰς ἐκεῖθεν φυγῇ τε εὐτόνῳ χρησάμενος, καταλαμβάνει τὴν Νικομήδειαν καὶ Προσφεύγει τοῖς περὶ Εὐσέβιον.

οἱ δὲ μίσει τῷ πρὸς Ἀθανάσιον δέχονται μὲν αὐτὸν ὡς πρεσβύτερον, ἐπαγγέλλονται δὲ καὶ τῇ τῆς ἐπισκοπῆς ἀξίᾳ τιμῆσαι, εἴγε κατηγορίαν ἐνστήσασθαι κατὰ Ἀθανασίου ἀνέξεται. ὁ δὲ καττύει ταῦτα, ὅτι Μακάριος ὡς πρεσβύτερος Ἀθανασίου ἀποσταλείς, φησί, παρὰ Ἀθανασίου, ἔφοδον ποιήσας [ἐν] τῇ ἐκκλησίᾳ ἡμῶν ἐν τῷ Μαρεώτῃ καὶ εἰσπηδήσας εἰς τὸ θυσιαστήριον, ἀνέτρεψε μὲν τὴν τράπεζαν τὴν ἁγίαν ποτήριόν τε κατέαξε μυστικὸν καὶ τὰ ἱερὰ βιβλία κατέκαυσε.

ταῦτα καὶ τὰ τοιαῦτα τὸν βασιλέα διδάσκουσιν οἱ προρρηθέντες κατήγοροι διὰ τῶν περὶ Εὐσέβιον τὸν Νικομηδείας, εἰς ὀργὴν κινοῦντες αὐτὸν κατὰ Ἀθανασίου, καὶ ὅτι τὸ θεῖον γράμμα δεξάμενος οὐ προσήκατο καὶ Ἄρειον οὐκ ἐδέξατο τῆς σῆς εὐσεβείας τὴν πίστιν, ὡς ἀκούσαντα τὸν βασιλέα τὰ κατὰ Ἀθανασίου λεγόμενα ἐκπλαγῆναι αὐτόν, ὥστε παρευθὺς κελεῦσαι αὐτὸν ἤσκειν τάχιστα πρὸς αὐτὸν Ἀθανάσιον τὸν ἐπίσκοπον εἰς τὴν Κωνσταντινούπολιν.