Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Κατὰ δὲ τὸν αὐτὸν χρόνον καὶ οἱ πρὸς τῇ κατὰ Πόντον γῇ Ἴβηρές τε καὶ Λαζοὶ τὸν τοῦ θεοῦ ἐδέξαντο λόγον, μήπω πρὸ τούτου εἰς αὐτὸν πεπιστευκότες. τοῦ δὲ μεγίστου ἀγαθοῦ τούτου αἰτία κατέστη γυνή τις παρ᾿ αὐτοῖς αἰχμάλωτος οὖσα, ἄκρον δὲ βίον μετερχομένη δι᾿ ἐγκρατείας τε καὶ τῶν ἄλλων ἀγαθῶν ἔργων πάντας αὐτοὺς εἰς ἔκστασιν ἡγεν.

ὡς δὲ τὴν αἰτίαν διεπυνθάνοντο τῆς τοσαύτης αὐτῆς ἀσκήσεως, ἁπλότητι μὲν ἡ ἁγία ἐκείνη γυνὴ λέγει· »διὰ Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ«. οὐδένα μέντοι ἐκ τούτου εἰς πίστιν ἔφερεν τῆς εὐσεβείας, ἐθαύμαζον δὲ μόνον τὴν γυναῖκα, καὶ τῷ ξένῳ βίῳ αὐτῆς προσέχοντες πολλὰ ἐλογίζοντο.

ἀλλ᾿ ἐπειδὴ ἔθος ἦν αὐτοῖς, εἴπερ νήπιον εἶχον ἀσθενείᾳ περιπεσόν, περιτρέχοντας αὐτοὺς πρὸς [*](20 auch die Quellenangabe wörtlich bei Rufin — 24—S. 154, 19 vgl. Χ 11 p. 973ff) [*](A2) [*](2 εἴη Ltz εἶναι Α2 | γινόμενον Α2 | zu θεῖον vgl. opus dominicum Ruf. θεὸν Α2 23 γυναικὸς + κατὰ τοῦ θεοδωρίτου Α2 25f τούτου aus τούτους, ς von 1. Hd. gestrichen A2)

151
τοὺς ἐrχωρίους ἄπαντας ἑκάστοθεν πορίζεσθαι βοήθημα, γέγονε διὰ τούτου ἐκπεριελθοῦσάν τινα πάντας ἐλθεῖν καὶ πρὸς τὴν αἐχμάλωτον.

ἡ δὲ πρὸς τῇ θύρᾳ ἑστώσῃ σὺν τῷ παιδαρίῳ τῇ γυναικὶ ἴφη· »οὐδὲν ἐγὼ τῷ παιδαρίῳ δυνήσομαι βοηθῆσαι, τὸν δὲ Χριστόν, ἃν ὑμῖν εἶπον πολλάκις, οἶδα δυνατὸν εἶναι καὶ νεκροὺς ἀνιστᾶν καὶ τοῖς ἀπηγορευμένοις χορίζεσθαι ἴασιν«. ἡ δὲ τοῦ παιδὸς μήτηρ καθικέτευε τὴν αἰχμάλωτον. τότε οἴκτῳ τῆς δεομένης κινηθεῖσα τὸ νήπιόν τε τῷ σάκκῳ τῷ ἑαυτῆς περιβαλοῦσα, προσευξαμένη τῷ θεῷ ἀπέδωκεν αὐτὸ τῇ μητρὶ ὑγιές.

διἐδραμε δὲ εἰς πολλοὺς τὸ γενόμενον καί γε ἄχρι τῆς βασιλίδος ἔφθασεν, ἥτις κατέκειτο βαρυτάτῃ νόσῳ κατεχομένη· καὶ γὰρ χρόνον ἱκανὸν ἀσθενήσασα, ἀνιάτως εἶχε λοιπὸν τὰ περὶ τῆς φθασάσης αὐτὴν χαλεπωτάτης νόσου. ἀξιοῖ μὲν οὖν τὴν αἰχμάλωτον ἀποστείλασα διὰ τῶν οἰκείων πρὸς αὐτὴν παραγενέσθαι. ἡ δὲ δέει καὶ εὐλαβείᾳ ἀνανεύει τοῦ πρὸς τὴν βασιλίδα διαβῆναι, εἰδυῖα τὸν ἐκ τῆς ἀνθρωπίνης δόξης παρεισδύνοντα ὄλισθον.

διά τοι τοῦτο ἀπρὶξ ἔχουσαν αὐτὴν τοῦ μὴ ἐλθεῖν ἐπιγνοῦσά ἡ βασίλισσα κελεύει σὺν τῷ σκιμποδίῳ πρὸς αὐτὴν ἀπαχθῆναι. ἧστινος δυσωπηθεῖσα τὴν ταπείνωσιν ἡ μακαρία αἰχμάλωτος τὸν αὐτὸν τρόπον περιβαλοῦσα τὴν βασιλίδα τῷ σάκκφ, ἐφ᾿ ᾧ γόνυ κλίνασα τὰς εὐχὰς τῷ θεῷ προσέφερε τῇ συνήθει πρὸς τὸν Χριστὸν εὐλῇ, ὑγιῆ οἵκαόε ἀποπέμπει χαίρουσαν καὶ πορευομένην τοῖς οἐκείοις ποσί, νἐον καὶ ξἐνον θαῦμα τοῖς ἐντοπίοις παρεχομένην, τοῦ Χριστοῦ τὴν χάριν ὁμολογοῦσαν, καθὼς παρὰ τῆς αἰχμαλώτου γυναικὸς ἐδιδάχθη, τρανῶς τε ἀπεφθέγγετο πορευομένη· »δόξα σοι Χριστέ, φηοί, δέσποτα τῆς αἰχμαλώτου· σοὶ χάρις καὶ σοὶ πᾶσα τιμή, σοΠὴρ ἡμῶν τῶν εἰς σὲ πιστεύειν ἠξιωμένων«.

ἀλλὰ καὶ τῷ συμβίῳ ἑαυτῆς ἡ βασίλισσα διηγήσατο ἕκαστα, παρώρμησε δὲ αὐτὸν εἰς ἀμοιβὴν ἀξιόπιστον χρήμασι βουληθῆναι ἀμείψασθαι τὴν αἰχμάλωτον τῆς εὐεργεοίας τῆς εἰς τὴν ούμβιον αὐτοῦ ἕνεκα.

ἡ δὲ βαοίλισσα πρὸς αὐτὸν ἔφη· »ἡ αἰχμάλωτος αὕτη, ὦ βασιλεῦ, οὐκ ὀρέγεται ἀργυρίου οὔτε χρυσίον περιποιεῖται· δῶρον δὲ ἀπαιτεῖ παρ᾿ ἡμῶν ἀξιόχρεων, τὸ μόνον ἡμᾶς πιστεῦσαι, ὅτι ὁ Χριστὸς υἱός ἐστι τοῦ θεοῦ τοῦ ὑφίστου· ᾗ γὰρ ὁ πᾶς βίος νηστεία καὶ ἐγκράτεια, περιττοὶ θησαυροὶ χρυσίου καὶ ἀργυρίου, καὶ γὰρ ἀπεπειράθην τῆς εὐσεβοῦς. τἀλεθῆ διηγοῦμαί σοι, ὦ βασιλεῦ. ἀλλ᾿ εἴ μου παρὰ σοὶ φροντίς ἐστι σωτηρίας, ἀμειψώμεθα καινότερον τὴν γυναῖκα, τὸν Χριστὸν αὐτῆς παραδεχόμενοι εἰς προσκύνησιν«.

ὁ δὲ τέως ὀκνηρότερον διετέθη, καίτοι πολλάκις ὑπο- [*](A2) [*](12 οὖ von 2. Hd. übergeschrieben A2 33 περιττοὶ aus περιττὸν corr. A2)

152
μιμνησκόμενος πρὸς τῆς γαμετῆς ὑπερετίθετο ἐκλύων ταῖς εὐαγγελίαις τὴν αἴτησιν καὶ καιρὸν πρόσφορον ἐλπίζων αὐτῷ περὶ τούτου λυσιτελεῖν [ἔλεγεν]. ὅ καὶ γέγονε κατὰ πρόνοιαν θεοῦ τοῦ »πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν«.

συνέβη γὰρ αὐτὸν ἐν θήρᾳ περισπώμενον περὶ ὕλην κάταλσον καὶ βαθυτάτην έν ἡμέρᾳ σταθηρᾷ ὑποστῆναι νύκτα ἀπροσδόκητον. ἄφνω γὰρ ἐν μεσημβρίᾳ κατὰ πάσης τῆς ὕλης περιεχύθη σκότος βαθύτατον, ἔνθα ἦν ὁ βασιλεύς. ὡς δὲ καὶ οἱ συνόντες αὐτῷ τῇδε κἀκεῖσε πρὸς τὴν θήραν διασπώμενοι εὕρηνται, φόβος συνέσχε τὸν βασιλέα μέγιστος ἥκιστα λογιζόμενον, ὅπως διαφύγῃ τὴν ἔφοδον.

ἐπεὶ δὲ καὶ πάντες οἱ συνόντες αὐτῷ τὴν αὐτὴν ὑπέμενον ἀνάγκην (ἕκαστον γὰρ τῶν πρὸς αὐτὸν ἐληλυθέναι σπευδόντων ἐν ᾡ τόπῳ τὸ σκότος ἐστήλωσε, προβῆναι μὴ συγχωρῆσαν εἰς ἀλλήλων παράκλησιν) τότε ὑπομνησθεὶς ὁ βασιλεὺς τῆς γαμετῆς τῆς ταύτην ἀνιάτως ἔχουσαν ἰασαμένης αἰχμαλώτου, ἐβόησε λέγων· »Χριστέ, ὁ τῆς αἰχμαλώτου κύριος, παράστηθί μοι τὰ νῦν, ἵνα τὴν ἐπικειμένην ἀνάγκην· ἔχω γὰρ σαφεστάτην πεῖραν τῆς θείας σου δυνάμεως τὴν ἐμὴν σύμβιον«. καὶ ἅμα τῷ τελέσαι τὴν εὐχὴν εὐθὺς περιαιρεθέντος τοῦ σκότους τὸ φῶς τῆς ἡμέρας ἐπεχύθη μᾶλλον ἢ τὸ πρότερον κατὰ πάσης τῆς ὕλης, ἔνθα ἠσαν ἐστηλωμένοι.

καὶ παραγενόμενοι οἴκοι ὑγιεῖς παραχρῆμα εὑρον τὸν βασιλέα κελεύοντα τὴν αἰχμάλωτον 〈εὐθ〉έως πρὸς αὐτὸν γενέσθαι, μηκέτι θεὸν ἕτερον προσκυνεῖν ἐπαγγελλόμενον ἢ Ἰησοῦν Χριστόν, ὃν ἡ γυνὴ σέβεται.

ἔρχεται οὖν ἡ γυνὴ ἡ αἰχμάλωτος, καὶ γίνεται τοῦ βασιλέως διδάσκαλος πάντα τὸν τύπον τῆς πίστεως αὐτῷ ἐπιστήσασα. ὁ δὲ χαίρων οὐκ ᾐδεῖτο πρὸς εὐτελοῦς γυναικὸς θεοσέβειαν ἐκμανθάνων· τοὐναντίον δὲ ἐπ᾿ αὐτῇ σεμνυνόμενος εἰς μέσον αὐτὴν ἄγεσθαι ἐπὶ τοῦ πλήθους ἐκέλευσε παρρησιαζόμενος ἐπ᾿ αὐτῇ λέγων· »ὅτι μου ἡ γαμετὴ θάνατον διὰ τῆς προσευχῆς ταύτης διέδρα Χριστοῦ τοῦ παμβασιλέως τῇ χάριτι«. ἔπειθέ τε τοὺς ὑπηκόους, εἰ θέλοιεν σώζεσθαι, καὶ τὰ αὐτὰ φρονεῖν καὶ τὴν εἰς Χριστὸν αἱρεῖσθαι προσκύνησιν τῶν εἰδώλων καταφρονουντας.

Ἐπειδὴ δὲ ἔμαθε πρὸς τῆς ἁγίας γυναικὸς ὅτι ἐκκλησίας χρὴ ἰδρύσασθαι εἰς προσκύνησιν τοῦ Χριστοῦ, ὁμοῦ προῄει ἐπὶ τὴν χρείαν σπουδαίως. ὡς δὲ τοῦ οἴκου τὸν περίβολον ἤγειραν οἰκοδομήσαντες, [*](4 I Tim. 2, 4) [*](A2) [*](22 <εὐθ> Hei] ἕως Rand Θ A2 34 ἱδρύσασθαι: ύσ übergeschrieben Α2 35 am Rand Θ A2)

153
ἔδει δὲ λοιπὸν τοὺς κίονας στῆσαι ἐν μέσῳ τοῦ οἴκου πρὸς διαίρεσιν τῶν συνερχομένων ἀνδρῶν τε καὶ γυναικῶν, θέλων ὁ θεὸς πάγιον γνώμην ἐνθεῖναι τῷ τε βασιλεῖ καὶ πᾶσι τοῖς ὑπ᾿ αὐτοῦ ὑπηκόοις περὶ τοῦ διὰ τῆς αἰχμαλώτου γυναικὸς κηρυχθέντος εὐαγγελίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ, ποιεῖ τὸν τρίτον κίονα εἰς μέσον ὀρθωθέντα ἔτι τε πλάγιον ὄντα μὴ γενέσθαι εἰς τέλος ὄρθιον καθάπερ καὶ οἱ δύο ἕτεροι καὶ πολλὰ καμόντες οἱ τεχνῖται τά τε ἱστία οὺν ταῖς μηχαναῖς ἁπάσαις διαρρήξαντες καὶ συντρίψαντες ὐπεξαναχωροῦσι φεύγοντες, δεδιότες μὴ ἐναπολειφθέντες χαμαὶ ὑπὸ τὸν κίονα ἀποθάνωσιν· ἵστατο γὰρ ὁ κίων ἐν τῷ ἀέρι κρεμάμενος πλάγιος, μηδενὸς ὡς ἔθος τοῖς τεχνίταις ἐπινοουμένου παρ᾿ αὐτῶν τινος βοηθήματος.

ἀκούει ταῦτα ἡ αἰχμάλωτος καὶ δέει πολλῷ συσχεθεῖσα, μὴ ἀνάπαλιν τὸ πλῆθος ἐπιδῷ ἑαυτὸ πρὸς τὰ εἴδωλα, ἔρχεται δύνοντος τοῦ ἡλίου κατὰ τὸν τόπον καὶ κλίνασα γόνυ πρὸς τὸν θεὸν ἕως πρωῒ ἤγειρε διὰ τῆς εὐχῆς τὸν κίονα, οὐκ ἐπὶ τὴν βάσιν ἑστῶτα, ἀλλ’ ὀρθὸν μὲν ἠρτημένον ἐπάνω τῆς βάσεως ὅσον ἀπὸ πήχεως ἑνός, οἰκονομοῦντος τοῦ θεοῦ μὴ ἀπιέναι τὴν αἰχμάλωτον οἴκοι ἕως τῆς τοῦ πλήθους ἀφίξεως, ἵνα γνῶσιν αὐτῆς τὴν ἐν τῷ ὑπ᾿ αὐτῆς κηρυττομένῳ ἀληθινῷ θεῷ πίστιν.

ἠλθον οὐν ἕωθεν σὺν τῷ βασιλεῖ, καὶ ἰδόντες ὄρθιον ἠρτημένον τὸν τηλικοῦτον κίονα ἐξίσταντο. τότε τῆς αἰχμαλώτου πᾶσι γενομένης καταφανοῦς διὰ τὸ γεγονός, ἀναστάσης αὐτῆς ἐκ τῆς εὐχῆς εὐθέως ὁ κίων, οἷά τινων τεχνιτῶν τῇ οἰκείᾳ βάσει αὐτὸν προσαρμοζόντων ὡς ἔνι μάλιστα ἀπετέθη, πλείστην ὅσην παρὰ τοὺς ἔμπροσθεν καὶ τοὺς μετ᾿ αὐτὸν κίονας ἔχων εὐπρεπῆ τὴν ἀσφάλειαν.

ἐκ τούτου γέγονε καὶ τοὺς λοιποὺς τοῦ πλήθους συνελθεῖν καὶ συνομολογῆσαι τὴν τοῦ βασιλέως πίστιν θαυμάζοντας Χριστόν· τοῦτο γὰρ αὐτοῖς ἡ αἰχμάλωτος ἐκείνη ἁγία γυνὴ διεμαρτύρατο· ἐδεδοίκει γὰρ τοῦ πλήθους τὴν ἁπλότητα, μήποτε ἄρα ὑπὸ τῆς πατρῴας δεισιδαιμονίας νυττόμενοι εἰς αὐτὴν τὸ εἰς Χριστὸν σέβας ἀπενέγκοιντο, ἤγουν δόξαν περὶ αὐτῆς σχῶσι μὴ συντείνουσαν πρὸς εὐσέβειαν.

διὰ τοῦτο καὶ κοινωνῆσαι αὐτοὺς τῆς εὐχῆς προετρέψτο, ἡνίκα τὸν κίονα ἠρτημένον τῷ οἰκείῳ τόπῳ προσαρμοσθῆναι πεποίηκε, συσκιάζουσα διὰ τούτου τὴν οἰκείαν ὑπόληψιν, τὴν δὲ τοῦ σωτῆρος Χριστοῦ ἐνέργειαν λέγουσα εἰς πάντας ἀνθρώπους τοὺς εἰς αὐτὸν εὐσεβοῦντας διαβαίνειν ἐν ταῖς ὑπὲρ ἄνθρωπον πράξεσι.

[*](A2)[*](22 οἰκία A2 corr. Cer. 24 nach τὴν (τ``) (τ") Raum für 32 οἰκίω Α2 corr. Cer.)
154

Μετὰ δὲ τὸ τελειωθῆναι τὴν ἐκκλησίαν ὑποτίθεται τῷ τε βασιλεῖ καὶ τῇ βασιλίδι ἡ αἰχμάλωτος πέμψαι αὐτοὺς πρὸς τὸν τῆς εὐσεβείας σύντροφον τὸν θεοφιλέστατον βασιλέα Κωνσταντῖνον πεμφθῆναι αὐτοῖς παρ᾿ αὐτοῦ αἰτουμένους τὸν τὴν ἐκκλησίαν ἐκκλησίαν καθιερώσοντα. τότε ὑπό τε τοῦ βασιλέως καὶ τοῦ κοινοῦ τῶν Ἰβήρων οἱ σταλέντες πρεσβευταὶ καταλαμβάνουσι τὴν Κωνσταντινούπολιν, ἀναγγέλοντες τῷ βασιλεῖ Κωνσταντίνῳ τὴν ἐκεῖσε κρατυνθεῖσαν τοῦ Χριστοῦ πίστιν, ἐπίσκοπον αἰτοῦντες δοθῆναι αὐτοῖς παρ᾿ αὐτοῦ εἰς τὴν τῶν παρ᾿ αὐτοῖς ἐκκλησιῶν καθιέρωσιν ὁμοῦ καὶ διατύπωσιν.

οὓς προσηνῶς δεξάμενος ὁ εὐσεβὴς καὶ φιλόχριστος βασιλεὺς Κωνσταντῖνος, χαίρων ἐν τῷ κυρίῳ παρέσχε τὴν αἴτησιν, τὸν τῆς Κωνσταντινουπόλεως ἐπίσκοπον Ἀλέξανδρον παρορμήσας χειροτονῆσαι τῶν Ἰβήρων ἐπίσκοπον, ὁμοῦ συνορῶν θεοῦ νεῦμα εἶναι τοῦ τοὺς ἀλλοφύλους οὐτῷ καθυποτάσσοντος.