Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

δεινὸν γὰρ ὡς ἀληθῶς ἂν εἴη καὶ ἄγαν >δεινὸν καταλυθέντων τῶν πολεμίων καὶ μηδενὸς ἀντιτείνειν >τολμῶντος, βάλλειν ἡμᾶς ἀλλήλους καὶ τοῖς δυσμενέσιν ἡδονὴν >γέλωτα προξενεῖν, ἄλλως τε δὲ] καὶ περὶ θείων >πραγμάτων καὶ τοῦ παναγίου πνεύματος τὴν διδασκαλίαν ἀνάγραπτον >ἔχοντας. εὐαγγελικαὶ γὰρ βίβλοι καὶ ἀποστολικαὶ καὶ τῶν >προφητῶν τὰ θεσπίσματα σαφῶς ἡμᾶς, ἅπερ χρὴ περὶ τοῦ >φρονεῖν, ἐκπαιδεύουσι. τὴν πολεμοποιὸν οὖν ἀπελάσαντες ἔριν, ἐκ >τῶν θεοπνεύστων λόγων λάβωμεν τῶν ζητουμένων τὴν λύσιν«.

[*](9 vgl. Gal. 4, 26 — 21—29 vgl. Thdt. I 7, 11. 12 p. 32 )[*](A2H V1P3 M2P1P2)[*](4f ἡμετέρου καὶ ἀθανάτου ~ V1 7 με > M2 | ἁγιωτάτη P3 | ἡμετέρας 9 κοινῆς > M2P1P2 | τε] καὶ A2 | ἀνάσχοισθε A2M2P1P2 | wohl ἀντιταθῆναι Ltz. 11 ἑαυτῷ] ῥᾶστα H | ἑαυτῷ + ῥᾶστα M2P1P2 14 πυλώνων wegen des folgenden τούτους G. L.; πυλῶν HSS 15 ἡμεῖς A2 | ἡμετέρας corr. in ὑμετέρας A2 ὑμετέρας P1P2V1 ἡμετέρας d. übr. HSS 16 ἄνοιαν P2 | καταξιώσητε — ὁμόνοιαν > P3 22 μηδενὸς] μηδὲν V1 24 διαλεγομένου P3 28 πολεμοποιὰν A2V1 πολεμοποιοῦν P3 | οὖν > P3)
54

Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ὁ πάνσοφος βασιλεύς, οἱα δὴ παῖς φιλοπάτωρ, τοῖς ἱερεῦσιν ὡς πατράσι προσέφερε, τῶν ἀποστολικῶν δογμάτων τὴν συμφωνίαν πραγματευόμενος. τῆς δὲ συνόδου τῶν συνελθόντων ἐπὶ τὸ αὐτὸ ἐπισκόπων — τριακόσιοι δὲ ἦσαν δέκα καὶ ὀκτώ· ἀλλ᾿ οἱ μὲν τριακόσιοι καὶ πρός τοῖς λεγομένοις ἐπείθοντο καὶ τήν τε πρὸς ἀλλήλους ὁμόνοιαν τήν τε τῶν δογμάτων ὑγίειαν ἠσπάζοντο·

οἱ δὲ λοιποί, καθὼς καὶ πάλαι εἰρήκαμεν, τοῖς ἀποστολικοῖς ἀντεμάχοντο δόγμασιν, οἵτινες τὴν τοῦ Ἀρείου δόξαν μεγαλοφυῶς συγκροτεῖν ἐσπούδαζον, δέκα καὶ ἑπτὰ τὸν ἀριθ μὸν ὄντες, Εὐσέβιός τε ὁ Νικομηδεύς, ὡς καὶ πρότερον εἴρηται, Θέογνις ὁ τῆς Νικαίας, Μάρης Χαλκηδόνος, Θεόδωρος Ἡρακλείας Θρᾴκης, Μηνόφαντος Ἐφέσου, Πατρόφιλος Σκυθοπόλεως, Νάρκισσος Νερωνιάδος Κιλικίας δευτέρας, ἣν νῦν Εἰρηνούπολιν ὀνομάζομεν, Θεωνᾶς ὁ Μαρμαρίτης, Σεκοῦνδος Πτολεμαΐδος Αἰγύπτου καὶ σὺν αὐτοῖς ἕτεροι ὀκτὼ οἵτινες ἑαυτοὺς τῷ τῶν τριακοσίων ἁγίων χορῷ ἐπιμίξαντες ὡς δῆθεν ὀρθόδοξοι τοῖς ἀποστολικοῖς ἀντέπραττον δόγμασιν Ἀρείῳ συνηγοροῦντες·

τούτοις δὲ γενναίως ἀντηγωνίζοντο οἱ ἐν ἁγίοις πατέρες ἡμῶν Ἀλέξανδρος Κωνσταντινουπόλεως τότε πρεσβύτερος ὢν καὶ Ἀθανάσιος ὁ ἀρχιδιάκονος τῆς Ἀλεξανδρέων ἐκκλησίας· διὸ καὶ φθόνος ὥπλιστο κατ᾿ αὐτῶν, ὡς ὕστερον λέξομεν. οἱ δὲ ἡμέτεροι ἅγιοι ἐπίσκοποι καλοῦσι τὸν Ἄρειον εἰς τὴν σύνοδον, ἐπιτρέποντες αὐτῷ συστῆναι τοῖς ἰδίοις δόγμασι νεύματι τοῦ τὰ πάντα νικηφόρου βασιλέως· ἐπείπερ, ὡς ἀρτίως εἰρήκαμεν, καὶ αὐτὸς τῇ συνόδῳ συνήδρευεν.

  • Ὅπου τοὐς λιβέλλους τῶν ἐπισκόπων ὁ βασιλεὺς δέχεται.