Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ὁρῶν τοίνυν ὁ βασιλεὺς ταραττομένην τὴν ἐκκλησίαν σύνοδον οἰκουμενικὴν συγκροτεῖ, τοὺς πανταχόθεν ἐπισκόπους διὰ γραμμάτων εἰς Νίκαιαν τῆς Βιθυνίας ἀπαντῆσαι παρακαλῶν. ἠν δὲ αὐτῷ ἑξκαιδέκατον ἔτος καὶ μῆνες ἓξ τῆς βασιλείας, ὅτε ταῦτα αὐτῷ ὑπὲρ τῆς ἐκκλησιαστικῆς εἰρήνης ἐσπούδαστο.

παρῆσαν τε ἐκ πολλῶν ἐπαρχιῶν τε καὶ πόλεων οἱ ἐπίσκοποι, περὶ ὧν ὁ Παμφίλου Εὐσέβιος ἐν τῷ τρίτῳ βιβλίῳ τῶν εἰς τὸν Κωνσταντίνου βίον τάδε κατὰ λέξιν φησίν· τῶν γοῦν ἐκκλησιῶν ἁπασῶν, αἳ τὴν Εὐρώπην ἅπασαν, Λιβύην τε καὶ τὴν Ἀσίαν ἐπλήρουν, ὁμοῦ συνῆκτο τῶν τοῦ θεοῦ λειτουργῶν τὰ ἀκροθίνια·

εἰς τε οἶκος εὐκτήριος, ὥσπερ ἐκ θεοῦ πλατυνόμενος, ἔνδον ἐχώρει κατὰ τὸ αὐτὸ Σύρους τε ἄμα καὶ Κίλικας Φοίνικάς τε καὶ Ἄραβας καὶ Παλαιστινοὺς καὶ ἐπὶ τούτοις Αἰγυπτίους Θηβαίους Λίβυας τούς τε ἐκ Μέσης τῶν ποταμῶν ὁρμωμένους. ἤδη δὲ καὶ Πέρσης ἐπίσκοπος τῇ συνόδῳ παρῆν, οὐδὲ Σκύθης ἀπελιμπάνετο τῆς χορείας· Πόντος τε καὶ Ἀσία Φρυγία τε καὶ Παμφυλία τοὺς παρ᾿ αὐτοῖς παρεῖχον ἐκκρίτους. ἀλλὰ καὶ Θρᾷκες καὶ Μακεδόνες Ἀχαῖοί τε καὶ Ἠπειρῶται οἱ<δ᾿> ἔτι προσωτάτω ἀπήντων, αὐτός τε Σπάνων ὁ πάνυ βοώμενος Ὅσιος, ἐπέχων καὶ τὸν τόπον τοῦ τῆς μεγίστης Ῥώμης ἐπισκόπου Σιλβέστρου σὺν πρεσβυτέροις Ῥώμης Βίτωνι καὶ Βικεντίῳ τοῖς πολλοῖς ἅμα συνεδρεύων.

τῆς δὲ νῦν βασιλευούσης πόλεως ὁ μὲν προεστὼς Μητροφάνης τοὔνομα διὰ γῆρας ὑστέρει, πρεσβύτεροι δὲ αὐτοῦ παρόντες τὴν αὐτοῦ τάξιν ἐτέλουν, ὧν ὁ εἷς Ἀλέξανδρος ἦν, ὁ μετ’ αὐτὸν ἐπίσκοπος τῆς αὐτῆς γεγονὼς πόλεως.

τοιοῦτον μόνος ἐξ αἰῶνος [*](3—S. 45, 18 vgl. Socr. 1 8 p. Aus Alis ihm schöpft Gelasius, nicht aus dem ihm zitierten Originalbericht des Euseb V. C. III c. 7. 8 — 5 Die Zeitangabe, die bei Socr. fehlt, unter Rückverweisung wiederholt S. 134, 24, wo als Quelle τὰ παλαιὰ διηγήματα (s. a. S. 33, 13) angeführt werden. Etwa der S. 5, 20 genannte Johnannes?) [*](A1H V1P3 M2P1P2) [*](1 Eine von sp späterer Hd. geschriebene verstümmelte Randlesart Capitelüberschrift in anderer Form zu enthalten (fol. 37v) Ai | > M2P1P2 | τῆς] τῇ H 4 πανταχόθεν aus πανταχοῦ corr. Μ2 7 ἐκκλησιαστικῆς + ἱστορίας A1 10 ἁπασῶν] πασῶν V1 ἑκπασῶν P3 13 τε καὶ ἅμα ~ M2 14 ἄρραβας A1 14f Αἰγυπτίους ἐπὶ τούτοις ~ HM2P1P2 18 ἐκκρίτους Socr. ἐγκρίτους HSS 19 ἠπειρῶται] οἱ πειρῶται P3 20 ἀπήντων] ἁπάντων H | σπάνων] πάντων H | βοώμενος + ὁ V1P3 23 Τε Socr.] τε HSS 24 ὑστέρει] ἠσθένει A1 25 Ἀλέξανδρος—S. 45, 1 εἷς am Rand nachgetragen H 26 πόλεως γεγονώς ~ P2)

45
εἷς βασιλεὺς Κωνσταντῖνος Χριστῷ στέφανον δεσμῷ συνάψας εἰρήνης, τῷ αὐτοῦ σωτῆρι τῆς κατ᾿ ἐχθρῶν πολεμίων νίκης θεοπρεπὲς ἀνετίθει χαριστήριον, εἰκόνα χορείας ἀποστολικῆς ταύτην καθ’ ἡμᾶς συστησάμενος.

ἐπεὶ καὶ κατ᾿ ἐκείνους συνῆχθαι λόγος ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανὸν ἄνδρας εὐλαβεῖς, καθὼς ἐν ταῖς, πράξεσι τῶν ἀποστόλων, ἐν οἷς ἐτύγχανον »Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται«, πλὴν ὅσον ἐκείνοις μὲν ὑστέρει τὸ μὴ ἐκ θεοῦ λειτουργῶν συνεστάναι τοὺς πάντας, ἐπὶ δὲ τῆς παρούσης χορείας ἐπισκόπων μὲν πληθὺς ἠν πριακοσίων ἀριθμὸν ὑπερακοντίζουσα, ἑπομένων δὲ τούτοις πρεσβυτέρων καὶ διακόνων ἀκολούθων τε πλείστων ὅσων ἑτέρων οὐδ’ ἦν ἀριθμὸς εἰς κατάληψιν.

τῶν δὲ τοῦ θεοῖ· λειτουργῶν οἱ μὲν διέπρεπον σοφίας λόγῳ, οἱ δὲ βίου στερρότητι καὶ καρτερίας ὑπομονῇ, οἱ δὲ τῷ μέσῳ τρόπῳ κατεκοσμοῦντο. ἠσαν δὲ τούτων οἱ μὲν χρόνων μήκει τετιμημένοι, οἱ δὲ νεότητι καὶ ψυχῆς ἀκμῇ διαλάμποντες, οἱ δὲ ἄρτι παρελθόντες ἐπὶ τὸν τῆς λειτουργίας δρόμον.

οἶς δὴ πᾶσιν ὁ βασιλεὺς ἐφ’ ἐκάστης ἡμέρας τὰ σιτηρέσια δαψιλῶς χορηγεῖσθαι προσέταττε. τοιαῦτα μὲν περὶ τῶν ἐκεῖ συνελθόντων ὁ Παμφίλου διεξῆλθεν Εὐσέβιος.

  • Ὅπου ὁ βασιλεὺς συνεδρεύει τοῖς ἐπισκόποις.