Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Τούτους τοὺς εἴκοσι νόμους τὸ αὐτὸ ἅγιον αὐτῶν συνέδριον ἐπὶ παρουσίᾳ τοῦ θεοφιλεστάτου καὶ πανευφήμου βασιλέως Κωνσταντίνου περὶ τῆς ἐκκλησιαστικῆς πολιτείας ἐγράψαντο.

ἐβουλεύσαντο δὲ καὶ ἕτερον νόμον ἐκθέσθαι τινὲς τῶν ἐπισκόπων, ὃν ὁ ἐκώλυσε Παφνούτιος, περὶ οὗ ἀναγκαῖον ᾠήθην διηγήσασθαι μεγίστου θαύματος ἄξιον διήγημα. ἐδόκει τισὶ τῶν ἐπισκόπων νόμον νεαρὸν εἰς τὴν ἐκκλησίαν εἰσαγαγεῖν ἐν τῇ συνόδῳ <καὶ> ὡς περὶ τῶν τῆς ἐκκλησίας οὕτω καὶ τοῦτον ὁρίσαι.

  • Περὶ τοῦ μὴ δεῖν τοὺς ἱερωμένους ἕκαστον τὴν ἑαυτοῦ γαμετὴν ἐκβάλλειν.