Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Πιστεύομεν εἰς ἴνα θεὸν πατέρα παντοκράτορα ὁρατῶν τε πάντωμ των καὶ ἀοράτων ποιητήν.

καὶ εἰς ἔνα κύριον Ἰησοῦν Κριστὸν τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τοὐτ΄ ἔστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι᾿ οὑ τὰ πάντα ἐγένετο τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ,

τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ὑμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα,

παθόντα ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς.

καὶ εἰς τὸ αὐτοῦ αὐτοῦ πνεῦμα.

Τοὺς δὲ λέγοντας· ἦν ποτε ὅτε οὐκ ἦν καὶ πρὶν γεννηθῆναι οὐκ ἦν καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγἐνετο ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ« τοὺς τοιούτους ἀνθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.

Αὕτη ἐστὶν ἡ πίστις, ἣν ἐξέθεντο οἱ ἐν Νικαίᾳ ἅγιοι ἡμῶν πατέρες οἱ ὀρθόδοξοι ἐπίσκοποι πρῶτον μὲν κατὰ Ἀρείου βλασφημοῦντος

καὶ λέγοντος κτίσμα τὸν υἱὸν τοῦ θεοῦ καὶ κατὰ Σαβελλίου τε καὶ Φωτεινοῦ καὶ Παύλου τοῦ Σαμοσατέως καὶ Μανιχαίου καὶ Οὐαλεντίνου καὶ Μαρκίωνος καὶ κατὰ πάσης δὲ αἱρέσεως, ἥτις ἐπαν- [*](20—24 vgl. Philostorg. a. a. Α1HR V1P3 M2P1P2) [*](1 δὲ > H 2 ἐν ὀλίγοις ῥήμασι nach 3 ἁπλότητα ~ Α1R | τὴν > 3 f ἐκτίθεται P2 5 νικαίας P3 6 ἐπὶ] ὑπὸ P2 | βασιλέως] μεγάλου R 7 χλς] χݲλݲΓݲ | δίσίω (so!) A1 | ιݲθݲ > V1P3 7 f 8 τῶν βιθυνῶν H τῶν βιθυνίων R 18 ἐρχόμενον + ἐρχόμενον H 19 πνεῦμα αὐτοῦ ~ R αὐτοῦ > V1 20 ποτε > V1 20 f καὶ πρὶν γεννηθῆναι οὐκ ἦν 21 ὅτι nach ὄντων ~ R | ἑτέρας] ἡμετέρας Α1 (wo aber ημ wieder radiert), R 22 ἢ κτιστὸν > Μ2Ρ1Ρ2Ρ3 23 καὶ ἀποστολικὴ > H 25 ἅγιοι > R Α1 28 σαμωσατέως R 29 δὲ >H)

104
έστη τῇ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ·

οὓς κατέκρινεν ἡ ἐν τῇ Νικαέων πόλει συνηγμένη τῶν ἁγίων ὀρθοδόξων σύνοδος, ὡν τὰ ὀνόματα καὶ τῶν ἐπαρχιῶν αὐτῶν ἐστὶν ὑποτεταγμένα.

Ἀναφἐρεται τοίνυν ἐπὶ τὸν εὐσεβῆ καὶ πανεύφημον βασιλέα τὰ ὑπὸ τῆς συνόδου κεκριμένα ἥ τε κατὰ τῶν θεομάχων ἀπόφασις καὶ ἡ τῆς ὀρθοδόξου πίστεως ἔκθεσις, ἣν ὡς θεόθεν προενεχθεῖσαν ἀσμένως προσεδέξατο μετὰ πλείστης ὅσης σεβασμιότητος· τοὺς δὲ ταύτης πολεμίους ὡς ἅτε θεῷ ἐναντιουμένους ἐξορίαν ὑποστῆναι ψηφίζεται.

ἓξ τοίνυν ἐκ τῶν μετὰ Ἀρείου ἐπισκόπων σὺν αὐτῷ Ἀρείῳ καὶ τοῖς περὶ αὐτὸν συναπωσθῆναι ἠνέσχοντο.

οἱ δὲ γὰρ ἕνδεκα δείσαντες τοῦ τε θεοφιλοῦς βασιλέως τὴν παρουσίαν καὶ τῆς συνόδου τῶν ἐπισκόπων τὸ πλῆθος, μὴ ἐξοστρακισθεῖνε, ὑποκριναμενοι ὑπογράφουσιν εἰς τὸ ὁμοούσιον χειρὶ οὐ προθέσει.

ταύτης τῆς ὑπουλίας ἔξαρχος ὁ Νικομηδείας Εὐσέβιος, ὃς καὶ μέχρι τέλους δείκνυται τῇ ἐφ’ ἑκάτερα κεχρημένος γνώμῃ, καθὰ Εὐστάθιός τε ὁ τῆς Ἀντιοχέών καὶ Εὐσέβιος ὁ Παμφίλου Ἀθανάσιός τε ὁ μέγας καὶ πάντες οἱ τὰ τῆς συνόδου συγγραψάμενοι διηγοῦνται τῇ τε πρὸς ἡμᾶς δι᾿ ὑποκρίσεως τὸν ἄνδρα τοῦ δοκεῖν εἶναι καὶ τῆς τῶν ἐναντίων συμμορίας γενναίως ὑπερμαχοῦντα.

  • Αἱ περὶ τῆς πίστεως ὑπογραφαὶ τῶν ἐπισκόπων.