Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Διὸ ἐκκηρύκτους αὐτοὺς καὶ αὖθις γενέσθαι σὺν Ἀρείῳ τῆς καθολικῆς ἐκκλησίας παμψηφὶ πάντες οἱ ἅγιοι ἡμῶν πατέρες ὡρίσαντο, ἀναθεματίσαντες αὐτούς τε καὶ τὴν ἀσεβῆ αὐτῶ δόξαν καὶ τὰ ῥήματα καὶ τὰ νοήματα αὐτῶν τὰ βλάσφημα, οἷς ἐκέχρηντο κατὰ τοῦ υἱοῦ τοῦ Μοῦ λέγοντες ἐξ οὐκ ὄντων αὐτὸν εἶναι καὶ ὅτι ἠν ποτε ὅτε οὐκ ἦν καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς δεκτικὸν αὐτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ, κτίσμα λέγοντες αὐτὸν εἶναι καὶ ποίημα.

ἀνεθεμάτισεν θεμάτισεν ἅπαντα ταῦτα καὶ αὐτοὺς ἡ ἁγία σύνοδος οὐδὲ ὅσον ἀκοῦσαι τῆς ἀσεβοῦς δόξης αὐτῶν καὶ ἀπονοίας καὶ τῶν βλασφήμων αὐτῶν ῥημάτων ἀνασχομένη.

ἀλλὰ καὶ τὸ πιττάκιον δὲ αὐτῶν, ὅπερ γέμον τῆς ἀσεβείας αὐτῶν ἐπιδοῦναι ἐτόλμησαν, παραχρῆμα διέρρηξαν. καὶ τὰ μὲν κατ’ ἐκείνους τοιοῦτον εἴληφε παρὰ τῆς ἁγίας [*](3— 17 vgl. Rufin X 5 p. 965 — 22 ff vgl. Philostorg. I 9 a S. 10 (Bidez) und oben S. 35, 24 ff A1HR V1P3 M2P1P2) [*](1 συμφωνίᾳ > P2 2 γὰρ > A1R 4 f πᾶσι τοῖς ἡμετέροις ὁμοῦ 5 δεῖν — πίστεως] ἐπὶ τῆς ἐκκλησίας δεῖν ὁρίσασθαι R 7 αὐτῆς] αὐτοῦ H 8 ἅπαντες Μ2Ρ1Ρ2 10 ἁγίων > V1P3 | τε > H 21 καὶ ἀπονοίας — μάτων Rand von 1. Hd. ’ 27 τῶν > R 28 δὲ > RM2)

103
συνόδου τέλος.

τὰ δὲ περὶ τῆς ὀρθοδόξου πίστεως συμφώνως ἅπαντες οἱ ἐπίσκοποι ἐν ὀλίγοις ῥήμασι διὰ τὴν τοῦ πιστοῦ πλήθους τῶν λαῶν ἁπλότητα τὸ ὅλον περιλαβόντες ὡδέ πως ἐγγράφως ἐκτίθενται τὸ τῆς καθολικῆς πίστεως σύμβολον.

Ἔκθεσις τῆς καθολικῆς καὶ ἀποστολικῆς πίστεως ἐκτεθείσης ὑπὸ τῆς ἐν Νικαίᾳ συνόδου ἐπὶ τοῦ θεοφιλεστάτου βασιλέως Κωνδσταντίνου ἐν ὑπατείᾳ Παυλίνου καὶ Ἰουλιανοῦ τῶν λαμπρῶν ἔτους ἀπὸ Ἀλεξάνδρου χλς΄ ἐν μηνὶ Δεσίῳ ιθ τῇ πρὸ δεκατριῶν Καλανδῶν Ἰουδίου Ἰουλίου ἰνδ. #x772; ἐν Νικαίᾳ μητροπόλει τῆς Βιθυνίας.