Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

πάλιν ἐροῦμεν τὸ συγκαταβῆναι καὶ τὸ κατελθεῖν καὶ τὸ ἀπεστάλθαι κατὰ τὸν τῆς ἐναθρωπήσεως αὐτοῦ τρόπον διαληπτέον, ὡς προαπεδείξαμεν· τῇ γὰρ θεότητι αὐτοῦ τὰ πάντα σὺν τῷ πατρὶ πληροῖ ἀεὶ κατὰ τὰς προαποδοθείσας ἐννοίας.

ἄκουε τοίνυν· γεννώμεθα ἐκ γυναικός· [*](3 Luk. 1, 2 — 5 Röm. 1, 3 — 6 Matth. 1, 16 — 7 Rom. 9, 5 — 8 Hebr. 2, 16 — Hebr. 4, 15 — 12 Jerem. 17, 9) [*](Α1ΗR V1P3 M2P1P2) [*](2 δι᾿ ἡμᾶς ἑαυτοῦ ~ R 4 γενομένου Ρ3 | ὁ > R 6 σάρκα etwas getilgt R | τὸ ἐξ ἧ V1P3 ὅτι ἐξ ἧς ΗΜ2Ρ1Ρ2 καὶ τὰ ἑξῆς Α1R 11 γένηται von 2. Hd. corr. in γεγένηται M2 | πάσης — 12 διάνοιαν > mit dem Unterschied, daß Ai am Rand u. schwerlich von 1. Hd. einfügt H im Text einfügt ἀγνοεῖται, R auch noch die vorhergehenden zavia γεγένηται äßt und statt dessen ἀκατάληπτος im Text hat 14 f πλήθους τοῦ συναθροισθέντος ~ Μ2Ρ1Ρ2 15 f διὰ Μακαρίου ἐπισκόπου scheint schon in alter Zeit von 2. Hd. wiederholt zu sein (unleserlich) Ai 16 ἤ]δ[η] Α1 17 ὤν] ἦν V1P3 | θεοῦ + καὶ V1 20 ἀπόστασιν A1H 23 συγκαταβὰν Α1ΗRV1P3 συγκαταβῆναι M2P1P2 | ἀπεστάλθαι] ἀπελθεῖν R)

100
ἦλθε διὰ φιλανθρωπίαν εἰς τοῦτο, ἀλλ’ ἡμεῖς μὲν ἐξ ἡδονῆς ὕπνου καὶ σπέρματος ἀνδρός, αὐτὸς δὲ μόνος ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου. γαλακτοτροφούμεθα· ἠλθε καὶ εἰς τοῦτο σαρκὶ ὁ τῇ θεότητι αὐτοῦ διδοὺς τροφὴν πάσῃ σαρκί. γινόμεθα εἰς προκοπὴν καὶ αὔξησιν ἡλικίας· οὐκ ἀπηξίωσε γενέσθαι καὶ αὐτὸς τοῦτο σωματικῶς, καθὼς γέγραπται ὅτι »Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις«·

καὶ ἕως τρικοστοετοῦς χρόνου διανύσας, ἵνα πᾶσαν ἡλικίαν εὐλογήσῃ, τότε ἐπὶ τὸ βάπτισμα ἔρχεται, κηρύσσοντος Ἰωάννου υἱοῦ Ζαχαρίου τῷ λαῷ βάπτισμα μετανοίας, οὐκ ἀφέσεως ἁμαρτιῶν οὔτε υἱοθεσίας δῶρον διδόντος· οὐ γὰρ ἦν Ἰωάννου ταῦτα δοῦναι άκκ᾿ ] οὔτε ἀγγέλου, ἀλλ’ αὐτοῦ τοῦ σαρκωθέντος καὶ ἐνανθρωπήσαντος θεοῦ λόγου.

καὶ ἀνέχεται τὸ ὑπὲρ ἡμῶν βάπτισμα, καὶ θεὸς ὤν ἀναμάρτητος ἐβαπτίσθη σωματικῶς ὡς ἄνθρωπος, οὐκ αὐτὸς δεόμενος βαπτίσματος, ἀλλ’ ἀλλ᾿ τὸ ἡμέτερον βάπτισμα δοξάσῃ, ἵνα πιστεύσωμεν, ὅτι ὥσπερ ἐπ’ αὐτὸν κατῆλθε τὸ πνεῦμα τὸ ἅγιον, οὕτως καὶ ἐφ ἡμᾶς τοὺς εἰς αὐτὸν βαπτιζομένους.

εἰτα συναναστραφεὶς τοῖς ἀνθρώποις τάς τε τῶν θείων αὐτοῦ ἐντολῶν παραδοὺς ἐκδόσεις τάς τε τῶν σημείων ἐργασάμενος θαυματουργίας, ἐπὶ τριετῆ χρόνον καὶ τετάρτου ἀρξάμενος οὕτως ἐπὶ τὸ ὑπὲρ ἡμῶν ἑκούσιον αὐτοῦ σωματικὸν ἔρχεται πάθος· πάθος· ἡμῖν γὰρ κεχρεώστητο τιμωρία σταυροῦ· ἀλλ εἰ πάντες ἐσταυρώθημεν, οὔτε ἑαυτοὺς ἐκ τοῦ θανάτου ὰρπάσαι ἰσχύσαμεν.

»ἐβασίλευσε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας«. πολλοὶ ἅγιοι, πολλοὶ προφῆται, πολλοὶ δικαιοι· καὶ οὐδεὶς αὐτῶν τῆς τοῦ θανάτου ἐξουσίας ἑαυτὸν ἠδυνήθη λυτρώσασθαι, ἀλλὰ ἦλθεν αὐτὸς ὁ τῶν πάντων σωτὴρ καὶ τὰς ἡμῖν χρεωστουμένας τιμωρίας εἰς τὴν ἐξ ἡμῶν ἀνθ ἡμῶν ὑπὲρ ἡμῶν ἀναμάρτητον αὐτοῦ ὑπεδέξατο σάρκα.

κατεφερόμεθα μετὰ τὸν θάνατον εἰς τὸν Ἅιδην· ἀνεδέξατο καὶ τοῦτο καὶ [*](1f vgl. Weish. Sal. 7, 2 — 6 Luk. 2, 52 — 9 vgl. Mark. 1, 4 — 17 vgl. Baruch 3, 38 — 23 Rom. 5, 14) [*](Α1ΗR V1P3 M2P1P2) [*](4 πάσῃ σαρκὶ τροφήν ~ R 5 καὶ αὐτὸς γενέσθαι ~ ΗΜ2Ρ1Ρ2 6 τοῦτο > VI | καθὰ R 8 εὐλογήσῃ ἡλικίαν ~ R 9 ἔρχεται] ἦλθε R 11 corr. 12 ἐνανθρωπήσαντος + τοῦ P2 17 συνανεστραφείς Μ2 20 τέταρτον 212 τεταρτ/ R | ὑπὲρ ἡμῶν > Ρ2 22 f ἰσχύσαμεν ἁρπάσαι ~ H ἰσχύαμεν A R 23 μέχρι] ἕως Α1 25 προλλῆται V1 | αὐτῶν nachträglich, wohl von 1. Hd. eingefügt Ai 26 ἑαυτὸν bis λυτρώσασθαι am ß von späterer Hd. auf der folgenden Seite am oberen Rand . . . τρωσαι . α 27 τὰς + ἐξ ἁμαρτιῶν R 28 f καταφερόμεθα R)

101
κατῆλθεν ἑκουσίως εἰς αὐτόν· οὐ κατηνέχθη καθάπερ ἡμεῖς ἀλλὰ κατῆλθεν, οὐ γὰρ ἠν ὑποκείμενος τῷ θανάτῳ, ἀλλ᾿ ἐξουσιαστης τοῦ θανάτου καὶ μόνος κατελθὼν μετὰ πλήθοις ἀνελήλυθεν.

αὐτὸς γὰρ ἦν ὁ νοερὸς κόκκος τοῦ σίτου ὁ ὑπὲρ ἡμῶν πεσὼν εἰς τὴν γῆν καὶ ἀποθανὼν σαρκί, ὃς τῇ τῆς θεότητος αὐτοῦ δυνάμει ἀνέστησε τὸν σωματικὸν αὐτοῦ ναὸν κατὰ τὰς γραφὰς καρποφορήσαντα τὴν τοῦ παντὸς ἀνθρωπίνου γένους ἀνάστασιν, καὶ ἐμφανίσας τοῖς μαθηταῖς μετὰ τὴν τριήμερον ταφὴν καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐπέδειξεν αὐτοῖς τὰ ἐν τῷ σταυρῷ τοῦ σώματος αὐτοῦ πάθη, εεἰπών· »ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι αὐτὸς ἐγώ εἰμι, ὁ θαυματουργῶν, ὁ καὶ τὰ ὑπὲρ τοῦ ὑμετέρου γένους ἐν τῇ σαρκί μου καταδεξάμενος πάθη«.

εἶτα ἐπὶ τεσσαράκοντα ἡνλερας συναυλιζόμενος αὐτοῖς δούς τε αὐτοῖς σωτηρίων ἐντολῶν ὑποθήκας, ἀνελήλυθεν εἰς τοὺς οὐρανοὺς βλεπόντων αὐτῶν, ἐν δεξιᾷ τε τοῦ πατρὸς κεκαθικέναι αὐτὸν οἱ ἱεροὶ ἐδίδαξαν λόγοι. ὃν καὶ ἥξειν προσδοκῶμεν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος κρῖναι ζῶντας καὶ νεκροὺς ἀϊδίως ὡς ἀεὶ συμβασιλεύοντα τῷ πατρὶ εἰς τοὺς ἀπείρους αἰῶνας.

αὕτη ἡ τῆς ἐκκλησίας ἀποστολικὴ καὶ ἀμώμητος πίστις, ἥντινα ἄνωθεν παρ’ αὐτοῦ τοῦ κυρίου διὰ τῶν ἀποστόλων ἐκ προγόνων εἰς ἐκγόνους παραδοθεῖσαν ἡ ἐκκλησία πρεσβεύει καὶ ἄχρι καὶ νῦν καὶ εἰς ἀεὶ ταύτην κρατεῖ, εἰπόντος τοῦ κυρίου τοῖς μαθηταῖς· »πορευθέντες πορευθέντες μαθητεύσατε παντα τα ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος«.

  • Περὶ τῆς τῶν πάντων ὁμοφωνίας τῆς εἰς τὸ ὁμοούσιον.
  • Τούτων οὕτως ὑπὸ τοῦ ἁγίου πνεύματος διὰ τῶν ἁγίων ἡμῶν πατέρων τῶν ἐν ἐκείνῃ τῇ ἁγίᾳ συνόδῳ συνειλεγμένων ἐκφωνηθέντων, ἐμεγάλυνε τὸν θεὸν ἅπαν τὸ πλῆθος ἐκεῖνο τὸ εἰς τὴν ἀκρόασιν ἐκείνην συνελθόν.

    ἐπηκροᾶτο δὲ καὶ αὐτὸς ὁ θεοφιλέστατος βασιλεὺς συμπαρὼν καὶ αὐτὸς τὰ πλεῖστα τῇ συνόδῳ καὶ ὑπεραγασθεὶς ἐδόξαζε τὸν θεὸν τοιούτων ἐπακούσας θείων δογμάτων· χαίρων δῆτα [*](4 vgl. Joh. 12, 24 — 5 vgl. I Pe. 3, 18 — 5 ff vgl. Joh. 2, 21 f — 9 Luk. 24, 39 — 12 ff vgl. Act. 1, 3 — 11 — 21 Matth. 28, 19. 20 A1HR V1P3 M2P1P2) [*](6 κατὰ τας στὰς V1 7 ἀνθρωπίνου γένους] ἀνθρώπου R ἀνθρωπείου γένους V1P3 8 > Μ2 11 ὑμετέρου V1P3M2P1P2 ἡμετέρου Α1ΗR 12 f τε αὐτοῖς > V1 16 συμβασιλεύοντα] συμβουλεύοντα Ρ3 19 ἐγγόνους 20 καὶ 2 > Μ2Ρ1Ρ2 24 τῶν > ΗΜ2Ρ1Ρ2 | πάντων] πατέρων R 25 > 26 τῇ > M2 30 ἐδόξασε V1 | θείων > H)

    102
    ἐπὶ τῇ τῶν ἡμετέρων ἐπισκόπων συμφωνίᾳ, ἠγαλλιᾶτο τῷ πνεύματι· ἔσπευδε γὰρ μηδένα μὴ μέγαν μὴ μικρὸν διαφωνπῆσαι ταύτης τῆς σωτηρίου ὁμολογίας.

    μετὰ γοῦν τὴν πολλὴν ταύτην καὶ χρονίαν τῆς προσκυνητῆς σκέψεως ἐκπλήρωσιν ἔδοξε πᾶσιν ὁμοῦ τοῖς ἡμετέροις τὸ ὁμοούσιον δεῖν ὁρίσασθαι ἐπὶ τῆς ἐκκλησιαστικῆς πίστεως, ὃν τρόπον καὶ οἱ μετὰ τοὺς ἀποστόλους αγιοι ἡμῶν πατέρες ταύτην παρέδοσαν τὴν πίστιν, τοῦτ᾿ ἔστι τῆς αὐτῆς οὐσίας τῆς τοῦ πατρὸς ὁμολογεῖν τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον.

    ἥντινα πίστιν πάντες οἱ ἐν τῇ Νικαέων συναθροισθέντες ἅγιοι ἐπίσκοποι ἐβεβαίωσαν, τό τε τῶν ἱερατικῶν καὶ ὁμολογητῶν ἁγίων ἀνδρῶν πλῆθος αὐτός τε ὁ πανεύφημος καὶ θεοφιλέστατος βασιλεὺς καὶ ἅπαν τὸ ἐκεῖσε τῶν πιστῶν συνεληλυθὸς πλῆθος χαίροντες ἀπεδέξαντο τὴν ὁμολογίαν τῆς πίστεως, παρεκτὸς ἑπτακαίδεκα ἐπισκόπων τὸν ἀριθμὸν περὶ ὡν καὶ ἀνωτέρω εἰρήκαμεν, οἷς ὁ Ἄρειος ἐπιτέρπεσθαι δοκῶν σὺν αὐτοῖς ἑάλω, συμφώνοις αὐτοῦ οὐσι, λεγόντων αὐτῶν σὺν αὐτῷ ἔξωθεν τὸν υἱὸν δεδημιουργῆσθαι τῷ θεῷ ἐκ μὴ ὄντων τινῶν ὑποστάσεων καὶ οὐκ ἀπ᾿ αὐτῆς τῆς τοῦ πατρὸς θεότητος γεννηθέντα.

  • Ὅπου ὑπὸ τοῦ κοινοῦ τῆς συνόδου ἐκκηρύττεται ὁ ἀσεβὴς Ἄρειος καὶ οἱ σὺν αὐτῷ.
  • Διὸ ἐκκηρύκτους αὐτοὺς καὶ αὖθις γενέσθαι σὺν Ἀρείῳ τῆς καθολικῆς ἐκκλησίας παμψηφὶ πάντες οἱ ἅγιοι ἡμῶν πατέρες ὡρίσαντο, ἀναθεματίσαντες αὐτούς τε καὶ τὴν ἀσεβῆ αὐτῶ δόξαν καὶ τὰ ῥήματα καὶ τὰ νοήματα αὐτῶν τὰ βλάσφημα, οἷς ἐκέχρηντο κατὰ τοῦ υἱοῦ τοῦ Μοῦ λέγοντες ἐξ οὐκ ὄντων αὐτὸν εἶναι καὶ ὅτι ἠν ποτε ὅτε οὐκ ἦν καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς δεκτικὸν αὐτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ, κτίσμα λέγοντες αὐτὸν εἶναι καὶ ποίημα.

    ἀνεθεμάτισεν θεμάτισεν ἅπαντα ταῦτα καὶ αὐτοὺς ἡ ἁγία σύνοδος οὐδὲ ὅσον ἀκοῦσαι τῆς ἀσεβοῦς δόξης αὐτῶν καὶ ἀπονοίας καὶ τῶν βλασφήμων αὐτῶν ῥημάτων ἀνασχομένη.

    ἀλλὰ καὶ τὸ πιττάκιον δὲ αὐτῶν, ὅπερ γέμον τῆς ἀσεβείας αὐτῶν ἐπιδοῦναι ἐτόλμησαν, παραχρῆμα διέρρηξαν. καὶ τὰ μὲν κατ’ ἐκείνους τοιοῦτον εἴληφε παρὰ τῆς ἁγίας [*](3— 17 vgl. Rufin X 5 p. 965 — 22 ff vgl. Philostorg. I 9 a S. 10 (Bidez) und oben S. 35, 24 ff A1HR V1P3 M2P1P2) [*](1 συμφωνίᾳ > P2 2 γὰρ > A1R 4 f πᾶσι τοῖς ἡμετέροις ὁμοῦ 5 δεῖν — πίστεως] ἐπὶ τῆς ἐκκλησίας δεῖν ὁρίσασθαι R 7 αὐτῆς] αὐτοῦ H 8 ἅπαντες Μ2Ρ1Ρ2 10 ἁγίων > V1P3 | τε > H 21 καὶ ἀπονοίας — μάτων Rand von 1. Hd. ’ 27 τῶν > R 28 δὲ > RM2)

    103
    συνόδου τέλος.

    τὰ δὲ περὶ τῆς ὀρθοδόξου πίστεως συμφώνως ἅπαντες οἱ ἐπίσκοποι ἐν ὀλίγοις ῥήμασι διὰ τὴν τοῦ πιστοῦ πλήθους τῶν λαῶν ἁπλότητα τὸ ὅλον περιλαβόντες ὡδέ πως ἐγγράφως ἐκτίθενται τὸ τῆς καθολικῆς πίστεως σύμβολον.

    Ἔκθεσις τῆς καθολικῆς καὶ ἀποστολικῆς πίστεως ἐκτεθείσης ὑπὸ τῆς ἐν Νικαίᾳ συνόδου ἐπὶ τοῦ θεοφιλεστάτου βασιλέως Κωνδσταντίνου ἐν ὑπατείᾳ Παυλίνου καὶ Ἰουλιανοῦ τῶν λαμπρῶν ἔτους ἀπὸ Ἀλεξάνδρου χλς΄ ἐν μηνὶ Δεσίῳ ιθ τῇ πρὸ δεκατριῶν Καλανδῶν Ἰουδίου Ἰουλίου ἰνδ. #x772; ἐν Νικαίᾳ μητροπόλει τῆς Βιθυνίας.

    Πιστεύομεν εἰς ἴνα θεὸν πατέρα παντοκράτορα ὁρατῶν τε πάντωμ των καὶ ἀοράτων ποιητήν.

    καὶ εἰς ἔνα κύριον Ἰησοῦν Κριστὸν τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τοὐτ΄ ἔστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι᾿ οὑ τὰ πάντα ἐγένετο τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ,