Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

οὐαὶ Ἀρείῳ καὶ τῇ συμμορίᾳ αὐτοῦ τῇ ἀσεβεῖ, βλασφημήσασιν εἰς τὸν υἱὸν τοῦ θεοῦ λέγουσιν] ἦν ποτε ὅτε οὐκ ἦν καὶ ὅτι κτίσμα καὶ ποίημα καὶ ἐξ ἑτέρας οὐσίας οὐσίας υἱὸς τοῦ θεοῦ καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ μὴ τῆς αὐτῆς οὐσίας ἡς ὁ πατὴρ εἰρηκόσι τὸν υἱὸν τοῦ θεοῦ καὶ τὸ πνεῦμα τὸ .

ἀναθεματίζω νῦν καὶ πάντοτε Ἄρειον καὶ τὰς ἀσεβεῖς αὐτοῦ δόξας καὶ τοὺς τὰ αὐτοῦ φρονοῦντας πάντας καὶ τοὺς βλασημοῦντας κατά τε τοῦ πατρὸς κατά τε τοῦ υἱοῦ καὶ κατὰ τοῦ ἁγίου πνεύματος· ὁ γὰρ τὸν υἱὸν μὴ ἔχων οὐδὲ τὸν πατέρα ἔχει· ι· καὶ ὁ εἰς τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον βλασφημήσας εἰς τὸν πατέρα ἐβλασφήμησε.