Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

ἐπεδὴ εἰς ὑψηλοτέραν ἔννοιάν με ἠγάγετε φήσαντες δεῖν μίαν θεότητα νοεῖσθαι καὶ πιστεύεσθαι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἐπιμέμνημαι δὲ τῶν παρ΄ ὑμῶν ἔμπροσθεν ῥηθέντων, ὅτι θεὸς ὁ πατὴρ καὶ θεὸς ὁ υἱὸς καὶ θεὸς τὸ πνεῦμα τὸ ἅγιον,

νῦν δέ φατε μίαν θεότητα τῶν τριῶν τελείων ὑποστάσεων τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, λευκότερον [*](14 ff vgl. Hebr. 4, 12 f — 18 vgl. I Kor. 2, 10) [*](A1HR V1P3 M2P1P2) [*](1 καὶ2 > Μ2 4 νοουμένης τε καὶ ὁρωμένης ~ Α1R 5 ἐστιν 1 καὶ > R 8 μὲν > R 9 ἀτμήτως + καὶ Α1ΗRP3 | σοῦ1 > + δὲ H 10 οὐδὲ A1RV1P3 οὔτε d. übr. HSS | οὔτε] οὐδὲ R 11 εἴπης A1R 11 f ἀπαξιώσαις Μ2Ρ1Ρ2 12 f καὶ ἀκαταλήπτου > R | ἐκείνης οὐσίας ~ ἐκείνης > R 13 corr. Holl, Ltz. 15 κριτήν τε] καὶ τήν τε (am Rand von Hd. das Richtige) Μ2 16 ᾧ] ὡς Μ2Ρ1Ρ2 18 τὸ ἅγιον αὐτοῦ ~ Α1R | 2 > P3 19 εἶναι > R 21 f ἐπισκόπων] πατέρων Μ2Ρ1Ρ2 24 | δὲ > A1R | τῶν > R | ὑμῖν ’Ps 25 καὶ1 > RM2P1P2 | καὶ 1 > R)

91
σαφηνίσατέ μοι τὰς ῥήσεις, παρακαλῶ. ἀπόκρισις τῶν ἁγίων πάτέρων [*](νθ΄) πρὸς τὸν φιλόσοφον διὰ τοῦ αὐτοῦ Λεοντίου ἐπισκόπου·

ἀνέκφραστός ἐστιν ἐπείπερ καὶ ἀπερινόητος καὶ ἀνεπιλόγιστος καὶ πάντη ἀνεξιχνίαστος ἡ θεία καὶ ἄρρητος οὐσία ἐκείνη ἡ τὰ πάντα ὑπερέχουσα καὶ τὰ πάντα περιέχουσα.

πλὴν ἄκουε πρὸς ἡμῶν· οὐκ ἄλλον σοι θεὸν καὶ ἄλλον εἰρήκαμεν, καθάπερ ὁ ἀσεβὴς ἐβλασφήμησεν Ἄρεις ἕωα θεὸν ἄκτιστον καὶ ἄλλον κτιστὸν εἰρηκὼς κοὶ τὸ πνεῦμα τοῦ θεοῦ ὁμοίως κτιστὸν κεκηρυχὼς — μὴ γένοιτο — , ἀλλὰ μίαν θεότητα νοεῖσθαι καὶ πιστεύεσθαι εἰρήκαμεν μίαν οὐσίαν κυριότητά τε καὶ βουλὴν μίαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος,

εἰδέναι τε τὰς τῆς ἁγίας τριάδος ὑποστάσεις οὐ διεζευγμένας οὐδὲ τοπικάς, ἀλλὰ πίστει μόνῃ μίαν θεότητα νοεῖσθαι καὶ πιστεύεσθαι, καθὰ καὶ πολλάκις εἰρήκαμεν, τῆς ἁγίας καὶ ὁμοουσίου καὶ προσκυνητῆς τριάδος.

ἰδοὺ διὰ πάντων ἔδειξεν ἡ ἀληθὴς πίστις μὴ δεῖν ἐπὶ τῆς ἁγίας τριάδος νοεῖν διαφοράν. ὧδε δὲ μικρόν σου τὸν νοῦν δοῦναι ἡμῖν ἐθέλησον καὶ πιστωθήσῃ ἐπὶ πλεῖον, δεχόμενος ὑπὸ τοῦ ἁγίου πνεύματος δι᾿ ἡμῶν σωτηριώδεις ὑποθήκας, ἵνα γνῷς τῆς ἁγίας τριάδος μίαν θεότητα ἀεὶ οὖσαν καὶ ὑφεστῶσαν, τριάδα ἀληθῶς τριάδα καὶ μηδὲν ἐν αὐτῇ προϋπάρχον ποτέ, ἀλλὰ ἀεὶ καὶ ὡσαύτως οὐσαν ἀδιαίρετον καὶ ὁμοούσιον τριάδα. ἀπόκρισις [*](ξ΄) τοῦ φιλοσόφου·

μή με οἴεσθε ἀποστρέφεσθαι τὰ τῆς ἀληθείας δόγματα, ἠ γὰρ ἂν ἐκ πρώτης καταρχῆς τῶν λόγων παρωσάμην ὑμῶν τοὺς λόγους, ἀλλὰ διὰ τοῦτο διερευνῶ τὰς τῶν νοημάτων ὑμῶν σημασίας, ἵνα σαφεστέρα μοι καὶ διευκρινὴς γένηται ἡ τῶν λεγομένων παρ΄ ὑμῶν ὑπόθεσις. ἀπόκρισις τῶν ἁγίων πατέρων [*](ξα΄) ὑποθετικὴ πρὸς τὸν φιλόσοφον περὶ πυρὸς καὶ ἀπαυγάσματος καὶ φωτὸς διὰ τοῦ αὐτοῦ Λεοντίου ἐπισκόπου·

ἄκουε δὴ καὶ νῦν, ἄκουε, ὠ φιλόσοφε. ἤδη προϋπεθέμεθά σου τῇ διανοίᾳ διὰ πλείστων [*](Α1HR V1P3 M2P1P2) [*](1 f πατέρων] ἐπισκόπων R 2 ἐπισκόπου λεοντίου ~ Μ2Ρ1Ρ2 > H 5 πρὸς] παρ’ P2 6 σοι + τὸν H | καθάπερ + καὶ V1P3 7 ἄλλον] ἕνα R 9 Nach εἰρήκαμεν größerer Raum Ai 10 τε > R | τοῦ πατρὸς] 13 καὶ 1 > Μ2Ρ1Ρ2 14 διὰ] δὴ H 16 θέλησον P2 17 ἀπὸ Holl | ὑμῶν R 20 καὶ 1 > H | οὐσαν ἁπλῆν καὶ ἀδιαίρετον τριάδα καὶ ὁμοούσιον R 22 οὐ RP2 | ἐκ πρώτης ἀρχὴν Α1R 23 ἐρευνῶ V1P3 24 μοι σαφεστέρα ~ R | μοι > Α1 26 περὶ περὶ + τοῦ Μ2 (wo es aber vou 1. Hd. wieder P1 27 λέοντος R | καὶ2 > (kann üngl. gestanden haben) 28 ὠ φιλόσοφε ἄκουε ~ R | προυπεθέμεθα Balfor, Balfor. HSS)

92
ὅσων τῶν ἐκ τῶν θείων γραφῶν, ὅτι ἡ θεότης ἁπλῆ τίς ἐστι καὶ ἀσύνθετος, ὡς καὶ αὐτὸς καθωμολόγησας ἐν ἀρχῇ σου τῶν προτάσεων,

καὶ ὅτι πῦρ ἀθάνατόν τε καὶ ἀίδιον καὶ ἄκτιστον οὐσα τῇ φύσει φῶς τε ἀχώρητον καὶ ἀκατάληπτον κοὶ οὐκ ἐν ἑνὶ προσώπῳ κατὰ τὸ δοκοῦν Ἰουδαίοις νοουμένη, ἀλλ᾿ ἐν τριάδι ἀεὶ ἀχωρίστοις οὐσι Προσώποις παρὰ πᾶσι Χριστιανοῖς πεπίστευται καὶ κηρύττεται ἡ ἀχώριστος τριὰς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, καθάπερ ἀποδέδεικται.

μάνθανε δὲ καὶ νῦν, ὠ φιλόσοφε — εἰ καὶ τολμηρὸν ποιοῦμεν, ἀλλὰ ἵλεως ἡμῖν ἡ θεία μεγαλειότης· ὑπὲρ ὑπὲρ γὰρ τῆς σῆς καὶ τῶν λοιπῶν σωτηρίας ὁ πόνος ἡμῖν διανύεται — μάνθανε τοίνυν ἐκ τῶν αἰσθητῶν περὶ τῶν νοητῶν καὶ ἐκ τῶν κατὰ νοῦν περὶ τῶν ὑπὲρ νοῦν καὶ ἐκ τῶν λεγομένων περὶ τῶνὑπὲρ λόγον,

εἰ καὶ ἀσύγκριτα πάντα τά τε ὁρώμενα τά τε νοούμενα τῶν τε »ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων« κτισμάτων των πρὸς τὴν ἄκτιστον ἐκείνην καὶ ἀκατάληπτον καὶ ἀθάνατον τοῦ θεοῦ οὐσίαν· πλὴν τὸ ἐμπεσὸν ὑπόδειγμα οὐ μέτριον πρὸς ὠφέλειαν τοῖς πιστῶς δεχομένοις, ἀλλ᾿ ἱκανὴν εἰκόνα παρέχον τῆς εὐσεβείας τοῖς εὐσεβῶς ἐθέλουσι νοεῖν λέξωμεν.

τὸ αἰσθητὸν τοῦτο πῦρ φύσις μία ὂν ἤτοι οὐσία τριάς ἐστι κατὰ ταὐτό, πῦρ ἀπαύγασμα φῶς. καὶ οὐδὲν τούτων προϋπάρχον τοῦ θατέρου εὑρίσκεται, ἀλλ᾿ ἔστιν ἀχωρίστως ἀλλήλων τὰ τρία, τὸ πῦρ, τὸ ἐξ αὐτοῦ ἀπαύγασμα καὶ τὸ φῶς.

διαχώρισον τοίννυ, εἰ δύνῃ, ὠ φιλόσοφε τὰ τρία καὶ δεῖξον ἡμῖν θάτερον τοῦ θατέρου προϋπάρχον· ἢ τοῦ ἀπαυγάσματος τὸ πῦρ καθ’ ἑαυτὸ προϋπάρχον καὶ μεταγενέστερον μετὰ χρόνους τινὰς τοῦ πυρὸς τὸ ἀπαύγασμα, ἢ μεταγενέστερον πάλιν ἢ εταχρόνιον τοῦ πυρὸς καὶ τοῦ ἀπαυγάσματος τὸ φῶς ἢ προχρόνιον.

δεῖξον ἡμῖν, εἰ δύνῃ, διαχωρίσας ἀπ’ ἀλλήλων τὰ τρία καὶ μὴ οὐχὶ ὡσαύτω ὂν πῦρ ἀπαύγασμα φῶς, μιᾶς οὔσης τῆς τοῦ πυρὸς φύσεως.

ταῦτα κατὰ νοῦν λαβὼν τὰ αἰσθητὰ καὶ κτιστά, εἰ καὶ ἀσύγκριτα, ὡς ἀρτίως εἰρήκαμεν, πρὸς τὴν ἀίδιον καὶ ἄκτιστον τοῦ Μοῦ οὐσίαν, πλὴν [*](2 vgl. S. 64, 17. 65, 22 — 14 Phil. 2, 10) [*](Α1ΗR V1P3 M2P1P2) [*](2 ἀσύνετος Pi 4 οὐκ > P2 | ἐν > HP2 5 τρισὶν Hein. 6 8 δὲ > R | ὦ > H 13 ἀσύγκριτα + τὰ Α1RP2 14 15 ἀθάνατον] ἀθέατον R 17 ἀσεβείας Ρ3 19 κατ’ αὐτὸ Α1R | ἀπαύγασμα + καὶ Η 20 τοῦ > RM2P1P2 21 ἀλλήλων > Μ2Ρ1Ρ2 | καὶ > Α1R οὖν R 23 τοῦ1 > Μ2Ρ1Ρ2 | ἢ — 24 προυπάρχον > Α1R 24 f > M2P1P2 25 τοῦ] τὸ Μ2 29 καὶ καὶ + τὰ Α1R 29 f ἄρτι R ἄστεκτον A1RP3)

93
δέχου ἐκ τούτων ἀφορμὰς σωτηρίους καὶ πτερώσας τῇ πίστει τὸ τῆς διανοίας σου ὄμμα ἀνάβηθι ἐπὶ τὴν ὑψηλὴν τοῦ θεοῦ ἐπίγνωσιν·

καὶ ἀπαντήσει σοι, ὥς γε εὐχόμεθα καὶ πιστεύομεν, ἐναστράπτουσά σοι ἡ χάρις ἡ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, δεικνύουσά σοι μίαν θεότητα, πῦρ οὖσαν ἀθάνατον καὶ ἀπαύγασμα καὶ φῶς, ἁπλῆν καὶ ἀσύνθετον ἀχώριστον ἀδιαίρετον ἀπερινόητον καὶ ἀνέκφραστον, τριάδα ἀληθῶς ὁμοούσιον τὴν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.

Ὅπου πιστεύει ὁ φιλόσοφος εἰς τὴν ἁγίαν τριάδα. ταῦτα [*](ξβ΄) ἀκούσας ὁ φιλόσοφος καὶ ὡς ἐν ἐκστάσει γενόμενος ἀπηνεώθη ἐπὶ πλεῖστον ὅσον καὶ »οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτὸν« φόβος τε πολὺς ἐπέπεσεν ἐπ’ αὐτόν· εἶτα εἰς ἑαυτὸν ἐλθὼν ἀνεκραύγασε μέγα, εἰπών·

δόξα σοι, ὁ θεὸς ὁ ἐμπνεύσας τούτοις τοῖς ἁγίοις σου τὸ ὑπὲρ πάντα νοῦν μυστήριον τῆς ἀχράντου καὶ ἀχωρίστου καὶ ἀκτίστου θεότητος· ἀλλὰ δέομαί σου, Χριστέ, ὡς παναγάθου πατρὸς πανάγαθος υἱός, πάρες ἅπερ εἰς σὲ ὑπαχθεὶς ταῖς ἀσεβέσι παρὰ τοῦ Αρείου ζόξαις ἥμαρτον, καὶ μὴ εἰσπραχθήσομαι δίκας παρὰ σοὶ τῷ δικαίῳ κριτῇ ὑπὲρ τῶν ἀσεβῶν ῥημάτων ἐκείνων, ὧν κατὰ σοῦ ἀπέφηνα ὁ τάλας.

οὐαὶ Ἀρείῳ καὶ τῇ συμμορίᾳ αὐτοῦ τῇ ἀσεβεῖ, βλασφημήσασιν εἰς τὸν υἱὸν τοῦ θεοῦ λέγουσιν] ἦν ποτε ὅτε οὐκ ἦν καὶ ὅτι κτίσμα καὶ ποίημα καὶ ἐξ ἑτέρας οὐσίας οὐσίας υἱὸς τοῦ θεοῦ καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ μὴ τῆς αὐτῆς οὐσίας ἡς ὁ πατὴρ εἰρηκόσι τὸν υἱὸν τοῦ θεοῦ καὶ τὸ πνεῦμα τὸ .

ἀναθεματίζω νῦν καὶ πάντοτε Ἄρειον καὶ τὰς ἀσεβεῖς αὐτοῦ δόξας καὶ τοὺς τὰ αὐτοῦ φρονοῦντας πάντας καὶ τοὺς βλασημοῦντας κατά τε τοῦ πατρὸς κατά τε τοῦ υἱοῦ καὶ κατὰ τοῦ ἁγίου πνεύματος· ὁ γὰρ τὸν υἱὸν μὴ ἔχων οὐδὲ τὸν πατέρα ἔχει· ι· καὶ ὁ εἰς τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον βλασφημήσας εἰς τὸν πατέρα ἐβλασφήμησε.