Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

πολλῆς οὔσης τῆς τῶν εἰσηγηθέντων σοι ἀποδείξεως καὶ ἐναργεστάτων τῶν μαρτυριῶν τῶν ἐκ τῶν θείων γραφῶν πεῖσαί σε δυναμένων περὶ τῆς προκειμένης ὑποθέσεως, ὠ φιλόσοφε, θαυμάζομεν, πῶς τοσαύτης συνέσεως δοκῶν ἔμπλεως εἶναι ἔτι ἀμφιβάλλεις.

ἀλλ᾿ ἐπειδή σε πρὸς τὴν ἀλήθειαν βλέπειν ἐθέλομεν καὶ τοῦτο εὐχόμεθα, παραινοῦμέν σου τῇ συνέσει ἄρξασθαι πίστει νοεῖν τὴν ἄκτιστον φύσιν ἐκείνην καὶ ἄτρεπτον, καὶ μὴ ἀνθρωπίνοις λογισμοῖς, ὡς πολλάκις εἰρήκαμεν, πολυπραγμονεῖν κατατόλμα τὰ ὑπὲρ νοῦν, μηδὲ ταῖς κακοδόξοις καὶ ἀσεβέσιν ἐννοίαις Ἀρείου συμφύρεσθαι ἐπὶ πλεῖστον ὅσον ἀνέχου φιλόσοφος ὤν, ὡς φής, φιλόσοφε, ἀλλὰ δέχου πιστῶς, ὡς ἀτρίως εἰρήκαμεν, τά τε νῦν ῥηθέντα σοι τά τε μέλλοντα ῥηθήσεσθαι.

δέχου μίαν θεότητα τοῦ πατρὸς τοῦ γεννήσαντος τὸν υἱὸν ἀνεκφράστως στως καὶ τοῦ υἱοῦ τοῦ γεγεννημένου ἐξ αὐτοῦ καὶ τοῦ ἁγίου πνεύματος τοῦ ἐκπορευομένου ἐξ αὐτοῦ τοῦ πατρός, ἰδίου δὲ ὄντος τοῦ [*](Α1ΗR V1P3 M2P1P2) [*](1 f τοῦ ἁγίου πνεύματος τῆς δεσποτείας ~ H 3 f καὶ — χρήματος > 4 συνυπάρχει R συνυπάρχων Ρ2 6 ἡμῶν > R 7 καὶ > R RV1P3 | τὸ corr. in τοῦ Ai τοῦ R 11 ἠκηκόειν ΗRM2P1P2 12 μοι nach λεχθέντων Μ2Ρ1Ρ2 13 — 14 πρὸς ἐντελεστάτην γὰρ πληροφορίαν περὶ τοῦ πνεύματος οὐκ αὐτάρκη τὰ — λεχθέντα ~ V1P3 14 λευκοτέρας] λεπτοτέρας R | λευκοτέρας + γὰρ V1P3 16 ἡμῶν > Ρ3 17 λέοντος R 25 μηδὲ] μὴ 26 συμφύρεσθαι V1M2P1P2 συμφύεσθαι Α1HR συμφέρεσθαι Ρ3 | > M2P1P2)

89
υἱοῦ.

καθά φησιν ὁ θεῖος ἀπόστολος Παῦλος »εἴ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὑτος οὐκ ἔστιν αὐτοῦ‘ καὶ ἀλλαχου ὁ αὐτὸς ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι« καὶ πάλιν »διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι« καὶ μετ΄ οὐ πολλὰ πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα.

διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται«. ἰδού, ὠ φιλόσοφε, σαφεστάτη καὶ τρανοτέρα ἀπόδειξις θεολογοῦσα τὸ πνεῦμα τὸ ἅγιον, δεικνύουσα αὐτοῦ τὴν αὐτεξουσι΄τητα. ὅρα πῶς ὡδε λέγει »διαιρέσεις δὲ ἐνερημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι« καὶ τὸ »πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται«.

καὶ ὁ κύριος δὲ ἐν εὐαγγελίοις, ὡς οἶσθα, σαφῶς διαλεγόμενος πρὸς τὴν Σαμαρείτιδα, τί φησι; »πνεῦμα ὁ θεος«. εί οὐν πνεῦμα ὁ θεός, πάντως θεὸς καὶ τὸ πνεῦμα· ἀλλ᾿ οὐκ ἄλλος καὶ ἄλλος, ἀλλὰ μία θεότης τῶν θατέρων προσώπων κατὰ τὴν τῶν ὑποστάσεων ἔννοιαν.

ἀλλὰ πρόσωπον ἀκούοντες, μὴ ἀνθρωπόμορφον τὸ θεῖον ὑπολάβωμεν. ἀσύνθετον γὰρ καὶ ἀσχημάτιστον, καθὼς καὶ ἐν ἀρχῇ τῶν λόγων καὶ αὐτὸς ὡς καὶ ἡμεῖς καθωμολόγησας.

κα γὰρ καὶ ὁ οὐρανὸς καὶ ἡ γῆ πρόσωπον ἔχειν μεμαρτύρηται, καθὰ αὐτὸς ὁ κύριος ἐν εὐαγγελίοις πρὸς τοὺς γραμματεῖς καὶ Φαρισαίους διαλεγόμενος ἔφη »ὑποκριταί, τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆς οἴδατε δοκιμάζειν« καὶ τὰ ἑξῆς.

πᾶν γὰρ τὸ ὑφεστὸς ἐφ’ ὅσον ὑφίσταται, πρόσωπον ἔχειν λέγεται τῆς οἰκείας φύσεως ἤτοι σχῆμα. ἀλλὰ μὴν ὁ οὐρανὸς καὶ ἡ γῆ κτιστά, καθὰ καὶ πᾶσα ἡ τῶν γενητῶν φύσις, ἡ δὲ θεία καὶ ἄρρητος οὐσία ἄκτιστος, ἐπείπερ ἁπλῆ [*](1 Rom. 8, 9 — 3. 10 II Kor. 3, 17 I Kor. 12, 4. 6 — 7. 12 ebd. 11 — 15 Joh. 4, 24 — 20 vgl. S. 64, 17. 65, 22 — 23 Luk. 12, 56) [*](Α1HR V1P3 M2P1P2) [*](3 διαίρεσις Μ2 4 εἰσὶ — 5 ἐνεργημάτων > H 4. 5. 10 f διαίρεσις (am Rand von anderer Hd. διαιρέσεις) 5 αὐτὸς δὲ ~ R 6 f μετ’ οὐ πολλὰ P3 μετὰ πολλὰ d. übr. HSS 7 xavia δὲ πάντα ~ A1R 9 τρανωτέρα A1RV1 12 δὲ > P2 | ταῦτα > Μ2Ρ1Ρ2 13 διαιροῦν + τὸ ἓν καὶ τὸ αὐτὸ 14 ἐν > aber vor εὐαγγελίοις Correcturvermerk Ρ3 15 τί > H 16 ὁ 16 f ἄλλως καἰ ἄλλως Ρ2 17 μία + ἡ R 19 γὰρ] δὲ ΗΜ2Ρ1Ρ2 21 1 > Μ2Ρ1Ρ2 23 f καὶ τῆς γῆς > H 25 ἐφίσταται Ρ3 27 γεννητῶν Ρ3 γενητῶν corr. aus γεννητῶν Ρ2 | ἁπλοῦς R)

90
καὶ ἀσύνθετος καὶ ἀσχημάτιστος ἀίδιός τε καὶ ἀθάνατος.

ἀλλ᾿ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. ἀπεδείξαμεν διὰ πλειόνων τῶν ἐκ τῶν θείων γραφῶν μαρτυριῶν συνδημιουργὸν τῷ πατρὶ καὶ τῷ υἱῷ πάσης κτίσεως ὁρωμένης τε καὶ νοουμένης εἰναι τὸ πνεῦμα τὸ αγιον, ἐπείπερ καὶ ἀχώριστον ἀεί ἐστι τοῦ πατρὸς κοὶ τοῦ υἱοῦ, καθὰ καὶ ὁ υἱὸς τοῦ πατρὸς καὶ ὁ πατὴρ τοῦ υἱοῦ.

δεῦρο δέ, εἰ δοκεῖ, λάμβανε καὶ δι᾿ ὑποδειγμάτων εἰ καὶ ἀσθενεστέρων χρηστὰς ὑποθήκας· ὁ λόγος ὁ σὸς καθὰ καὶ παντὸς ἀνθρώπου προφορικὸς μέν ἐστι, γεννᾶται δὲ ἀτμήτως ἐκ τοῦ σοῦ νοῦ. ὁμοίως καὶ τὸ πνεῦμά σου καὶ ἐκπορεύεται ἐκ σοῦ· κοὶ οὐκ ἂν οὐδὲ τὸν λόγον σου οὔτε τὸ πνεῦμά σου εἴποις ἀλλότριόν σου.

καὶ ταῦτα μὲν οὐκ ἂν ἀπαξιώσῃς ἐπ᾿ ἀνθρώπων νοεῖν, ἐπὶ δὲ τῆς ἀρρήτου καὶ ἀπερινοήτου καὶ ἀκαταλήπτου οὐσίας ἐκείνης τοῦ θεοῦ ἀλλότριον #x003E; τὸν οὐ προφορικὸν αὐτοῦ λόγον ἀλλὰ ζῶντα ἀεὶ καὶ ἐνεργῆ καὶ τομώτερον ὑπὲρ πᾶσαν μάχαιραν δίστομον κριτήν τε πάντων ὄντα ἐπείπερ καὶ δημιουργόν; ᾧ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ.

κοὶ τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον τὸ ἐρευνῶν καὶ τὰ βάθη τοῦ θεοῦ τολμᾷ τις ἀλλότριον εἶναι εἶναι ἢ τὸν λόγον ἢ τὸ πνεῦμα τοῦ θεοῦ ἢ τοὺς ταῦτα λέγοντας προσίεσθαι; ναί, φιλόσοφε. Ἀπόκρισις τοῦ φιλοσόφου πρὸς τὸ κοινὸν τῶν ἁγίων ἐπισκόπων· [*](νη΄)