Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ἀντίρρησις τοῦ φιλοσόφου· μὴ ἐπὶ πλεῖστον ὅσον ἐπίμενε βια- [*](v) ζόμενος τὴν ἀλήθειαν καὶ τῇ τῶν λόγων εὐτεχνίᾳ ἐπισκιάζειν ὡς νέφος πειρῶ τὸ τῆς γραφῆς ἀνάμαυρον φέγγος, ἀλλὰ εἰς τὸ προφανὲς [*](2 vgl. Joh. 20, 27 — 4 Gen. 1, 26 — 7 vgl. Phil. 2, 7 — 9 Joh. 1, 18 — 11 vgl. Ignatius Ephes. inscr.) [*](A1HR V1P3 M2P1P2) [*](3 τοίνυν A1R οὖν d. übr. HSS 8 καταφλέξας (oder αι?) Μ2Ρ1Ρ2 10 καὶ > Η ἑνώσεως > R | ἐλευθηρωθῇ Α1ΗV1P3 12 ὑπομένη Ρ2Ρ3 14 νοούμενος καὶ γνωριζόμενος V1 15 τε > M2P1P2 | ἔστι] ἔσται ’R 16 Α1R dreimal R 17 δι’ αυτὸν — 18 ἀπόστολοι erst ausgelassen, dann (von 1. Hd.?) nachgetragen Μ2 19 πρωτομάρτυρα] παμαρτρ R (vgl. S. 76, 1) 20 τὸ nach θεύτητος Μ2Ρ1Ρ2 25 ὁ > RM2 26 πλεῖον Ρ3 28 τὸ > V1P3 P3 | ἐμφανές R)

84
τῆς γραφῆς ἐλθὲ τὸ Προτεθέν σοι καὶ μὴ φεῦγε τὸ »κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« καὶ τὸ »κύριος ἐ ποίησε χώρας καὶ ἀοικήτους, ἄκρα οἰκούμενα τῆς ὑπ᾿ οὐρανόν‘.

μίαν καὶ τὴν αὐτὴν ὲ́χει ἔννοιαν περὶ τοῦ ἑνὸς κυρίου, ταῦτά ἐστι τοῦ θεοῦ τοῦ καὶ πρωτόκτιστον κτίσαντος, εἰς ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, ὃν καὶ υἱὸν αὐτοῦ προσηγόρευσε τοῦ καὶ κτίσαντος δι’ αὐτοῦ ὡς δι᾿ ἐργαλείου χώρας καὶ ἀοικήτους.

εἰ γὰρ καὶ ἡ κτιστὴ τοῦ θεοῦ σοφία, τοῦτ’ ἔστιν ὁ υἱός, ἐργάζεται, ἀλλ᾿ ὁ θεὸς ἦν ὁ κτίζων δι’ αὐτοῦ τὰ μὴ ὄντα ὡς δι᾿ ἐργαλείου. ἀπόκρισις τῶν [*](να΄) ἁγίων ἐπισκόπων διὰ τοῦ αὐτοῦ ἐπισκόπου Εὐσεβίου τοῦ Παμφίλου·

πολὺ διαστήκων τῆς βασιλικῆς λεωφόρου, τοῦτ’ ἔστι τῆς ἀποστολικῆς πίστεως, ἔξω που ταύτης φέρεσθαι ἀνέχῃ κρημνίσαι σεαυτὸν ἅπαξ ἑλόμενος καὶ μικρὸν ἀνανεύσας ἐκ τοῦ περιέχοντός σε τῆς ἀσεβείας βυθοῦ, ὅταν ἤκουσας παρὰ τῆς ἁγίας συνόδου ταύτης τὴν προφητείαν τοῦ μεγάλου Ἱερεμίου δακτυλοδεικτοῦντος, ὡς ἂν εἴποι τις, καὶ λέγοντος »οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν‘ καὶ τὰ ἑξῆς.

οἷς ἐπιλέγει »μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη« καὶ οἶσθα, ὦ φιλόσοφε, ἐπερωτηθεὶς παρὰ τῶν ἁγίων ἐπισκόπων· τίς ὁ ἐπὶ τῆς γῆς ὀφθεὶς καὶ τοῖς ἀνθρώποις συναναστραφείς, ὁ πατὴρ ἢ ὁ υἱός> καὶ ὁμολογήσας ὅτι ὁ υἱός, καθὼς αἱ θεῖαι γραφαὶ οὐ ταῦτα εἴρηκας;

πῶς πάλιν ἐπὶ τὸν βυθὸν τῆς μοχθηρίας Ἀρείου ἑαυτὸν ἀκοντίζεις, μᾶλλον δὲ βυθίζεις; οὐ γὰρ ἀνέξευξας χωρισθεὶς ἐκείνου, ὡς ἑαυτὸν συνέξευξας. προκρίνεις, ὠ ἄθλιε, τῶν ἀποστολικῶν δογμάτων τὰ Ἀρείου βλάσφημα ῥήματα, κτίσμα καὶ ἐργαλεῖον τὸν υἱὸν τοῦ θεοῦ ἀποκαλῶν.

ἄκουε τοίνυν πρὸς ἡμῶν ὦ φιλόσοφε, εἴπερ φιλόσοφος εἶ, καὶ πείθου μὴ αὐτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ τὴν κτιστὴν σοφίαν τὴν λογιστικὴν τὴν τῷ ἀνθρώπῳ [*](1 Prov. 8, 22 — 2 Prov. 8, 26 — 14 vgl. S. 69, 18. 73, 5 — 16 Baruch 3, 26 — 28 Baruch 3, 28) [*](A1HR V1P3 M2P1P2) [*](1 τῆς γραφῆς > P2 2 ἐποίησε] ἔκτισε H 6 προσηγόρευε Μ2 | > Η 7 δι’ αὐτοῦ > Η | δι᾿ > H | καὶ2 > P2 8 (??) εἰργάζετο Α1ΗΡ2 9 ὡς δι’ ἐργαλείου > V1 10 ἐπισκόπων] πατέρων R ἐπισκόπου > Α1R 10 f παμφύλου R 12 ἔξω που] ἔξω πρὸ Α1R ἔξω πῶς 3 πῶς ἔξω V1 17 ἐπιλέγει] ἐπάγει V1 18 ἐπὶ — συνανεστράφη > Η 19 A1R 20 τῆς > V1 21 ὡμολόγησας RHM2P2 24 ὡς] ᾧ aus ὠ σοφ Μ2 ᾧ φιλόσοφε] φιλόσοφος Μ2Ρ1Ρ2 28 ουσίαν Η | τὴν3 > P3)

85
ὑπ᾿ αὐτοῦ τοῦ υἱοῦ τοῦ θεοῦ δοθεῖσαν τοῦ κτίσαντος χώρας καὶ ἀοικήτους.

ἐπίστησόν σου τὸν νοῦν, μὴ πρὸς ἀπέχθειαν βλέπων, ἀλλὰ πρὸς ἀλήθειαν καὶ ὁδηγήσει σε αὐτὴ ἡ ἀλήθεια, καὶ γνώσῃ ὅτι οὐ κτίσμα ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, ἀλλὰ αὐτὸς κτίστης καὶ δημιουργὸς πασῶν τῶν κτιστῶν φύσεων, καθὼς καὶ αὐτὸς μικρὸν διαβλέψας νενόηκας καὶ νοήσεις, ὥς γε ἐγὼ πεπίστευκα, εἴπερ σωθῆναι ποθεῖς.