Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ὁ γὰρ πρεσβύτερος ἐκεῖνος, ὃν ἔφαμεν τῆς τοιᾶσδε ἠξιῶσθαι τιμῆς ὑπὸ Ἀλεξάνδρου τοῦ ἐπισκόπου Ἀλεξανδρείας, Ἄρειος τοὔνομα, ἀνὴρ προσχήματι μᾶλλον εὐσεβὴς τὰ δὲ ἄλλα δόξης καὶ κενότητος θερμὸς ἐραστής, ἤρξατο προφέρειν τινὰ ξένα περὶ τῆς εἰς Χριστὸν πίστεως, ἃ τοῖς ἔμπροσθεν χρόνοις οὐδεὶς πώποτε ἐζήτησεν ἢ παρεισήνεγκεν·

ἐπιχειρήσας τὸν μονογενῆ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν διελεῖν τῆς τοῦ πατρὸς ἀρρήτου καὶ ἀιδίου θεότητος, πολλῆς κατὰ τὴν ἐκκλησίαν παραίτιος ταραχῆς γέγονεν.

ἀλλὰ δὴ τοῦ Ἀλεξάνδρου πραότητι φύσεως τὸν Ἄρειον ἐπὶ τὸ ἄμεινον θέλοντος μεταβαλεῖν Πρεπούσαις παραινέσεσι, μηδέπω δὲ κρίνοντος ἀποφάσει χρήσασθαι τέως, ἐπινέμεσθαι διὰ τοῦτο πολλοὺς τὴν λοιμικὴν περίστασιν τῆς αἱρέσεως γέγονεν, ἔπειτα ὡς ἀπὸ μικροῦ σπινθῆρος μέγα πῦρ ἐξαφθῆναι.

ἀρξάμενον δὲ τὸ κακὸν ἀπὸ τῆς Ἀλεξανδρέων ἐκκλησίας καὶ κατὰ πόλεις ἄλλας καὶ ἐπαρχίας διέτρεχε.

τέλος ὡς ἐνεῖδεν ἐπὶ τὸ χεῖρον τὸ κακὸν προϊέναι, σύνοδν τῶν ὑπ᾿ αὐτὸν ἐπισκόπων συστησάμενος καὶ καθελὼν τὸν Ἄρειον, διδωσιν εἰς τοὺς συλλειτουργοὺς τὴν ὑπόθεσιν ὁ Ἀλέξανδρος, πλατύτερόν τε τὰ κατὰ τὸν Ἄρειον ἐκτεθεικὼς σπουδήν τε ἐνιεὶς πρὸς ἀναίρεσιν τῆς αἱρέσεως, εἰς παρασκευὴν τῆς διαγνώσεως αὐτοὺς ἑτοιμάζεσθαι παρακελεύεται, γράψας πρὸς αὐτοὺς τοιάδε·

  • Καθαιρετικὸν Ἀρείου καὶ τῶν σὺν αὐτῷ διαπεμφθὲν Ἀλεξάνδρου ἐπισκόπου τοῖς ἁπανταχοῦ ἐπισκόποις·