Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ἑτέρα ἀντίφρασις τοῦ φιλοσόφου· ἀλλά, φησίν, ἡ σοφία ἡ [*](μδ΄) ἐν Σολομῶντι ὁ υἱὸς τοῦ θεοῦ ἐστι, τοῦτ᾿ ἔστιν ἡ σοφία τοῦ θεοῦ, ὁ »κύριος ἔκτισέ με« καὶ τὰ ἑξῆς. ἀπόκρισις τῶν ἁγίων [*](με) ἐπισκόπων πρὸς τὸν φιλόσοφον διὰ τοῦ ἐπισκόπου Εὐσεβίου τοῦ Παμφίλου·

εἰπέ, co φιλόσοφε, ἡ σοφία ἡ ἐν Σολομῶντι, ὡς φής, [*](9. 12 Baruch 3, 32 — 15 Baruch 3, 38 — 22 Mark. 2, 27 — 24 vgl. S. 74, 19) [*](Α1ΗR V1P3 M2P1P2) [*](3 ἤμην aber über vou anderer Hand ἦν Α1 | ἁρμόζουσα + καὶ R 4 παρέκαιρε V1P3 6 δι’ ὅν] διὸ Ρ3 7 εὐτρέπισε R 12 αὐτῷ R 15 τούτῳ] τοῦτο R 16 αἱ — 17 εἴρηται > Ρ3 (Balf.) 18 λογικῆς (??) τῆς2] καὶ P2 19 καὶ δοθείσης > P2 20 πάντων Α1RV1P3 τούτων übr. HSS 21 λογικῆς V1 23 προσωποποιήσας — εἰς > P3 24 ἀντὶ + δὲ 25 ἀλλ᾿ > R 29 f διὰ εὐσεβίου τοῦ παμφίλου ἐπισκόπου καισαρείας H 30 παμφύλου R | ἡ ἐν Σολομῶντι σοφία ~ R | ὡς + σὺ Μ2Ρ1Ρ2V1P3)

78
ἡ τοῦ θεοῦ ἐστι σοφία; ὁ φιλόσοφος· ναί φησιν, οὕτως ἔχει. ὁ ἐπίσκοπος· εἰπέ, ἡ σοφία τοῦ θεοῦ πρόγνωσιν ἔχει ἢ οἱ; ὁ φιλόσοφος· ναὶ ἔχει. ὁ ἐπίσκοπος· ἡ σοφία τοῦ θεοῦ ὁ υἱὸς τοῦ θεοῦ ἐστιν, ἣν φὴς ἐν Σολομῶντι; ὁ φιλόσοφος· ναί φησιν. ὁ ἐπίσκοπος· πῶς κρίνει ὁ κρίνων, κατὰ πρόγνωσιν ἢ οὔ; ὁ φιλόσοφος· ναί φησιν. ἀλλὰ πῶς; ὁ ἐπίσκοπος· ὁ οὖν κρίνων κατὰ πρόγνωσιν, κρίνει κοὶ κατὰ τὰ ἔργα ὡς προγνώστης; ὁ φιλόσοφος· ναὶ εἰπον.

ὁ ἐπίσκοπος· πῶς οὖν ἡ σοφία ἡ ἐν Σολομῶντι λέγει· »τρία ἐστὶν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω«; τὰ τρία εἰρηκυῖα ἡ ἐν Σολομῶντι σοφία ἀδυνατεῖν αὐτὴν νοῆσαι περὶ τοῦ τετάρτου εἶπε μὴ ἐπιγινώσκειν »καὶ ὁδοὺς ἀνδρὸς ἐν νεό- τητι«.

εἰ οὖν ἡ σοφία τοῦ θεοῦ ἐστιν ἡ ἐν Σολομῶντι, πῶς κρίνει τὸν κόσμον μὴ εἰδυῖα ἀνδρὸς ὁδοὺς ἐν νεότητι; καὶ πῶς τοῦτο ἀληθές, ὅτι ὁ ποιήσας τὸν ἄνθρωπον κατ’ εἰκόνα θεοῦ, τοῦτ ἔστιν ὁ υἱὸς τοῦ θεοῦ, καθώς φησι Μωσῆς ὁ προφήτης ἔτι δὲ καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς »πάντα δι᾿ αὐτοῦ, φησίν, ἐγένετο« οὐκ ἐπίσταται ὁδοὺς ἀνδρὸς ἐν νεότητι;

»ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς εἰς πάντα τὰ ἔργα αὐτῶν, ὁ ἐτάζων καρδίας καὶ νεφροὺς« κατὰ τὸν προφήτην τὸν εἰπόντα· »σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου· σὺ συνῆκας πάντας τοὺς διαλογισμούς μου, φησίν, ἀπὸ μακρόθεν· τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες«.

καὶ ἐν ἑτέρῳ πάλιν »ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει ὁ διδάσκων ἄνθρωπον γνῶσιν; κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάτατιοι«.

ὁ οὖν οὖν ἐπιστάμενος καὶ πάντα προγινώσκων οὐκ ἐπίσταται ὁδοὺς ἀνδρὸς ἐν νεότητι; καὶ πολλὰ ἔστιν εὑρεῖν ἐκ τῶν γραφῶν τὰ ἐλέγχοντα τὴν ἄνοιαν τῶν κακῶς ὑπειληφότων περὶ τοῦ ῥητοῦ τούτου.

πῶς γὰρ ὁ διδάσκων ἄνθρωπον γνῶσιν αὐτὸς [*](8 Prov. 24, 53 (30, 18) 1, 3 — 17 Psal. 32,15. 710 11 Prov. 24, 54 — 13 Rom. 3, 6 — 16 Joh, 20 Psal. 138, 2 ff — 23 Psal. 93, 10 f) [*](A1HR V1P3 M2P1P2) [*](1 ὁ2 > Μ2 3 ὁ1 > M2 4 φὴς] φωνεῖ Α1R φησιν H 6 1 10 ἡ — σοφία σοφία R | ἀδυνατεῖ Ρ2 ἀδύνατον Α1 11 εἶσιν οὐ Ρ3 | γινώσκειν RP3 14 θεοῦ] αὐτοῦ Α1R 15 ὁ1 unleserlich in Α1 | καθὰ H | καὶ > P2 16 φησίν > R 20 καθέδραν] καρδίαν Μ2Ρ1Ρ2 | μου1 > 1 > Α1R | φησίν > R 21 f μακρόθεν + σὺ συνῆκας πάντας μου R 26 γινώσκων ΗΜ2Ρ1Ρ2 27 εὑρεῖν + ἐν τῷ τῷ εὐαγγελίῳ καὶ P2)

79
οὐκ ἐ.πίσταται ὁδοὺς ἀνδρὸς ἐν νεότητι; εὖ ἴσθι οὐν, ὠ φιλόσοφε. ὅτι Σολομὼν κριτικὴν ἔλαβε σοφίαν, ἣν ἐξεῦρε τῇ συνέσει αὐτοῦ ὁ υἱὸς τοῦ θεοῦ, ἣν ηὐτρέπισε τῷ κατ΄ εἰκόνα αὐτοῦ ἀνθρώπῳ συλλογιστικήν.

ἀμέλει δὲ ἐπιβεβαιοῖ τὰ ῥηθέντα ὁ κύριος ἐν εὐαγγελίοις λέγων τὸ καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὡδε«· ἀνέτρεψε τοὺς λέγοντας αὐτὸν εἶναι τὴν ἐν Σολομῶντι σοφίαν· εἰ γὰρ τῷ ψόφῳ τῆς φωνῆς ἰσοπροσήγορός ἐστιν ὅτι σοφία, ἡ γὰρ τοῦ θεοῦ σοφία ὁ υἱὸς τοῦ θεοῦ, θεὸς προγνώστης ἐστὶ καὶ κατὰ πρόγνωσιν κρίνει καὶ κατὰ τὰ ἔργα ὡς κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, καθώς φησι ὁ Παῦλος τὸ σκεῦος τῆς ἐκογῆς« Ἑβραίοις γράφων.

ὡδέ πως λέγει περὶ αὐτοῦ »ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος«.

καὶ πρὸς Ῥωμαίους δὲ ὁ αὐτὸς γράφει λέγων »ὡν οἱ πατέρες καὶ ἐξ ὡν ὁ Χριστὸς τὸ κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν«.

δείκνυσι δὲ ὡδε, ὅτι ἡ τοῦ θεοῦ καὶ πατρὸς σοφία θεός ἐστιν ἀληθῶς ἐξ αὐτοῦ τοῦ θεοῦ, ἀΐδιος ἐξ ἀϊδίου καὶ ἀληθινὸς ἐξ ἀληθινοῦ, φύσει ὢν ἀεὶ υἱὸς τοῦ ἀεὶ ὄντος θεοῦ καὶ πατρός.

Ἀντίρρησις τοῦ φιλοσόφου· τί οὖν ἔστιν ὃ φὴς »ὁδὸν δὲ [*](μς΄) σοφίας οὐκ ἔγνωσαν οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αύτῆς« καὶ τὰ ἑξῆς; ἀπόκρισις τῶν ἁγίων ἐπισκόπων διὰ τοῦ αὐτοῦ [*](μζ΄) ἐπισκόπου Εὐσεβίου τοῦ Παμφίλου·

πολλάκις πρὸς τὰ ῥήματα τῆς σοφίας ἀπιδών, ὦ φιλόσοφε, ἐθαύμασας τῆς σοφίας τὴν δύναμιν, ὅτι δὴ μεγίστην νοημάτων ἀλήθειαν ἔστιν εὑρεῖν ἐν οὐτῇ βραχυτάταις ταῖς λέξεσι.

καὶ τάχα δικαίως ἄν τις παρεικάσειε τὰ ῥήματα [*](5 Matth. 12, 42 — 10 Act. 9, 15 — 11 Hebr. 4, 12 f — 17 Rom. 9, 5 — 23 Baruch 3, 23) [*](A1HR V1P3 M2P1P2) [*](2 κριτικὴν] κριτὴν P3 | ἔλαβε] ἔλεγε Μ2Ρ1Ρ2 5 καὶ > Η | πλείονα πλείονα von äterer Hd. corr. in πλείων Ρ3 6 γὰρ Α1RV1P3 καὶ d. übr. HSS 9 τὰ > P3 10 ὁ ’RVipa καὶ d. übr. HSS | Ἑβραίοις + γὰρ 11 λέγων R 20 ἀληθής R 24 αὐτοῦ RM2P1P2 25 ἁγίων > H | — 26 ἐπισκόπου > H 26 τοῦ > V1 | παμφύλου R 28 αὐτῇ] αὐταῖς 29 ταῖς > ViR | τὰ >)

80
τῆς γραφῆς τῇ εὐαγγελικῇ παραβολῇ τῇ διαγορευούσῃ ἐοικέναι τὴν βασιλείαν τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὅπερ βραχύτερον μέν ἐστι πάντων τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς, φυὲν δὲ καὶ ἀναπληρωθὲν ἱκανὴν σκέπην τοῖς πετεινοῖς δίδωσιν.

οὕτως ὁρῶμεν τὴν τῶν θείων ῥημάτων δύναμιν έν βραχέσι σπειρομένην λέξεσιν, ἀναπληρουμένων δὲ τῶν νοημάτων καὶ ὥσπερ κλάδων ἐπὶ τὴν διάνοιαν τῶν πετεινῶν ἐπεκτεινομένων, τοῦτ᾿ ἔστι τῶν ἀνθρώπων, τοσαύτη τις εὑρίσκεται δύναμις, ὥστε μὴ μόνοις τοῖς γεωργοῖς ἀλλὰ καὶ τοῖς παρεστῶσι πετεινοῖς ἱκανὴν παρέχειν τὴν σκέπην.