Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ἀντίρρησις τοῦ φιλοσόφου· ὑπερκείσθω μοι ταῦτα ἐπὶ τοῦ [*](λδ΄) παρόντος καιροῦ· ἐκεῖνο δὲ μᾶλλον ἐπερωτητέον περὶ τοῦ δι᾿ οὑ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον καὶ πάντα τά τε ὁρώμενα τά τε μὴ ὁρώμενα. οὐ γάρ μοι δοκεῖ εὖ ἔχειν, ἅπερ εἰρήκατε, ὅτι ἓν κατὰ τὸ αὐτὸ ὁ πατὴρ καὶ ὁ υἱὸς ἀϊδίως ἅμα καὶ ὅτι θεὸς ἀεὶ συμπροϋπάρχων τῷ πατρὶ ὁ υἱός.

ἐγὼ δὲ φαίην ὑπουργὸν ἐν τοῖς κτίσμασι γεγενῆσθαι αὐτὸν ὑπὸ τοῦ θεοῦ. ἐδεῖτο γὰρ ὁ θεὸς ὑπουργοῦ εἰς τὴν τοῦ ἀνθρώπου καὶ τοῦ κόσμου κατασκευήν. διὸ μέλλων ὁ δημιουργὸς θεὸς κτίζειν τὰς κτιστὰς φύσεις ὑπεστήσατο ἑαυτῷ ἐργαλεῖον, δι᾿ οὑ κτίσει πάσας τὰς φύσεις.

ὥσπερ γὰρ ὁ τέκτων προϋφιστᾷ ἐργαλεῖα εἰς τὴν τῶν ὑπ’ αὐτοῦ μελλόντων γίνεσθαι κατασκευήν, οὕτως ἔστι νοῆσαι καὶ ἐπὶ τοῦ θεοῦ, ὅτι ὑποστήσας ἑαυτῷ ὡς ἐργαλεῖον τὸν [*](4. 13. 16 Gen. 1, 26) [*](Α1ΗR V1P3 M2P1P2) [*](1 τὴν — τὸ > P3 | τῶν > RV1 | τὸ > HM2P1P2 3 ἀνέπηξε Ρ2 4 καθ’ ὁμοίωσιν αἰτοῦ καὶ κατ’ εἰκόνα ~ 4 R τὴν ἀγαθότητα τὴν καθαρότητα τὴν ἀφθονίαν τὴν ἁπλότητα τὴν ἁγιώτητα (so!) τὴν χρηστότητα ~ V1 10 τὰς τῶν εἰκόνων ὁμοιώσεις ~ R 12 τῷ1 — 13 ἔστι > R 14 f εὑρισκομένης] σωζομένης R 15 προειρημένων H | θείων] Α1R > H 16 ἀνέθηκεν Α1RV1P3 17 ὁμοίωσιν] ὁμοίων Ρ1 20 f μὴ ὁρώμενα δρώμενα] ὁρατα Ρ2 21 f τὸ αὐτὸ] ταυτὸ R 22 συνυπάρχων aber am Rand ΑBBREV συνπρουπάρχων H συμπρουπάρχει R 29 ὡς > H)

68
υἱὸν ἔκτισε δι᾿ αὐτοῦ τὸν κόσμον.

τὸ γὰρ ὑπὸ τῶν ἀποστόλων ῥηθὲν ὅτι »πάντα δι᾿ αὐτοῦ ἐγένετο«, ὡς δί ἐργαλείου ἐκτίσθησαν αἱ δι᾿ αὐτοῦ φύσεις, καὶ τὸ »κατ᾿ εἰκόνα δὲ ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν« εἰπεῖν τὸν θεὸν κτισθῆναι τὸν ἄνθρωπον διὰ τοῦ ἐργαλείου, τοῦτ’ ἔστι διὰ τοῦ υἱοῦ, κατὰ τὴν ἑαυτοῦ εἰκόνα καὶ ὁμοίωσιν εἶπεν ὁ θεός. ἀνταπόκρισις τῶν ἁγίων πατέρων διὰ [*](λέ) Λεοντίου ἐπισκόπου Καισαρείας Καππαδοκίας καὶ Εὐψυχίου ἐπισκόπου Τυάνων·

εἰ οὖν, ὡς σὺ φής, ἐργαλεῖον ὁ υἱὸς εἰς ποίησιν τῶν κτιστῶν φύσεων ὑπὸ τοῦ πατρὸς ἐκτίσθη, ἐκ τῶν σεαυτοῦ καταπίπτεις λόγων, ὦ φιλόσοφε. λέγει γὰρ ἡ τοῦ εὐαγγελίου φωνή, ὡς καὶ αὐτὸς ἀρτίως ἐμνήσθης »πάντα όι’ αὐτοῦ ἐγένετο«, καὶ ἐπάγει »καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃγέγονεν«.

εἰ οὐν πᾶν τὸ κτιστὸν δι᾿ αὐτοῦ γέγονε καὶ χωρὶς αὐτοῦ γέγονεν οὐδὲ ἕν, ὁ κόσμος δὲ κτίσμα καὶ ὁ υἱός, ὡς αὐτὸς φής, ἑαυτὸν ἄρα ἔκτισεν καὶ οὐχ ὁ πατήρ.

ἀντίρρησις τοῦ φιλοσόφου· ἅπαξ εἶπον, ὅτι ὡς [*](λς΄) δι’ ἐργαλείου πάντα δι᾿ αὐτοῦ ἐποίησεν ὁ θεὸς εἰς αὐτὸ τοῦτο ποιήσας αὐτὸν πρὸ πάσης κτίσεως, πρὸς ποίησιν τῶν κτιστῶν φύσεων ἐργαλεῖον εὐτρεπίσας αὐτόν. ἀνταπόκρισις τῶν ἁγίων πατέρων διὰ [*](λζ΄) τῶν αὐτῶν ἐπισκόπων Λεοντίου καὶ Εὐψυχίου·

εἰπέ, ὠ βέλτιστε, ποῦ σοί τις ἐργαλεῖα ἀνεβόησε τὸν υἱὸν τοῦ θεοῦ ἢ τὸ ἅγιον αὐτοῦ πνεῦμα; παράσχου ἡμῖν τὰς μαρτυρίας τῶν ὑποθέσεων. τίνος πνευματοφόρου ἔχεις τὰς ὑπογραφὰς ἐκδώσαντος ἐργαλεῖον τὸν υἱὸν τοῦ θεοῦ, τὸν κτίστην πάντων τῶν αἰώνων καὶ πασῶν στρατιῶν ἐπουρανίων καὶ πάντων ἐπιγείων;

ἐπάκουσον τοίνυν, ὠ φιλόσοφε, τῶν μαρτυριῶν τῶν ἐκ τῶν θείων γραφῶν τῶν ἐκθησάντων θεὸν συναΐδιον τῷ πατρὶ τὸν υἱὸν αὐτοῦ, κτίστην τε καὶ δημιουργὸν πασῶν [*](2 Joh. 1, — 3 Gen. 1, 26 — 11 Joh. 1, 3) [*](Α1ΗR V1P3 M2P1P2) [*](3 δι’ αὐτοῦ αἱ ~ R 5 διὰ > V1 11 f καὶ ἐπάγει > R γέγονεν R 13 γέγονεν — 15 πατήρ Text nach Α1 13 f γέγονεν ὐδὲ ὁ κόσμος· κτίσμα δὲ καὶ ὁ υἱὸς κτλ. ΗΜ2Ρ1Ρ2 γέγονεν οὐδὲ ἓν ὃ γέγονε κτίσμα δὲ ὁ κόσμος καὶ ὁ υἱὸς R γέγονεν οὐδὲν δ γέγονε, λτὀσ,α δὲ καὶ ὁ υἱὸς V1P3 14 f ἔκτισεν + ὁ υἱὸς R ἔκτισεν ἄρα ~ HYips 15 ὡς > V1P3 17 πρὸ > κτίσεως + καὶ HP3 19 λέοντος R 20 ἐργαλεῖον R | ἢ] τι P3 22 ἐκδώσαντος > R ἐκδόσαντος Μ2Ρ1Ρ2V1P3 | ἐργαλεῖα A1 23 τὸν] καὶ R | H | τῶν > V1 25 zu ἐκθησάντων vgl. 24, 29. 50, 30 25 f ὡς ἀίδιον Ρ3 26 πασῶν] πάντων R)

69
τῶν κτιστῶν φύσεων.

ἐν μὲν βίβλῳ κτίσεως ἔχεις Μωσῆν τὸν προφήτην, ὃς συνδημιουργὸν τῷ θεῷ καὶ πατρὶ τὸν υἱὸν ἐξέδωκε, λέγων καθὰ προειρήκαμέν σοι, ὦ βέλτιστε, »εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν«· πρόσωπον συνδημιουργὸν συγκαλεῖν πέφυκεν ἀλλ’ οὐχὶ ἐργαλεῖον. τὸ γὰρ εἰπεῖν »καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρρεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς« αύθεντίαν προσώπων σημαίνει.

ἐν τῷ γὰρ εἰπεῖν »ποιήσωμεν ἄνθρωπον« ἀναιρεῖ τὴν τῶν ἐργαλείων ἐπίνοιαν. τρανοτέραν <δὲ> δέχου μαρτυρίαν αὐθεντικὴν εἰς μόνον τὸ πρόσωπον τοῦ υἱοῦ ἐκτεθεῖσαν δεικνῦσαν αὐτὸν δημιουργὸν δημιουργὸν πασῶν τῶν γενητῶν φύσεων, ὡς γέγραπται ἐν βίβλῳ Βαροὺχ ἐκ στόματος Ἱερεμίου προφήτου λέγοντος

»ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων, ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται· ἐκάλεσεν αὐτό, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ. οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν καὶ ηὐφράνθησαν. ἐκάλεσεν αὐτούς, καὶ εἶπαν· πάρεσμεν· ἔλαμψαν μετ΄ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. οὑτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρε πᾶσαν ἐπιστήμης ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ αὐτοῦ. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη«.

καὶ ὁ Ησαΐας λέγει τῷ Ἰσραήλ »καὶ νῦν οὐκ ἔγνως, εἰ μὴ ἤκουσας; θεὸς αἰώνιος, θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς«. τίς οὐν οὑτος ὁ θεὸς ὁ αἰώνιος, ὠ φιλόσοφε, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, ὁ καὶ ἐπὶ γῆς ὀφθεὶς καὶ τοῖς ἀνθρώποις συναναστραφείς; τὸν υἱὸν λέγεις συνανεστράφθαι τοῖς ἀνθρώποις ἢ τὸν πατέρα; [*](3. 6 Gen. 1, 26 f — 13 Baruch 3, 32 ff — 23 Jes. 40, 23) [*](A1HR V1P3 M2P1P2) [*](1 μωυσὴν R 2 συνδημιουργὸν τὸν υἱὸν τῷ θεῷ καὶ πατρὶ ~ R 5 ἐργαλεῖον Α1R ἐργαλεῖα die übr. HSS | τὸ] τῷ ΗΜ2Ρ1 7 ἄρσεν R 8 προσώπων 1 προσώπους P2 προσώπου d. übr. HSS | σημαίνει προσώπους ~ P2 9 τὴν > 10 δέχου] δὲ ἔχω Α1R | αὐθεντικὴν + εἰπεῖν R | μόνον τὸ > Α1R 11 Α1 | γενητῶν Α1HV1 γεννητῶν d. übr. HSS 12 ἱερεμίου + τοῦ Α1R 13 χρόνον > R 17 εἶπ = εἶπον Α1R 20 f τῷ παιδὶ αὐτοῦ Ἰακὼβ ~ 21 τῷ ἠγαπημένῳ + ὑπ᾿ Ρ3 22 τῆς > ΗΜ2Ρ1Ρ2Ρ3 23 εἰ] ἢ RM2P1 24 1 + ὁ M2 24 f τίς οὖν > R 25 ὁ2 > M2 27 λέγει R)

70
ἀπόκρισις τοῦ φιλοσόφου·

ὁ υἱός, φησί, συνανέστραπται, καθὼς [*](λή) εἴρηκαν αἱ θεῖαι γραφαὶ κἀγὼ πιστωθεὶς ἐξ αὐτῶν ἀποδέδεγμαι. ἀλλ’ ἔστι μοι ἔτι δυνατωτάτη καὶ ἀναντίρρητος ἀντίθεσις περὶ αὐτοῦ. ὅτι πρὸ πάσης κτίσεως ἔκτισεν αὐτὸν ὁ θεός, ἕνα δι᾿ αὐτοῦ τὰ Πάντα κτίσῃ. καὶ ταῦτα ἀποδείξω ἐν τοῖς ἔμπροσθεν τῶ ν ἀγώνων. ἀπόκρισις τῶν ἁγίων πατέρων διὰ τῶν αὐτῶν ὁσιωτάτων ἐπισκόπων [*](λθ΄) Λεοντίου καὶ Εὐψυχίου· οὐχ

οὕτως, φιλόσοφε, οὐκ ἔνεστι δεῖξαί σε ταῦτα ἅπερ φής. γέννημα γάρ ἐστι τοῦ θεοῦ καὶ οὐ ποίημα. καθάπερ διὰ πλειόνων ἀπεδείξαμεν. καὶ τίς γάρ, ὠ φιλόσοφε, τῶν ἐν εὐσεβείᾳ καὶ ἀγχινοίᾳ πλουτούντων ἀνδρῶν οὐχ ἐκπλήττε ται ἐπὶ ταῖς τοσαύταις αὐτοῦ ἐνεργείαις τῶν ὑπ΄ αὐτοῦ δημιουργηθεισῶν φύσεων ὡς ὑπὸ θεοῦ τοῦτ᾿ ἔστιν ὑπ’ αὐτοῦ, κτισθεισῶν, τῆς γραφῆς βοώσης »ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον« καὶ »εἶδεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν«.

Ἰωάννης δὲ ὁ εὐαγγελιστὴς σαφέστατα δείκνυσιν αὐτὸν ἀεὶ συνυπάρχοντα τῷ πατρὶ συναΐδιόν τε καὶ συνάναρχον τῷ πατρί, »ἐν ἀρχῇ γάρ φησιν ἠν ὁ λόγος. καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἠν ὁ λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι᾿ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἐν ὃ γέγονεν«.

ἰδοὺ σαφέστατα δέδεικται, ὦ φιλόσοφε, ὅτι πάσης γενητῆς φύσεως δημιουργὸς ὁ υἱός· εἰ οὖν δημιουργὸς τῶν ὅλων κτισμάτων ἐστίν, ὥσπερ ὥσπερ καὶ ἔστιν, ὁρωμένων τε καὶ νοουμένων, δῆλον ὅτι θεὸς ἀληθῶς φύσει καὶ οὐκ ἐργαλεῖον, ὡς φής, οὐδὲ κτίσμα οὔτε ποίημα οὔτε εταγεμἐστερος τοῦ πατρός.

τὸ γὰρ ἦν τετράκις λεχθὲν ὑπὸ τοῦ εὐαγγελιστοῦ τὸ προϋπάρχον οὐκ ἔχει. ἵχει. ἵνα τελειότατα γνώσῃ ὅτι οὐχ ὑπεξούσιος ἀλλ’ αὐτεξούσιος ὡς καὶ ὁ πατήρ, δἐχου καὶ ἄλλην ἐναργεστάτην μαρτυρίαν.

ἄκουε τοίνυν τοῦ θεσπεσίου Ἠσαΐου βοῶντος »καὶ θελήσουσι, φησίν, εἰ ἐγενήθησαν πυρίκαυστοι« τοὺς Ἰουδαίους προσαναφωνῶν »ὅτι παιδίον ἐγεννήθη υἱὸς καὶ ἐδόθη ἡ μῖν, [*](13 Gen. 1, 27. 31 — 17 Joh. 1, 1 — 3 — 2 ff Jes. 9, 5. 6) [*](A1HR V1P3 M2P1P2) [*](1 συνανεστράφθαι Α1V1P3 συνανέστρηπται R συνανεστράφη H (wo aber η wohl auf Rasur) Μ2Ρ1Ρ2 | καθὰ H 2 ἀποδέδειγμαι R 3 ἔτι τι > R | (so!) + ἔτι R 4 δι’ αὐτῶν τῶν Ρ2 6 ὁσιοτάτων H 8 ἔφης V1P3 13 βοώσης + καὶ Μ2Ρ1Ρ2 14 τὰ > P2 18 nach ἦν Rasur Α1 19 ἐγένετο] οὐ H 19 σαφέστατα > R 20 γενητῆς, aber ν corrig. Α1, R durch Rasur aus γεννητῆς P2 γεννητῆς Ρ3 | υἱὸς] θεὸς R 25 γνῶς R 26 2 > R 28 φησίν > P2 | ἐγεννήθησαν Ρ1 29 προσαναφωνῶν d. übr. HSS, aber corr. aus προσαναφωνῶν in A1)

71
οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος θαυμαστὸς σύμβουλος θεὸς ἰσχυρὸς ἐξουσιαστής«. ἄκουε, φιλόσοφε, ἐξουσιαστὴν αὐτὸν προκηρυττόμενον καὶ οὐχ ὑπεξούσιον, καθὼς ὑμεῖς φατε.

ἀλλὰ πάλιν ἐπαναληπτέον τὴν λέξιν· »θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος‘. ἐν δὲ μιᾷ τῶν αὐτοῦ εὐεργεσιῶν παρίστησιν ἑαυτὸν ὁ αὐτὸς μονογενὴς υἱὸς τοῦ θεοῦ αὐτεξούσιόν τε καὶ κτίστην τοῦ ἀνθρώπου, ἐπὶ τῇ τοῦ ἐκ γενετῆς τυφλοῦ ἀναπληρώσει ὑπ᾿ αὐτοῦ τοῦ υἱοῦ τοῦ θεοῦ γεγενημένῃ.