Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Κωνσταντῖνος τοίνυν πάντων γενόμενος ἐγκρατὴς διὰ τῆς ἐκ θεοῦ δοθείσης αὐτῷ συνάρσεως αὐτοκράτωρ βασιλεὺς ἀναδειχθείς, τὰ Χριστιανῶν αὔξειν εἰσέτι μᾶλλον καὶ μᾶλλον ἐσπούδαζεν. ἐποίει τε τοῦτο διαφόροις τοῖς τ·ρόποις, ἔμπυρον ἔχων πίστιν καὶ ἔμφυτον τὴν εἰς τὸν τῶν ὅλων θεὸν πιστοτάτην εὐσέβειαν, καὶ ἠν πᾶσα ἡ ὑπὸ τὸν οὐρανὸν ἐκκλησία ἐν βαθείᾳ εἰρήνῃ.

ἀκούσωμεν δή, τί ἐνταῦθα λέγει καὶ ὁ ἀροτὴρ ὁ κάλλιστος τῆς ἐκκλησιαστικῆς γεωργίας ὁ φιλαληθέστατος Εὐσέβιος ὁ τοῦ παμφήμου Παμφίλου.

ὁ μὲν οὐν Λικίννιος, φησί, τὴν ὁμοίαν τοῖς ἀθέοις τυράννοις τῆς ἀσεβείας μετελθὼν ὁδόν, ἐπὶ τὸν ἴσον αὐτοῖς ἐνδίκως περιηνέχθη κρημνόν.

ἀλλ’ οὗτος μὲν ταύτῃ πῃ βεβλημένος ἔκειτο· ὁ δὲ ἀρετῇ πάσῃ τῆς θεοσεβείας ἐκπρέπων μέγιστος νικητὴς Αὔγουστος Κωνσταντῖνος σὺν παιδὶ Κρίσπῳ, βασιλεῖ θεοφιλεστάτῳ κατὰ πάντα τῷ πατρὶ ὁμοιοτάτῳ, τὴν οἰκείαν ἑῴαν ἀπελάμβανε, καὶ μίαν ἡνωμένην τὴν Ῥωμαίων κατὰ τὸ παλαιὸν παρεῖχον ἀρχήν, τὴν ἀπ’ ἀνίσχοντος ἡλίου πᾶσαν ἐγκύκλιον καθ’ ἑκάτερα τῆς οἰκουμένης ἄρκτον τε ὁμοῦ καὶ μεσημβρίαν εἰς ἔσχατα δυομένης ἡμέρας ὑπὸ τὴν αὐτὴν ἄγοντες εἰρήνην.

ἀφῃρεῖτο δ’ οὖν ἐξ ἀνθρώπων πᾶν δέος τῶν αὐτοὺς πιεζόντων, λαμπρὰς δὲ ἐτέλουν καὶ πανηγυρικὰς ἑορτῶν ἡμέρας, ἠν δὲ φωτὸς ἔμπλεα τὰ πάντα, καὶ μειδιῶσι προσώποις ὄμμασί [*](3—8 vgl. Socr. I 4, 5 p. 9f — 11—S. 32, 11 vgl. Eus. H. E. X 9 p. —902, 20) [*](A1 A2 (von Z. 7 πιστοτάτην an) H V1P3 M2P1P2) [*](1 καὶ] τῆς H 6 τε] δὲ P2 | ἔμπειρον P2 8 ἡ + τῶν A2 | τὸν corr. aus τῶν A2 | ἐκκλησιῶν A2 | εἰρήνη + ἐκ τοῦ δεκάτου τόμου εὐσεβίου τοῦ παμφίλου A2HM2P1P2V1 10 παμφήμου] πανευφήμου M2P1P2 > V1 12 εὐσεβείας H 13 πῃ βεβλημένος] περιβεβλημένος P3 18 ἐν κύκλῳ Eus. 20 αὐτὴν A2H αὐτῶν d. übr. HSS 21 τῶν πρὶν αὐτοὺς πιεζούντων Eus.)

32
τε φαιδροῖς οἱ πρὶν κατηφεῖς ἀλλήλους ἔβλεπον, παρῆσαν δὲ αὐτοῖς καὶ ὕμνοι κατὰ πόλιν ὁμοῦ καὶ ἀγρούς, τὸν βασιλέα θεὸν καὶ τὸν τούτου γνήσιον παῖδα Χριστὸν πρώτιστα πάντων, ὅτι δὴ τοῦτο ἐδιδάχθησαν, ἐγέραιρον, καὶ ἔπειτα τὸν εὐσεβῆ βασιλέα ἅμα παισὶ θεοφιλέσιν εὐφήμουν,

κακῶν δὲ ἀμνηστία παλαιῶν ἦν καὶ λήθη πάσης δυσσεβείας, τῶν δὲ ἀγαθῶν <παρόντων> ἀπόλαυσις καὶ προσέτι μελλόντων προσδοκία. ἥπλωντο οὖν κατὰ πάντα τόπον τῆς τοῦ νικητοῦ βασιλέως φιλανθρωπίας ἔμπλεοι διατάξεις νόμοι τε μεγαλοδωρεᾶς καὶ ἀληθοῦς εὐσεβείας γνωρίσματα ἔχοντες.

οὕτω δῆτα πάσης τυραννίδος ἐκκαθαρθείσης, μόνοις ἐφυλάττετο τὰ τῆς προσηκούσης βασιλείας βέβαιά τε καὶ ἀνεπίφθονα Κωνσταντίνῳ καὶ τοῖς τούτου παισί.

Τοσαῦτα οὖν ὁ τῶν ἀρχαίων ἐκκλησιαστικῶν συγγραφέων ἀξιοπιστότατος Εὐσέβιος ὁ τοῦ Παμφίλου πλείστους ὅσους ἀγῶνας θέμενος καὶ διερευνησάμενος ἔκ <τε> τῶν ἁπλῶς ἐχόντων τὴν ποιησάμενος, ἐν δέκα τόμοις ὅλοις τὰ τῆς ἐκκλησιαστικῆς ἡμῖν ἱστορίας ἀκριβῶς καταλέλοιπεν,

ἀρξάμενος μὲν ἀπὸ τῆς τοῦ κυρίου παρουσίας πληρώσας δὲ εἰς τούσδε τοὺς χρόνους, οὐκ ἀπόνως — πῶς γὰρ οἷόν τε ἦν τοσαύτην ἀναδεξάμενον φροντίδα τοῦ διασώσασθαι τῆς τοιᾶσδε συλλογῆς τὴν ἁρμονίαν—ἀλλ’, ὡς ἀρτίως ἔφην, πολλὴν εἰσενεγκάμενος τὴν σπουδὴν καὶ πλοῦτον ἄφατον πόνου·

ἀλλὰ μηδεὶς οἰέσθω τὸν ἄνδρα ἐκ τῶν περὶ αὐτοῦ ἐπιπεφημισμένων, ὡς τῆς Ἀρείου βλασφήμου μοχθηρίας ποτέ τι πεφρονήκει, ἀλλὰ πεπείσθω, ὡς εἰ καί τινα ἢ ἐλάλησεν ἢ ἔγραφε μικρόν τι τῶν Ἀρείου ὑπονοούμενα, οὐ μὴν κατὰ τὴν ἀσεβῆ ἐκείνου ἔννοιαν ἀλλ’ ἐξ ἀπεριέγου ἁπλότητος, καθὼς καὶ αὐτὸς ἐν τῷ ἀπολογητικῷ αὐτοῦ λόγῳ, ᾡ διεπέμψατο πρὸς τὸ τῶν ὀρθοδόξων ἐπισκόπων κοινόν, μαρτυραμενος ταῦτα ἐπληροφόρησε.

καὶ ἀληθεύειν τὸν ἄνδρα ὑπολάβοι πᾶς τις εὖ φρονῶν ὁπότε σύνεστι καὶ ἐξ ἐκείνου πεισθῆναι μήπω τότε που ποτε τὰ Ἀρείου ἀκουσθησόμενα. δείξει δὲ τὰ ἐν τῇ συνόδῳ τῇ κατὰ [*](1 παρῆσαν A2, παρὸν aber am Rand ABBREV παρῆν H, παρὸν M2P1P2 παρῆν V1P3 > Eus. 2 ὕμνοι A2V1P3 ὕμνοις HM2P1P2 Eus. 6 παρόντων nach Euseb zugesetzt > HSS 12 οὖν > V1P3 14 corr. Ltz. 15 ἡμῖν > M2 17 πληρώσας—ἀπόνως > A2 18 ἀναδεξ. τοσαύτην ~ H 21 περὶ > P2 | ἐπιπεφημένων A2, ἐπιφημισμένων H, ἐπιπεφημισμένον P2 | Randnotiz: οὗτος μέν φησι τὸν παμφίλου μὴ ἀρειογνώμονα εἶναι, ἐν πολλοῖς δὲ τοῖς αὐτοῦ λόγοις φρονῶν φαίνεται τὰ τοῦ ἀρείου H 22 βλασφήμου μοχθηρίας] βλασφημίας V1P3 βλασφήμου corr. ans βλασφημίας A2 23 τινα ἢ] τιν᾿ ἂν V1P3 | τῶν] τοῦ H 27 ἀληθεύει P3 29 ποτε nachträgl. eingefügt A2)

33
τὴν Νικαέων αὐτῷ ἠγωνισμένα κατὰ τῆς ἀσεβείας Ἀρείου ὑπὲρ τῆς ἀποστολικῆς καὶ ὀρθοδόξου πίστεως.

Ἀλλ ἐπὶ τὴν ἀκολουθίαν τῆς ἐκκλησιαστικῆς ἱστορίας ἐπανίωμεν. τῆς οὖν ἀνὰ τὴν οἰκουμένην ἐκκλησίας Χριστοῦ τοῦ σωτῆρος ἡμῶν εἰρήνην βαθεῖαν ἐχούσης, πρυτανευθείσης αὐτῇ ταύιης παρὰ τοῦ παμβασιλέως θεοῦ διὰ τοῦ θεράποντος αὐτοῦ Κωνσταντίνου καὶ τῶν αὐτοῦ παίδων,

μετὰ τὸ μαρτύριον τοῦ θεσπεσίου Πέτρου τοῦ τῆς Ἀλεζανόρἐων ἐκκλησίας ἐπισκόπου γενομένου, τεῖ-ειο)θέντο-̔- αὐτοῦ ἐν αὐτῷ toj μαρτυρίῳ καὶ τὸν τῆς ἀθλήσεως ὸ́φθαρτον στέφαΓον ἀναδησαμένου, χηρεύει ἡ ἐκεῖσε ἐκκλησία ἐι·ιαυτὸν ἕνα·

μετὰ δὲ τὸν ἐνιαυτὸν χειροτονεΙται εἰς τὸν θρόνον τοῦ αὐτοῦ ἁγίου μάρτυρος Πέτρου Ἀχιλλᾶς, ἀνὴρ στιβαρὸς καὶ μεγαλοφυὴς ἁγιόφρων εὐλαβείᾳ ὁμοῦ καὶ σοφίᾳ πλείστῃ ὅσῃ διαπρἐπων, καθὼς ἡμῖν τὰ παλαιὰ καὶ ἀπλανῶς ἔχοντα διηγοῦνται συγγράμματα, ὃς πολλὰ παρακληθεὶς ὑπεόέξατο τὸν Ἄρειόν εἰς τὴν διακονίαν.

τούτου δὲ ἐπιβιώσαντος μῆνας πέντε μόνον ὑποδέχεται τὴν τῆς ἀρχιερωσύνης ἀρχὴν τῆς αὐτόθι τῶν Ἀλεξανδρέων ἐκκλησίας Ἀλέξανδρος, ἀνὴρ τίμιος ἐν πᾶσι παντὶ τῷ τῆς ἐκκλησίας κλήρῳ καὶ λαῷ, μικρομεγέθης εὐμετάδοτος εὔλαλος ἐπιεικὴς φιλόθεος φιλάνθρωπος φιλόπτωχος χρηστὸς προσηνὴς πρὸς πάντας εἴπερ τις ἄλλος, ὃς καὶ αὐτὸς κατέστησε τὸν Ἄρειον πρεσβύτερον τερον ἔγγιστα ἑαυτοῦ.

ἐπὶ τούτου τῆς εἰρήνης τῶν ἐκκλησιῶν ὁσημέραι ὡς ἔτι μᾶλλον καὶ μᾶλλον λαμπρυνομένης καὶ εἰς μίον ὁμόνοιαν συνεστώσης καὶ τοῖς ἐπάθλοις τῶν ἁγίων μαρτύρων πανταχοῦ χοῦ γῆς σεμνυνομένης, οὐκ ἐνεγκὼν ὁ διάβολος τὴν τοσαύτην τοῦ πιστοτάτου τῆς ἐκκλησίας λαοῦ ἐπὶ τῇ ἐν αὐτῇ πρὸς τὸν θεὸν οὐρανίῳ θρησκείᾳ αὔξησιν πάλιν ἔκ τινος φιλονεικίας τῶν ἐν αὐτῇ ταραχὴν ὑφίσταται.

[*](4—27 vgl. Rufin X 1 p. 960. Socr. a. a. 0. — 24 vgl. Thdt. I 1, 5 p. 5)[*](A2H V1P3 M2P1P2 1 τὴν] τῶν H 5 πρυτανευθηίσης A2 6 βασιλέως H 7 παίδων] πάντων P3 10 ἀναδησαμένου corr. aus ἀναδυσαμένου A2 ἀναδυσαμένου Ρ2 Ι ἡ > P3 | ἐκεῖσε am Rand und wohl von anderer Hd. eingefügt A2 11 τοῦ αὐτοῦ ΗΜ2P1P2 τοῦ ἑαυτοῦ A2 αὐτοῦ τοῦ V1P3 12 ἀχιλας λ A2 ἀχιλᾶς HΜ2Ρ1 V1P3 ἀχιλλᾶς aber wohl corr. P2 | εὐλαβέα durch Corr. H εὐσεβεία M2 14 γράμματα V1 15 τὸν > V1 16 ἀρχιερωσύνης A2H ἱερωσύνης d. übr. HSS 18 μικρομέγεnος A2H 19 φιλοΑεος > M2P1P2 21 τούτου] τοῖτο Α2 25 πληρώματος λαοῦ H | ἐν nachträgl., aber von 1. Hd. eingefügt P3 27 ὑφίσταται Text, aber am Rand (wohl von anderer Hd.) ὑφίστησαν Α2)
34
  • Περἰ τῆς ἐφευρεθείσης αἱρέσεως ὑπὸ τοῦ θεομάχου Ἀρείου.