Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ὅ γε μὴν Ῥουφῖνος ἤγουν Γελάσιος ταῦτα ὡδε λέγει· μετὰ ταῦτα Λικίννιον γαμβρὸν τυγχάνοντα τοῦ θεοφιλοῦς Κωνσταντίνου ἐπὶ τῇ ἀδελφῇ Κωνσταντίᾳ συμβασιλεύειν τῷ Κωνσταντίνῳ ἡ Ῥωμαίων ᾐτήσατο σύγκλητος· ὅντινα αὖθις ἐπὶ τὴν ἑῴαν ἐξέπεμψε κατὰ τοῦ ἐκεῖσε τυράννου, τὴν σωτηρίαν τῶν ἐκεῖσε Χριστιανῶν προμηθούμενος. ἀπολαύσας γὰρ τῶν τηλικούτων εὐεργεσιῶν τοῦ θεοῦ ὁ εὐσεβὴς Κωνσταντῖνος εὐχαριστήρια τῷ εὐεργέτῃ προσφέρειν ἐσπούδαζε. ταῦτα δὲ ἠν τὸ ἀνεῖναι τοὺς Χριστιανοὺς τοῦ δικώκεσθαι 2 καὶ τοὺς ἐν ἐξορίᾳ ὄντας ἀνακαλεῖσθαι καὶ τοὺς έν δεσμωτηυρίοις ἀφίεσθαι καὶ τοῖς δημευθεῖσι τὰς οὐσίας αὐτῶν ἀποκαθίστασθαι τάς τε ἐκκλησίας ἀνορθοῦσθαι· καὶ πάντα ἐποίει σὺν προθυμίᾳ πολλῇ τὰ τοῦ Χριστοῦ φρονῶν. τὰ πάντα Χριστιανὸς ὢν ὡς Χριστιανὸς πάντα ἔπραττεν ἀνεγείρων τὰς ἐκκλησίας τοῦ θεοῦ καὶ πολυτελέσι τιμῶν ἀναθήμασιν, ἔτι δὲ καὶ τοὺς Ἑλλήνων ναοὺς καθαιρεῖσθαι καὶ πυρὶ διαφθείρεσθαι προστάττων.

  • Περὶ τῆς τοῦ κατὰ ἀνατολὴν τυράννου Μαξιμίνου ἀπονοίας.