Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Οὔπω δὲ κεκριμένης τῆς μάχης καὶ τῆς παρατάξεως ἰσορρόπου οὔσης οὐρανόθεν ὁ θεὸς Κωνσταντῖνον ὁπλίζει, δείξας αὐτῷ τὸ σωτήριον τοῦ σταυροῦ σύμβολον φωτοειδῶς ἐν οὐρανῷ· γράμματα δὲ ἐμήνυε τῆς ὄψεως τὴν δύναμιν λέγοντα· τούτῳ νίκα.

Τοῦτο τὸ διήγημα τοῖς μὲν ἀπίστοις μῦθος εἶναι δοκεῖ καὶ πλάσμα τοῖς [δὲ] ἡμετέροις δόγμασι κεχαρισμένον, τοῖς δὲ τἀληθῆ πιστεύειν συνειθισμένοις ἐναργὴς τοῦ πράγματος ἡ ἀπόδειξις. ὁ γὰρ τούτου τοῦ συμβόλου ζωγράφος θεὸς ἔδειξεν ἔργῳ μετὰ ταῦτα τὴν ἀληθεύσασαν τοῦ γράμματος χάριν.

Εἰ δὲ μήπω πείθομεν ἂ γράφομεν· πρότερον γὰρ ἱστορίας γράφομεν διὰ τὸ μικρὸν ἄνωθεν ἡμᾶς τὰ χρήσιμα συλλέγειν τῶν ἐκείνῳ βεβιωμένων· ἀλλ’ οὐκ ἐν τοῖς ἐφεξῆς ἀπιστεῖν δεῖ, ἂ καὶ ἐπὶ τῆς ἡμετέρας γενεᾶς οἱ Κωνσταντίῳ τῷ Κωνσταντίνου παιδὶ συμπαραταξάμενοι καὶ αὐτοπτήσαντες τὴν παλαιὰν ἀπιστίαν νεαραῖς ὄψεσιν ἐθεράπευσαν.

εἴτε γὰρ Ἑβραῖοι εἶεν οἱ τούτοις ἀντιλέγοντες, πολλῷ τούτων ἀπιθανώτερα τὰ ἐν ταῖς ἐκείνων βίβλοις πιστευόμενα· θάλασσα πεζευομένη καὶ ὕδωρ τειχίζον καὶ πέλαγος ὁδοιπορούμενον καὶ θεὸς ἐν βάτῳ φθεγγόμενος καὶ φλὸξ νομοθετοῦσα καὶ σάλπιγξ ἄνευ ὀργάνου τὴν ἔγημον συνηχοῦσα καὶ ἄγγελοι παραταττόμενοι καὶ ἀρχιστράτηγοι δυνάμεως κυρίου τῆς φάλαγγος ὑπερμαχοῦντες καὶ λίθοι χαλάζης καὶ βέλη πυρὸς ἀντὶ τῶν συνήθων δοράτων βαλλόμενα· καὶ ὅμως ἀνεξετάστως πάντες οἱ εὖ φρονοῦντες συντιθέμεθα.

θεοῦ γὰρ βουλομένου οὐδὲν ἀνήνυτον. εἴτε Ἕλληνες εἶεν οἱ τὸ θαῦμα μὴ παραδεχόμενοι, πολλὰ ἔχομεν εἰπεῖν, ἃ μὴ βουλόμεθα λέγειν. πόσα Ἀλεξάνδρῳ μέλλοντι περαιοῦσθαι τὸν ἐπὶ Γρανικῷ πόλεμον καὶ τὴν ἐπὶ Δαρείου παράταξιν ἐπεθείασαν οἱ χρησμολόγοι; καίτοι τὰ ἐκείνων πλάσματα τὴν φαινομένην ἀπόδειξιν οὐκ ἔχει. πῶς τε Σωκράτει τῷ φιλοσόφῳ δαιμόνιον διὰ φωνῆς προεμήνυε τῶν μὴ πρακτέων τὴν ἔκβασιν καὶ τὰ περὶ Πυθαγόρου τοῦ Σαμίου ὑπὸ τῶν ἐκείνου μαθητῶν συνταχθέντα;

[*](15 νεαραῖς ὄψεσι: wohl die Sonnenfinsternis vom 28. Aug. 360 vgl. Ammian. Marc. XX, 3 — 18 vgl. Exod. 14, 29 — 19 vgl. Exod. 3, 4. 19, 16 — 21 Jos. 5, 14 — 22 Jos. 10, 11 — 26 vgl. Plytarch Alexand. c. 16 — 28 vgl. Plutarch de genio Socr. — 30 vgl. Diog. Laërt. VIII 3ff A1H V1P3 M2P1P2 (von Ζ. 1 περὶ an))[*](2 οὔπω M2P1 οὕτω d. übr. HSS 4 φωτοειδές M2P1P2 7 δὲ tilgen Brinkm. Friedl. 9 ἔργον V1 | ἀληθεύουσαν M2P1P2, ἀληθεύσασαν corr. aus ἀληθεύουσαν H 11 εἰ — γράφομεν > P3 | lies πιστότερον? Lietzmann 14 κωνσταντίνω A1H 18 καὶ3 + ὁ P1 20 συμπαραταττόμενοι V1P3M2P1P2 29 διὰ φωνῆς δαιμόνιον ~ A1 | μὴ > H 30 περὶ + τοῦ M2P1P2)
11

Ἐῶ λέγειν καὶ τὰ τῶν ποιητῶν πλάσματα, καὶ ὅπως τινες τῶν παρ’ αὐτοῖς εὐδοκίμων καὶ συμπολεμεῖν αὐτοῖς τινας τῶν παρ᾿ αὐτοῖς νομισθέντων θεῶν ἐξιστόρησαν, ἵνα μή τις με τὰ μυθώδη τοῖς ἀληθέσι καὶ τὰ μηδαμῶς πραχθέντα τοῖς πραχθεῖσιν ἀντεξετάζειν νομίσῃ.

τὴν γὰρ πολυδύναμον τοῦ Χριστοῦ χάριν, ἀφ᾿ οὑπερ εἰς ἀνθρώπους ἤνθησε, καὶ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ έν θαλάσσῃ καὶ ἐν φυτοῖς καὶ ἐν ξύλοις καὶ ἐν ἱματίοις καὶ ἐν νόσω καὶ ἐν ὑγείᾳ καὶ ἐν βρωτοῖς καὶ ἐν ποτοῖς ἀλεξιφάρμακόν τε γενομένην καὶ γινομένην καὶ ἐσομένην θεραπείαν καὶ οἱ πειραθέντες μὲν ἴσασί, καὶ ἡμεῖς δὲ κατὰ τὸν ἴδιον καιρὸν προϊούσης τῆς ἰστορίας ἐκθησόμεθα.

  • Περὶ τοῦ σίγνου οὗ ἐποίησεν ὁ βασιλεὺς Κωνσταντῖνος ἀντίτυπον τοῦ ὀφθέντος αὐτῷ σταυροῦ ἐν οὐρανῷ.