Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Κωνσταντῖνος οὐν μετὰ τὴν τοῦ πατρὸς ἔννομον κηδείαν καὶ τὰς νομιζομένας τιμὰς ζημίαν ἡγήσατο τῆς ῾Ρωμαίων συμφορᾶς τὴν ἡσυχίαν.

ἤκουε γὰρ τὴν ῾Ρωμαίῳν πόλιν κάμνουσαν τοῖς Μαξεντίου κακοῖς· εἰς γὰρ ὠμότητα τυραννίδος ὁ τῆς βασιλείας αὐτῷ μετεβάλλετο τρόπος. πολλούς τε γὰρ ἀκρίτως τῶν ἐν τέλει θανάτῳ παραδιδούς, ζημίας τε καὶ φυγὰς καὶ τῆς γῆς ἀναδασμὸν καὶ προτιμήσεις ἀνεξετάστως ἐπέβαλλεν, ἤδη δὲ καὶ γυναικῶν ἀλλοτρίων ἐρῶν ἢ κακίᾳ διεφθειρεν ἢ τοῖς ἐπιτάγμασιν ἐβιάζετο· καὶ λοιπὸν ἀνασφαλὲς ἦν γυναῖκα ἔχειν εὐπρεπῆ καὶ διὰ σωφροσύνης φυλακὴν πολλή τις ἦν κατὰ τὴν πόλιν μιαιφονία.

ταῦτα καὶ πλεῖστα ἕτερα ἀκούων ὁ θεοφιλέστατος Κωνσταντῖνος ἃ μὴ τῆς παρούσης ἐστὶ συντάξεως, παρωξύνετο· ποιεῖ γὰρ οἰκείαν λύπην τοῖς φιλοθένοις ἀνδράσιν ἡ τῶν ἀλλοτρίων πραγμάτων ἀδικία.

  • Περὶ τοῦ βασιλέως Κωνσταντίνου, ὅπως κατὰ τοῦ τυράννου Μαξεντίου
  • ἐστρατοπεδεύσατο.