Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Οὐκ ἦν δὲ ἄρα, φησὶν ὁ Παμφίλου Εὐσέβιος, τῷ μισοκάλῳ φθόνῳ τῷ τε φιλοπονήρῳ δαίμονι φορητὸς ἡ τῶν ὁρωμένων θέα, ὥσπερ οὖν οὐδὲ Λικιννίῳ μετατραπέντι [ὥσπερ] ἐτύγχανεν αὐτάρκη πρὸς σώφρονα λογισμὸν τὰ τοῖς ἔμπροσθεν δεδηλωμένοις τυράννοις συμβεβηκότα, ὃς εὐφραινομένης αὐτῷ τῆς ἀρχῆς, τῆς βασιλέως τοῦ μεγάλου Κωνσταντίνου δευτερεύων τιμῆς ἐπιγαμβρίας τε κοὶ συγγενείας ἠξιωμένος, μιμήσεως μὲν τῆς τῶν καλῶν ἀπελιμπάνετο, τῆς δὲ τῶν ἀσεβῶν τυράννων μοχθηρίας ἐζήλου τὴν κακοτροπίαν καὶ ὧν τοῦ βίου τὴν καταστροφὴν ἐπεῖδεν αὐτοῖς ὀφθαλμοῖς, τούτων ἕπεσθαι τῇ γνώμῃ μᾶλλον ἢ τῇ τοῦ κρείττονος φιλίᾳ τε καὶ διαθέσει ἠβούλετο.

διαφθονηθεὶς τοιγαροῦν τῷ πανευεργέτῃ, πόλεμον δυσαγῆ καὶ δεινότατον πρὸς αὐτὸν ἐκφέρει, οὐ φύσεως νόμων φεισάμενος, οὐχ

ὁρκωμοσιῶν οὐχ αἵματος οὐ συνθηκῶν μνήμην ἐν διανοίᾳ λαβών. ὁ μὲν γὰρ αὐτῷ οἷα πανάγαθος βασιλεὺς εὐνοίας παρέχων ἀληθοῦς σύμβολα, συγγενείας τῆς πρὸς αὐτὸν οὐκ ἐφθόνησε γάμων τε λαμπρῶν ἀδελφῆς μετουσίαν οὐκ ἀπηρνήσετο.

καὶ μεθ᾿ ἕτερα· ἀλλὰ τούτοις τἀναντία Λικίννιος διεπράττετο, παντοίας ὀσημέραι κατὰ [*](2 vgl. Jes. 53, 4 — 11—26 vgl. Eus. H. E. X 8 p. 892, 1—16 — 26—S. vgl. Eus. a. a. O. 20—23) [*](Α1Η V1P3 M2P1P2) [*](1 μάλα + προθύμως Eus. 6 εὐσεβείας καὶ am Rand nachträglich eingefügt H | πίστεως καὶ εὐσεβείας ~ V1 7 vgl. S. 19, 7. 22, 7 12 φορητὴ H wie Eus. R [Vita Const. 30, 23] 13 μετατραπέντι ὥσπερ > Eus. 15 εὐφραινομένης A1M2P1P2V1P3 εὐθυνουμένης H (Eus. εὖ φερομένης) 20 τὴν γνώμην V1P3 22 νόμου H νόμον P3 23 ὁρκομοσιῶν M2P1P2V1P3 | οὐ] οὐχὶ H 25 σύμβολον H | αὐτὸν von 1. Hd. corr. aus αὐτὸ P2 | τε] τὰς P3 27 τἀναντία > P2 | ὁσημέραι] ὡς ἡμέραι V1)

19
τοῦ κρείττονος μηχανὰς ἐπιτεχνώμενος ὁ μισόθεος, πάντας ἐπινοῶν ἐπιβουλῆς τρόπους, ὡς ἂν κακοῖς τὸν εὐεργέτην ἀμείψηται.

Οἷς ἐπιλέγει· τῷ δὲ ἄρα ἦν ὁ θεὸς φίλος κηδεμὼν καὶ φύλαξ, τῷ Κωνσταντίνῳ λέγω, ὃς αὐτῷ τὰς ἐν ἀπορρήτῳ κοὶ σκοτεινῷ μηχανευομένας ὑπὸ τοῦ τυράννου συμβουλίας εἰς φῶς ἄγων διήλεγχε. τοσοῦτον ἀρετή, τὸ μέγα τῆς θεοσεβείας ὅπλον, πρὸς ἄμυναν μὲν ἐχθρῶν, οἰκείας δὲ φυλακὴν σωτηρίας ἰσχύει. ὢν δὲ πεφραγμένος ὁ θεοφιλέστατος ἡμῶν βασιλεὺς Κωνσταντῖνος τῇ ἐκ τοῦ θεοῦ βοηθείᾳ τὰς τοῦ δυσωνύμου πολυπλόκους ἐπιβουλὰς διεδιδρασκεν.

ὁ δὲ τύραννος τὴν λαθραίαν συσκευὴν ὡς οὐδαμῶς ἑώρα κατὰ γνώμην αὐτῷ χωροῦσαν, τοῦ θεοῦ πάντα δόλον τε καὶ ῥᾳδιουργίαν τῷ θεοφιλεῖ κατάφωρα ποιοῦντος, οὐκ ἔτι οἶός τε ὢν ἐπικρύπτεσθαι, προφανῆ λοιπὸν πόλεμον αἱρεῖται.

ὁμόσε δὴ κατὰ Κωνσταντίνου πολεμεῖν διαγνούς, ἤδη καὶ κατὰ τοῦ θεοῦ τῶν ὅλων ὡς φρουροῦ Κωνσταντίνου, ὃν ἠπίστατο σέβειν αὐτόν, παρατάττεσθαι ὥρμηται· καὶ ἔπειτα τοὺς ὑπ αὐτῶ θεοσεβεῖς ἤλαυνε.

καὶ μεθ’ ἕτερα· καὶ ὁ τρόπος δὲ τοῦ κατ᾿ αὐτῶν φθόνου ξένος τις ἦν καὶ οἷος οὐδεπώποτε ἠκούσθη. τὰς γοῦν ἀμφὶ τὴν Ἀμάσειαν καὶ τὰς λοιπὰς τοῦ Πόντου πόλεις ὅσοις κακοῖς πιέζεσθαι προσέταξε, πᾶσαν ὑπερβολὴν ὠμότητος ὑπερηκόντισεν. ἔνθα τῶν ἐκκλησιῶν τοῦ θεοῦ αἳ μὲν ἐξ ὕψους εἰς ἔδαφος αὐθις κατερρίπτοντο, τὰς δὲ ἀποκέίεσθαι ἐκέλευσεν, ὡς ἂν μὴ συνάγοιτό τις τῶν εἰωθότων μηδὲ τῷ θεῷ τὰς ὀφειλομένας εὐχὰς καὶ λατρείας ἀποδίδωσι.

συντελεῖσθαι γὰρ οὐχ ἡγεῖτο ὑπὲρ αὐτοῦ ταύτας — πῶς γὰρ οἷόν τε ἠν τοῦτο ἐννοεῖν τὸν μισόθεον—φαύλῳ συνειδότι τοῦτο λογιζόμενος, ὑπὲρ δὲ Κωνσταντίνου τοῦ θεοφιλοῦς βασιλέως πράττειν [*](3—16 vgl. Eus. a. a. O. p. 892, 25—894, 10 — 16—S. 20, 2 vgl. p. 896, 31—898,9) [*](A1H V1P3 M2P1P2) [*](3 ἄρα ἦν ὁ θεὸς A1H ἄρα ὁ θεὸς ἦν Eus. ἦν ἄρα ὁ θεὸς d. übr. HSS 4 λέγω, aber durch Rasur corr. aus λέγων A1 λέγω H λέγων d. übr. HSS 6 ἀρετή, τὸ wie Eus. Tc ἀρετῆς τὸ die meisten Eus. HSS | θεοσεβείας] εὐσεβείας M2P1P2 | μὲν > P2 7 ὢν δὲ wie Eus. B, nur H hat ᾧ δὴ wie Eus. AM τῶν δὲ P3 8 τοῦ > V1 10 αὐτῶ A1H Eus. > die übr. HSS 11 θεοφιλεῖ + βασιλεῖ H. Ens. 12 κατάφορα P3 Eus. BDM | λοιπὸν > V1P3M2P1P2 Eus. αἱρεῖται] αἴρεται Eus. | ὅμως ἔδει κατὰ A1 (wo aber erst im Text und dann auch am Rand von späterer corr. in ὁμόσε δὴ κατὰ), M2P1P2V1P3 ὅμως ἤδη κατὰ H ὁμόσε δῆτα Eus. | Κωνσταντίνῳ V1 Eus. Κωνσταντίνου d. übr. HSS 17 αὐτὸν M2P1P2V1 (aber viell. in Correctur), P3 Eus. TER Mc | φθόνου HSS geg. Eus. φόνου 20 τοῦ θεοῦ > V1 21 συναγάγοιτο H Eus. BD 23 ἀποδίδωσι HSS ἀποδιδῶσι A1) ἀποδιδῷ Eus. 24 θεομισῆ Α1 θεόμισον H 25 λογιζόμενος corr. in λογιζόμενον A1)

20
ἡμᾶς καὶ τὸν θεὸν ἱλεοῦσθαι ἐπέπειστο. ὅθεν ἐκ τούτου παρορμηθείς, τὸν θυμὸν καθ’ ἡμῶν ἐΠισκήπτει.

καὶ μετὰ βραχέα· καὶ δὴ ἀπήγοντο πολλοὶ τῶν ἐπισκόπων καὶ ἐκολάζοντο ἀπροφασίστως ὁμοίως τοῖς μιαιφόνοις οἱ μηδὲν ἠδικηκότες, καινοτέραν ὑπομένοντες τελευτήν, ξίφει τὸ σῶμα εἰς πολλὰ τμήματα κατακρεουργούμενοι καὶ μετὰ τὴν ἀπηνῆ ταύτην καὶ φρικτοτάτην θέαν τοῖς τῆς θαλάσσης βυθοῖς τοῖς ἰχθύσιν εἰς βορὰν ἐρρίπτοντο.