Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Ἐν τούτοις ὄντων τῶν πραγμάτων, ἐπάνεισι τῆς [*](Joh. Ephes. v 17)Βασιλίδος Γρηγόριος ὁ Θεουπόλεως ἐπίσκοπος, ἤδη τὸν ἀγῶνα νενικηκὼς ὃν ἱστορήσων ἔρχομαι. Ἀστερίου τὴν [*](Niceph. xviii 12)

226
ἑῴαν ἀρχὴν διέποντος, ἔριδός τέ τινος συστάσης αὐτῷ τε καὶ Γρηγορίῳ, τὸ πᾶν τῆς πόλεως κεφάλαιον ἐς τὴν Ἀστερίου μοῖραν ἀπεκρίθη, προσέλαβε δὲ καὶ εἴ τι δημῶδες ἦν καὶ τὰς τέχνας τῇ πόλει συνεπλήρου. Ἕκαστοι γὰρ βεβλάφθαι τι ἐνισχυρίζοντο. Λοιπὸν δὲ καὶ ὁ δῆμοσἀφείθη πρὸς τὰς κατ̓ αὐτοῦ βλασφημίας. Ἄμφω τοιγαροῦν τὼ δήμω ἐς μίαν συνήτην γνώμην, καὶ κατά τε τὰς λεωφόρους ἀνά τε τὸ θέατρον τὰς κατὰ τοῦ ἱερέως ὕβρεις ἐπεβόων, οὐδὲ τῶν ἀπὸ τῆς σκηνῆς τούτων ἀποσχομένων. Καὶ παύεται μὲν τῆς ἀρχῆς Ἀστέριος, ἐγχειρίζεται δὲταύτην Ἰωάννης, πρὸς τοῦ βασιλέως κελευσθεὶς τὴν τῶν κινουμένων ζήτησιν ποιήσασθαι, ἀνὴρ οὐδὲ τὰ σμικρότατα τῶν πραγμάτων, μή τί γε δὴ τὴν τοσαύτην ὑπόθεσιν διοικήσασθαι οἷός τε ὤν. Θορύβων τοίνυν καὶ ταραχῶν τὴν πόλιν ἐμπλήσας,προγράμμασί τε χρησάμενος εἴ τις κατηγορεῖν τοῦ ἱερέως βούλοιτο, δέχεται γραφὰς κατ̓ αὐτοῦ πρός τινος τραπέζης ἀργυρίων προεστηκότος, λεγούσας τῇ τε οἰκείᾳ ἀδελφῇ ἐπιπλακῆναι, ἑτέρῳ ἀνδρὶ συνοικεῖν λαχούσῃ: δέχεται δὲ καὶ παῤ ἑτέρων τοιούτων περὶ τῆς εὐετηρίας τῆς πόλεως,ὡς αὐτοῦ ταύτῃ πολλάκις λυμηναμένου. Καὶ περὶ μὲν τῆς εὐετηρίας τὰς ἀπολογίας ὑπέδυ, περὶ δὲ τῶν ἄλλων βασιλέα τε καὶ σύνοδον ἐπεκαλέσατο. Περὶ τούτων οὖν ἐμοῦ παρεδρεύοντος καὶ παρόντος γε αὐτῷ κατὰ τὴν βασιλέως γέγονε τὴν ἀπολογίαν ὑφέξων. Καὶ τῶν ἑκασταχοῦπατριαρχῶν, τῶν μὲν δἰ ἑαυτῶν, τῶν δὲ καὶ δἰ ἑτέρων τῇ ζητήσει παραγενομένων, προσέτι δὲ καὶ τῆς ἱερᾶς γερουσίας καὶ πολλῶν ὁσιωτάτων μητροπολιτῶν, τῆς ὑποθέσεως δοκιμασθείσης, μετὰ πολλοὺς ἀγῶνας κρατεῖ: ὥστε τὸν κατήγορον νεύροις αἰκισθέντα καὶ τὴν πόλινπεριαχθέντα ἐξοστρακισμοῦ προστιμηθῆναι. Ἐντεῦθεν οὖν ἐπάνεισι πρὸς τὸν οἰκεῖον θρόνον, τῶν στρατευμάτων στασιαζόντων καὶ Φιλιππικοῦ ἀμφὶ Βέροιαν καὶ Χαλκίδα τὰς πόλεις ἐνδιατρίβοντος.
227

Καὶ τεσσάρων διαγενομένων μηνῶν μετὰ τὴν αὐτοῦ [*](Niceph. xviii 13 Joh. Nikiu c. 101 p. 536) ἄφιξιν, ἔτος ἕβδομον καὶ τριακοστὸν καὶ ἑξακοσιοστὸν χρηματιζούσης Θεουπόλεως, μετὰ ἓν καὶ ἑξηκοστὸν ἔτος τῶν προτέρων σεισμῶν, ἐμοῦ κατὰ τὴν ἕνην καὶ νέαν ἡμέραν τοῦ Ὑπερβερεταίου μηνὸς κόρην παρθένον νυμφεύοντος, καὶ τῆς πόλεως ἑορταζούσης καὶ δημοτελῆ πανήγυριν ἀγούσης περί τε τὴν πομπὴν καὶ τὴν παστάδα, ἀμφὶ τρίτην ἐπιλύχνιον ὥραν, βρασμὸς καὶ κλόνος ἐπελθόντες τὴν πᾶσαν μὲν κατέσεισαν πόλιν: τὰ πολλὰ δὲ καὶ κατήγαγον αὐτῶν τῶν βάθρων ἀναβρασθέντων, ὥστε πάντα τὰ περὶ τὴν ἁγιωτάτην ἐκκλησίαν ἐς ἔδαφος ἐνεχθῆναι, μόνου τοῦ ἡμισφαιρίου περισωθέντος, ἐκ τῶν Δάφνης ξύλων πρὸς Ἐφραιμίου διασκευασθέντος, ἐκ τῶν ἐπὶ Ἰουστίνου σεισμῶν παθόντος: ὅπερ ἐκλίθη ἐκ τῶν ἐφεξῆς κλόνων κατὰ τὸ βόρειον μέρος ὥστε καὶ ἀντερείδοντα ξύλα βαλεῖν, ἃ καὶ πεπτώκασι τῷ σφοδρῷ κλόνῳ ὑπονοστήσαντος τοῦ ἡμισφαιρίου καὶ ὡς ἔκ τινος κανόνος ἐς τὸν ἴδιον ἀποκαταστάντος χῶρον. Πέπτωκε δὲ καὶ τὰ πολλὰ τῆς καλουμένης Ὀστρακίνης, καὶ ὃ πρόσθεν ἔφαμεν Ψηφίον, καὶ σύμπαντα τὰ καλούμενα Βυρσία, καὶ τὰ περὶ τὸν πάνσεπτον σηκὸν τῆς θεοτόκου, μόνης τῆς μέσης στοᾶς παραδόξως σωθείσης. Πεπόνθασι δὲ καὶ σύμπαντες οἱ πύργοι τοῦ πεδίου, τῆς λοιπῆς οἰκοδομίας ἀπαθοῦς μεινάσης τῶν ἐπάλξεων δίχα. Τούτων γὰρ ἔνιοι λίθοι ἐκ τοὔμπαλιν μετεστράφησαν οὐ πεπτωκότες. Πεπόνθασι δὲ καὶ ἕτεροι νεῲ καὶ τῶν δημοσίων βαλανείων ἑκάτερον τὸ πρὸς τὰς ὥρας διῃρημένον. Καὶ πλῆθος δὲ ἀστάθμητον ἥλω, καὶ ὡς εἴκαζον ἔνιοι τῷ ἄρτῳ τεκμαιρόμενοι, ἀμφὶ τὰς ἑξήκοντα χιλιάδας παρανάλωσεν ὁ πόνος οὗτος. Σώζεται οὖν ὁ ἱερεὺς ὑπέρτερον πάσης ἐλπίδος, τοῦ καταγωγίου σύμπαντος πεπτωκότος ἔνθα καὶ αὐτὸς καθῆστο, καὶ μηδενὸς τὸ παράπαν διασωθέντος ἢ μόνων τῶν ἀμφ̓ αὐτὸν ἑστώτων: οἳ καὶ φοράδην ἀνελόμενοι διά τινος καλωδίου κατήγαγον ἑτέρου σεισμοῦ τόπον διορύξαντος,

228
καὶ τῶν κινδύνων ὑπεξήγαγον. Καὶ ἕτερον δὲ γέγονε τῇ πόλει σωτήριον, τοῦ φιλανθρώπου θεοῦ φειδοῖ τὴν ἀπειλὴν θήξαντος κλάδῳ τε οἴκτου καὶ ἐλέου τὴν ἁμαρτίαν σωφρονίσαντος. Οὐδεὶς γὰρ ἐμπρησμὸς γέγονε, τοσαύτης φλογὸς τὴν πόλιν περιεχούσης, ἔκ τε τῶν ἐσχαρῶν καὶτῶν δημοσίων καὶ ἰδιωτικῶν λύχνων ὀπτανείων τε πνιγέων τε αὖ καὶ βαλανείων καὶ ἑτέρων ἀναρίθμων. Ἐλήφθησαν δὲ καὶ τῶν ἀξιολόγων πλεῖστοι, μεθ̓ ὧν καὶ Ἀστέριος ἔργον τῶν σεισμῶν γέγονε. Καὶ τὸ μὲν πάθος τῆς πόλεως χρήμασιν ὁ βασιλεὺς παρεμυθήσατο.

Τὰ δὲ τοῦ στρατοῦ παραπλησίως εἶχεν, ὥστε καὶ [*](Niceph. xviii 14 Simoc. iii 3.4) τοὺς βαρβάρους ἐπιστρατεῦσαι, πειθομένους μηδένα σφᾶς κωλύσειν τὰ βαρβάρων πράττοντας. Ὑπαντιάζει δὲ τούτοις ὁ Γερμανὸς σὺν τοῖς ἀμφ̓ αὐτόν, καὶ οὕτω κατὰ κράτος νικήσας διέφθειρεν ὥστε μηδὲ ἀγγελιώτην τῆς συμφορᾶσΠέρσαις ὑπολειφθῆναι.

Ἀμείβεται μὲν οὖν βασιλεὺς τὸν στρατὸν χρήμασιν, [*](Niceph. xviii 14) ἀναγαγὼν δὲ Γερμανὸν καὶ ἑτέρους ἐς κριτήριον καλεῖ. Καὶ πάντες μὲν θανάτου κατεψηφίσθησαν: οὐ μὴν εἴασεν ἄχαρί τι παθεῖν, ἀλλὰ καὶ γερῶν ἠξίωσεν.[*](Simoc. i 3 — 8 Theophan. 253, 254) Τούτων ὧδε χωρούντων, οἱ Ἄβαρεις δὶς μέχρι τοῦ καλουμένου μακροῦ τείχους ἐλάσαντες, Σιγγηδόνα Ἀγχίαλόν τε καὶ τὴν Ἑλλάδα πᾶσαν καὶ ἑτέρας πόλεις τε καὶ φρούρια ἐξεπολιόρκησαν καὶ ἠνδραποδίσαντο, ἀπολλύντες ἅπαντα καὶ πυρπολοῦντες, τῶν πολλῶν στρατευμάτωνκατὰ τὴν ἑῴαν ἐνδιατριβόντων. Πέμπει δέ γε βασιλεὺς Ἀνδρέαν, τῶν βασιλικῶν ὑπασπιστῶν πρῶτον γενόμενον, πείσοντα τὸν στρατὸν τοὺς προτέρους λοχαγούς τε καὶ λοιποὺς ἐσδέξασθαι.

Ὧν μηδὲ μέχρις ὤτων ὑπομεινάντων τὸ κέλευσμα,[*](Niceph. xviii 14)

229
ἐς Γρηγόριον τὸ πρᾶγμα μετασκευάζεται, οὐ μόνον ὅτι τὰ μέγιστα ἐξεργάσασθαι οἶός τε καθεστήκει, ἀλλ̓ ὅτι καὶ πολλὴν ὦφλε τιμὴν αὐτῷ τὸ στράτευμα, τῶν μὲν χρήμασι δεξιωθέντων πρὸς αὐτοῦ, τῶν δὲ καὶ ἐσθῆσι βρωτοῖς τε καὶ ἑτέροις, ὅτε στρατολογηθέντες ἐκ καταλόγου δἰ αὐτοῦ παρῄεσαν. Ἀγείρει τοίνυν τοὺς ἐς πρῶτα τοῦ στρατοῦ τελοῦντας, ἀγγελιαφόρους ἑκασταχοῦ πέμψας, ἐν Λιτάρβοις τῷ χωρίῳ, διεστῶτι Θεουπόλεως ἀμφὶ τοὺς τριακοσίους σταδίους. Παῤ οὓς αὐτὸς γενόμενος, καὶ ταῦτα κλινοπετὴς ὑπάρχων, ἔλεξε τοιάδε:

Ἐγὼ μὲν, ὦ ἄνδρες Ῥωμαῖοι τὴν προσηγορίαν [*](Niceph. xviii 15) καὶ τὰ πράγματα, ᾤμην ἐκ παλαιοῦ τὴν ὑμῶν παῤ ἡμᾶς ἄφιξιν ἔσεσθαι, κοινωσομένων τὰ παρόντα, βουλήν τε ληψομένων ἣν ἡ πρὸς ὑμᾶς εὔνοια κατεπαγγέλλεται, τοῖς προλαβοῦσιν οὐκ ἐνδοιαστῶς βεβαιωθεῖσα, ὅτε τὸν νηίτην ὑμῶν κλόνον καὶ τὸν ἐντεῦθεν σάλον τοῖς ἐπιτηδείοις ἐδεξιούμην. Ἀλλ̓ ἐπεὶ μέχρι τοῦδε παρῶπται, ἴσως ἄνωθεν οὐκ ἐνδοσίμου γενομένου ἵνα Πέρσαι μὲν τὴν Ῥωμαίων τέλεον ἀνδρείαν ἐκμάθοιεν πρὸς ἀνδρῶν ἀστρατηγήτων ἐκπολεμηθέντες, ἡ δέ γε ὑμῶν ἀκραιφνὴς εὔνοια διὰ πάντων βεβαιωθείη τῷ καιρῷ βασανισθεῖσα καὶ τοῖς ἔργοις μαρτυρηθεῖσα — δεδείχατε γὰρ ὡς εἰ καὶ πρὸς τοὺς στρατηγήσαντας ὑμῶν τὴν λύπην ἐκληρώσασθε, οὐδὲν ὑμῖν τοῦ πολιτεύματος προὐργιαίτερον — , φέρε νῦν περὶ τῶν πρακτέων σκοπήσωμεν. Βασιλεὺς ὑμᾶς προσκαλεῖται, πάντων τῶν ἡγησαμένων ἀμνηστίαν κατεπαγγελλόμενος, τὴν ἐς τὴν πολιτείαν ὑμῶν εὔνοιαν καὶ τὴν παρὰ τὸν πόλεμον ἀνδρείαν ἐς ἱκετηρίαν καὶ θαλλοὺς δεξάμενος, ταῦτα δοὺς ὑμῖν τῆς ἀφέσεως ἐνέχυρα πάντων ἀσφαλέστατα: καί φησιν ὡς εἰ ὁ θεὸς τῇ εὐνοίᾳ τὸ πλέον δέδωκε, καὶ τῶν ἁμαρτάδων ἐξωσθεισῶν ἡ ἀνδρεία διεφάνη, σαφὴς ἔλεγχος τῆς συγχωρήσεως γενομένη, πῶς οὐχ ἕψομαι τῇ θείᾳ κρίσει,εἴπερ καρδία

230
βασιλέως ἐν χειρὶ θεοῦ καὶ οὗ ἂν θέλῃ κλίνει αὐτήν. Ὑπείξατέ μοι οὖν, ὦ Ῥωμαῖοι, τάχιστα, καὶ μὴ καταπροδῶμεν τὸν παρόντα καιρόν, μηδὲ παρολισθήσῃ διαμαρτών. Μισεῖ γὰρ κρατεῖσθαι διαδραμών, καὶ ὥσπερ ἀγανακτῶν ὅτι γε παρώφθη, δὶς ληπτὸς εἶναι καθάπαξοὐκ ἀνέχεται. Κληρονομήσατε οὖν τοὺς πατέρας τῆς εὐηκοΐας ὥσπερ τῆς ἀνδρείας ἐκληρονομήσατε, ἵνα διὰ πάντων Ῥωμαῖοι δειχθῆτε, καὶ μηδεὶς ὑμῶν ἅψηται μῶμος ἢ νενοθευμένους ὑμᾶς παῖδας δείξῃ. Ὑπὸ τοῖς ὑπάτοις καὶ βασιλεῦσι ταττόμενοι οἱ ὑμᾶς φύσαντες πειθοῖ καὶἀνδρείᾳ τὸ οἰκούμενον ἅπαν προσεκτήσαντο. Μάλλιος Τουρκουᾶτος τὸν παῖδα στεφανώσας ἀνεῖλεν, ἀνδρισάμενον μέν, ἀπειθήσαντα δέ. Τῶν γὰρ ἀγόντων εὐβουλία καὶ τῶν ἀγομένων εὐπείθεια μεγάλα πεφύκασιν ἀγαθὰ κατεργάζεσθαι. Θάτερον δὲ τοῦ ἑτέρου χηρεῦον χωλεύει καὶπεριτρέπεται καὶ σφάλλεται πάντως, τῆς ἀρίστης ξυνωρίδος διαλυομένης. Μὴ οὖν μέλλετε, πείσθητε δέ μοι, ἱερωσύνης βασιλείᾳ καὶ στρατῷ μεσιτευούσης: καὶ δείξατε ὡς οὐ τυραννὶς τὰ ὑμέτερα, ἀλλὰ δικαία πρὸς μικρὸν ἀγανάκτησις κατὰ τῶνἀδικησάντων ὑμᾶς στρατηγῶν. Εἰ γὰρ μὴ τὴν ταχίστην προσδράμοιτε, ἐγὼ μὲν ἐξοσιώσομαι καὶ τὴν ἐς τὴν πολιτείαν εὔνοιαν, καὶ τὴν ἐς ὑμᾶς φιλίαν, ὑμεῖς δὲ σκοπεῖτε ποῖα τῶν τυράννων τὰ τέλη. Ποῖ γὰρ καὶ περανεῖτε τὰ παρόντα; Ἀθρόους εἶναι τῶν ἀδυνάτων:[*](Cf. Thucyd. 1, 120, 2) πόθεν γὰρ ἡ τῶν ὡραίων συγκομιδή, ἢ ὧν ἐς ἀντίληψιν ἡ θάλασσα τῇ ἠπείρῳ δίδωσιν, εἰ μή γε πολεμοῦντες Χριστιανοὺς καὶ πολεμούμενοι, τὰ πάντων αἴσχιστα δράσοιτε καὶ πείσοισθε; Καὶ ποῖ τὸ τέλος σποράδες γενόμενοι βιοτεύσοιτε; Αὐτόθεν παρὰ πόδας ἡ δίκη, συγγνώμηντοῦ λοιποῦ νέμειν οὐκ ἀνεχομένη. Δόντες οὖν δεξιὰς καὶ ἑαυτοῖς καὶ τῷ πολιτεύματι τὸ συνοῖσον σκοπήσωμεν, ὅταν καὶ τὰς ἡμέρας τοῦ σωτηρίου πάθους
231
καὶ τῆς παναγίας ἀναστάσεως Χριστοῦ τοῦ θεοῦ συνεπιλαμβανομένας ἔχωμεν.

Τοσαῦτα εἰπὼν καὶ πλεῖστά γε ἐπιδακρύσας, [*](Niceph. xviii 16 Simoc. iii 5) ὥσπερ ἐκ θείας τινὸς ῥοπῆς ἁπάντων τὰς γνώμας ἐν ἀκαρεῖ μετατέθεικεν: οἵπερ ἐξῄτησαν ὑπεξελθεῖν τοῦ συλλόγου καὶ καθ̓ αὑτοὺς περὶ τῶν πρακτέων βουλεύσασθαι. Ἧκον τοίνυν οὐ μετὰ πολὺ σφᾶς αὐτοὺς τῷ ἱερεῖ ἐγχειρίσαντες. Καὶ δῆτα Φιλιππικὸν αὐτοῖς ἐξονομάσαντος ἵν̓ αὐτοὶ στρατηγὸν σφίσιν ἐξαιτήσωσι, ὅρκοις δεινοῖς ἔφασκον περὶ τούτου διομόσασθαι καὶ τὸ σύμπαν στράτευμα. Ὁ δέ, μηδὲ πρὸς τοῦτο μελλήσας ἢ ὅλως ἐλινύσας, ἱερεὺς ἔφη κατὰ συγχώρησιν εἶναι ἐξουσίαν τε ἔχειν λύειν καὶ δεσμεῖν ἐπὶ γῆς τε καὶ οὐρανοῦ, καὶ τῆς [*](Matth. xvi 19) θείας ἀπεμνημόνευε φωνῆς. Ἐνδόντων δὲ καὶ πρὸς τοῦτο, τὸν θεὸν λιταῖς καὶ προσευχαῖς ἐξωσιοῦτο: καὶ τοῦ ἀχράντου αὐτοῖς μεταδοὺς σώματος — ἧν γὰρ ἡ πάνσεπτος ἡμέρα δευτέρα ἡ τῷ ἁγίῳ ἐγγίζουσα πάθει — , πάντας δειπνίσας ἀμφὶ τοὺς δισχιλίους, στιβάδων ἐπὶ τῆς πόας σχεδιασθεισῶν, ὑπέστρεφε κατὰ τὴν ἑξῆς. Ἔδοξε δὲ αὐτοὺς συλλεγῆναι ᾗ βούλοιντο. Μεταπέμπεται τοιγαροῦν Φιλιππικόν, ἐν Ταρσοῖς τῶν Κιλίκων διάγοντα ἐπειγόμενόν τε κατὰ τὴν βασιλέως, ἀναγαγὼν τῇ βασιλείᾳ περὶ τούτων στείλας τε καὶ τὰς παρὰ τοῦ στρατοῦ περὶ Φιλιππικοῦ δεήσεις. Ὑπαντῶσι τοίνυν τῷ Φιλιππικῷ κατὰ τὴν Θεουπολιτῶν γενομένῳ, καὶ τοὺς ἠξιωμένους τῆς θείας παλιγγενεσίας εἰς ἱκετείαν προσλαβόμενοι προσπίπτουσιν αὐτῷ: καὶ δεξιὰς ἀμνηστίας λαβόντες σὺν αὐτῷ τὰς ἐπιστρατεύσεις ποιοῦνται. Οὕτω μὲν δὴ προκεχωρήκει ταῦτα.

Σίττας δέ τις τῶν ἐν Μαρτυροπόλει δεκαδάρχων, [*](Niceph. xviii 17 Simoc. iii 5 Theophan. 261) [*](31) πρός τινα τῶν αὐτόθι στρατιωτικῶν ἀρχόντων λυπηθεὶς καταπροδίδωσι τὴν πόλιν, τὴν ἀπόλειψιν τῶν ἐγκαθημένων αὐτὴν στρατιωτῶν ἐπιτηρήσας: καὶ λόχον Περσικὸν ὡς

232
Ῥωμαῖον εἰσαγαγὼν τὴν πόλιν κατέσχεν ἐπικαιροτάτην Ῥωμαίοις καθεστῶσαν, τὰ μὲν πολλὰ τῶν γυναίων τῶν σφριγώντων εἴσω κρατήσας, ἅπαντας δὲ τοὺς ἄλλους χωρὶς ἐνίων οἰκετῶν ἐξελάσας. Εὐθέως μὲν οὖν ὁ Φιλιππικὸς αὐτοῦ τὴν ἔλασιν ἐποιεῖτο, καὶ περικαθίσας τὴνπόλιν ἐπολιόρκει, οὐδὲν τῶν ἐς πολιορκίαν ἐπιτηδείων ἔχων: ὅμως δ̓ οὖν ἐκ τῶν παρόντων αὐτῷ διεμάχετο, καί τινας διώρυχας ἐργασάμενος ῥίπτει τῶν πύργων ἕνα. Οὐ μὴν τὴν πόλιν ἐξίσχυσε παραστήσασθαι, τῶν Περσῶν διανυκτερευσάντων καὶ τὸ πεπτωκὸς κατασφαλισαμένων.Ὡς δὲ συχνὰ προσβαλόντες οἱ Ῥωμαῖοι τῷ τείχει ἀπεκρούοντο — ἐπίσκοπα γὰρ ἐξ ὑπερδεξίων ἐφέρετο κατ̓ αὐτῶν τὰ βέλη, καὶ πλέον ἐβλάπτοντο ἢ τοὺς ἔνδον ἐλύπουν — , λύουσι τὴν πολιορκίαν: καὶ σμικρὸν διαστάντες στρατοπεδεύονται, μόνον τὸ μὴ καὶ ἑτέρους προστεθῆναιΠέρσας ἐπιτηροῦντες. Κελεύμασι δὲ Μαυρικίου, καὶ Γρηγόριος ἀφικνεῖται πρὸς τὸ στρατόπεδον καὶ πείθει πρὸς τὴν πολιορκίαν ἐπανελθεῖν. Οὐ μήν τι πλέον ἐξεργάσασθαι οἷοί τε γεγόνασι, μηδενὸς τῶν ἑλεπόλεων μηχανῶν ὄντος. Ὅθεν διαλύεται μὲν ὁ στρατὸς διαχειμάσων, ἐς δὲτὰ σύνεγγυς φρούρια συχναὶ φρουραὶ καταλιμπάνονται, ἵνα μὴ λαθόντες Πέρσαι τῇ πόλει ἐπεισέλθωσι. Καὶ κατὰ τὸ ἑξῆς δὲ θέρος ἀθροισθέντος τοῦ στρατεύματος καὶ Περσῶν ἐπιστρατευσάντων, γίγνεται μὲν ἀμφὶ Μαρτυρόπολιν μάχη καρτερά. Καὶ τὸ πλέονἐσχηκότος Φιλιππικοῦ καὶ πολλῶν Περσῶν πεπτωκότων, ἑνὸς ἥρωος ἡσσηθέντος, ἱκανὴ πληθὺς Περσῶν ἐκπέπτωκεν ἐν Μαρτυροπόλει, ὃ καὶ μάλιστα διεσπουδάσθη αὐτοῖς. Ἐντεῦθεν πολιορκεῖν μὲν οἱ Ῥωμαῖοι τὴν πόλιν ἀπέγνωσαν — μηδὲ γὰρ δυνάμει ταύτην οἷόν τε παραστήσασθαι — ,ἑτέραν δὲ ἀντανιστῶσι πόλιν ἀπὸ σταδίων ἑπτὰ ἐπὶ τὰ
233
ὄρεια καὶ ἐρυμνότερα μέρη, ὡς ἐπιτεχνήσεις τινὰς καὶ ἀντεπιχειρήσεις ποιοῖντο. Καὶ ταῦτα μὲν θερίζοντες ἔπραττον, τῷ δὲ χειμῶνι διελύοντο.

Καὶ πέμπεται τῆς ἡγεμονίας διάδοχος Κομεντίολος, [*](Niceph. xviii 18 Simoc. iii 6) Θρᾷξ γένος: ὃς κράτιστα Πέρσαις συνεπλάκη, καὶ μικροῦ τὸν βίον κατέστρεψε σὺν καὶ τῷ ἵππῳ καταρραγείς, εἰ μή τις τῶν δορυφόρων ἔν τινι τῶν παρόχων ἵππων ἐπιβιβάσας τῆς μάχης ὑπεξήγαγεν. Φεύγουσι δ̓ οὖν οἱ περισωθέντες προτροπάδην, πάντας τοὺς σφετέρους ἡγεμόνας ἀποβαλόντες, καὶ κατὰ τὴν Νίσιβιν διασώζονται. Καὶ τὴν πρὸς τὸν σφῶν βασιλέα δεδιότες ἐπάνοδον — [*](Ibid. iii 18) θάνατον γὰρ αὐτοῖς ἠπειλήκει, εἰ μὴ τοὺς ἡγεμόνας διασώσωσιν — , αὐτοῦ τὴν κατὰ Ὁρμίσδου τυραννίδα μελετῶσι, ἤδη καὶ Βαράμου στρατηγοῦ Περσῶν τοῦτο βουλεύοντος σὺν τοῖς ἀμφ̓ αὐτόν, ἐκ τῆς τῶν Τούρκων συμπλοκῆς ἐπανιόντος. Ἐν τούτῳ δὲ Κομεντίολος τὴν Μαρτυρόπολιν περικαθήμενος τοὺς μὲν πολλοὺς αὐτοῦ καταλείπει, αὐτὸς δὲ σὺν καί τισιν ἀριστίνδην ἐκλεγεῖσιν ἐκτρέχει κατὰ τὸ Ὄκβας ὀχυρώτατον φρούριον, ἀντικρὺ [*](Ibid. iv 2 Joh. Ephes. vi 36) Μαρτυροπόλεως ἐς τὴν ἀντιπέρας ὄχθην διακείμενον ἐπί τινος σκοπέλου ἀποτόμου, ὅθεν καὶ ἄποπτος ἡ πᾶσα καθειστήκει πόλις: καὶ πολιορκήσας πείρας τε οὐδὲν ἀνιεὶς καὶ τοῦ τείχους τινὰ διὰ καταπελτῶν ῥίψας, ὑπερκαταβὰς αἱρεῖ κατὰ κράτος τὸ φρούριον. Ὅθεν λοιπὸν καὶ ἐν ἀπογνώσει Πέρσαις τὰ Μαρτυροπόλεως καθειστήκει.