Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Οὕτω μὲν δὴ Ἰουστινιανὸς ἁπαξάπαντα ταράχου [*](Niceph. xvii 33) καὶ θορύβων πληρώσας καὶ τἀπίχειρα τούτων πρὸς τῷ τέρματι τοῦ βίου κομισάμενος, ἐς τὰ κατώτατα μετεχώρησε δικαιωτήρια. Ὁ δέ γε Ἰουστῖνος ἀδελφιδοῦς μέν οἱ καθεστώς, τὴν δὲ φυλακὴν τῆς αὐλῆς ἐμπεπιστευμένος, ὃν κουροπαλάτην ἡ Ῥωμαίων λέγει φωνή, μετ̓ αὐτὸν τὴν ἁλουργίδα περιβάλλεται, οὔτε τὴν ἀποβίωσιν Ἰουστινιανοῦ οὔτε τὴν ἀνάρρησιν Ἰουστίνου τινὸς ἐγνωκότος πλὴν τῶν ἀμφ̓ αὐτόν, μέχρις οὖ κατὰ τὴν ἱπποδρομίαν ἐφάνη τὰ νόμιμα τῆς βασιλείας δράσων τε καὶ πεισόμενος. Ὡς δ̓ οὖν ταῦτα γέγονε, μηδενὸς παντάπασι νεωτερισθέντος, ἐπανῆκε μὲν κατὰ τὴν αὐλήν: πρώτην δὲ ποιεῖται κέλευσιν τοὺς ἁπανταχῆ συνειλεγμένους ἱερέας ἀφεῖσαν πρὸς τοὺς οἰκείους θρόνους, ἐφ̓ ᾧ τὰ εἰωθότα θρησκεύειν μηδενὸς περὶ τὴν πίστιν καινουργουμένου. Καὶ τοῦτο μὲν ἀξιόλογον αὐτῷ ἐπράχθη. Ἦν δέ γε τὸν βίον ἐκδεδιῃτημένος καὶ τρυφαῖς ἀτεχνῶς καὶ ἡδοναῖς ἐκτόποις ἐγκαλινδούμενος, ἀλλοτρίων τε χρημάτων διάπυρος ἐραστὴς ὡς πάντα κέρδους ἀθέσμου ἀπεμπολεῖν, μηδὲ ἐπὶ ταῖς ἱερωσύναις τὸ θεῖον εὐλαβούμενος ἃς τοῖς προστυχοῦσιν ἐπίπρασκεν, ὠνίους καὶ ταύτας

196
[*](Niceph. xvii 34) ἀναφανδὸν τιθέμενος. Θράσει δὲ καὶ δειλίᾳ ταῖς κακίαις κρατούμενος, πρῶτον Ἰουστῖνον προσγενῆ τυγχάνοντα καὶ πολὺ κλέος παρὰ πᾶσιν ἔχοντα περί τε ἐμπειρίαν πολέμων καὶ τὰς ἄλλας ἀξιώσεις, μετάπεμπτον ποιεῖται, ἀμφὶ τὸν Ἴστρον τὰς διατριβὰς ποιούμενον, καὶ τὰς τῶν[*](Cf. Simoc. i 3 vii 7, 8) Ἀβάρων διαβάσεις ἀνείργοντα. Ἔθνος δὲ Σκυθικὸν οἱ Ἄβαροι τῶν ἁμαξοβίων τῶν ὑπὲρ τὸν Καύκασον τὰ ἐπέκεινα πεδία νεμομένων: οἳ τοὺς γειτνιῶντας Τούρκους πασσυδὶ πεφευγότες, ἐπεὶ κακῶς πρὸς αὐτῶν ἐπεπόνθεσαν, ἐπὶ τὸν Βόσπορον ἀφίκοντο: καὶ τὴν ἠϊόνα τοῦΕὐξείνου καλουμένου Πόντου καταλιπόντες — ἔνθα συχνὰ μὲν ἔθνη βαρβαρικά, ἐξῳκίσθησαν δὲ καὶ ὑπὸ Ῥωμαίων πόλεις τε καὶ στρατόπεδα καί τινες προσορμήσεις, ἢ στρατιωτῶν ἀπομάχων γιγνομένων, ἢ καὶ ἀποικιῶν πρὸς τῶν βασιλέων στελλομένων — , τὴν πόρευσιν ἐποιοῦντοπᾶσι τοῖς ἐν ποσὶ βαρβάροις ἀνταγωνιζόμενοι, μέχρις οὗ τὰς ἠϊόνας τοῦ Ἴστρου κατειλήφασι καὶ πρὸς Ἰουστινιανὸν ἐπρεσβεύσαντο. Ἐντεῦθεν οὖν ὁ Ἰουστῖνος μετεπέμφθη, οἷα δῆθεν ὀφείλων τῶν συγκειμένων αὐτῷ τε καὶ τῷ αὐτοκράτορι Ἰουστίνῳ ἀπολαῦσαι. Ἐπεὶ γὰρ ἄμφωπαραπλησίω καθεστηκάτην ταῖς τοῦ βίου φαντασίαις, καὶ ἐπ̓ ἄμφω ἡ βασιλεία ἐπῃώρητο, συνήτην μετὰ πολλὰ τὰ ἀμφίλογα ὥστε τὸν ἐς τὴν βασιλείαν παριόντα τὴν δευτέραν χώραν θἀτέρῳ δοῦναι, ἵν̓ ἐκ τῶν δευτερείων τῆς βασιλείας τὰ πρωτεῖα τῶν ἄλλων ἀποφέροιτο.