Historia Ecclesiastica
Evagrius, Scholasticus
Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.
Ἀναστασίου δέ, ὥς μοι λέλεκται, πρὸς τὴν ἀμείνω [*](Niceph. xvii 1 Malal. 410 Chronic. Pasch. 610 Cramer. An. Par. ii 108, 318 Joh. Nikiu c. 90, p. 501 Theophan. 165 Zonar. iii 265) μεταχωρήσαντος λῆξιν, Ἰουστῖνος, Θρᾷξ γένος, τῇ ἁλουργεῖ ἀμπεχόνῃ χρῆται, ἐνάτην ἄγοντος τοῦ Πανέμου μηνός, ὃς Ἰούλιος παρὰ Ῥωμαίων ὠνόμασται, χρηματιζούσης τῆς Ἀντιόχου ἕκτον καὶ ἑξηκοστὸν καὶ πεντακοσιοστὸν ἔτος, ὑπὸ τῶν βασιλικῶν σωματοφυλάκων ἀναρρηθεὶς ὧνπερ καὶ ἦρχεν, ἡγεμὼν τῶν ἐν τῇ αὐλῇ τάξεων καθεστώς. Περιέθετο δὲ τὴν ἀρχὴν τὴν αὐτοκράτορα πάσης ὑπέρτερον ἐλπίδος, ὅτι γε πολλοὶ καὶ ἔξοχοι καὶ πρὸς πᾶσαν εὐδαιμονίαν ἥκοντες καθειστήκεισαν [*](Procop. i 50) τῆς Ἀναστασίου συγγενείας, πᾶσάν τε δύναμιν ἐφελκόμενοι τὴν τοσαύτην αὐτοὺς ἀρχὴν περιβαλεῖν ἐξισχύουσαν.
Ἦν δέ γε καὶ Ἀμάντιος τῶν βασιλικῶν κοιτώνων [*](Cf. ibid. Hermes vi 375) προεστὼς ἐς τὰ μάλιστα δυνατός. Ὃς ἐπειδὴ μὴ θεμιτὸν ἦν ἄνδρα τῶν ἀνδρείων ἐστερημένον ἐς τὴν Ῥωμαίων παρελθεῖν ἀρχήν, ἐβούλετο Θεόκριτον πιστόν οἱ τυγχάνοντα τὸν στέφανον τῆς αὐτοκράτορος ἀρχῆς περιβαλέσθαι. Καὶ δὴ τὸν Ἰουστῖνον μετάπεμπτον ποιησάμενος χρήματά οἱ μεγάλα δίδωσι, διανεῖμαι κελεύσας τοῖς ἐς τοῦτο μάλιστα ἐπιτηδείοις οἵοις τε οὖσι τὸ ἁλουργὲς σχῆμα τῷ
Τὸν δέ γε Βιταλιανὸν ἐπὶ τῆς Θρᾴκης τὰς διατριβὰς [*](Niceph. xvii 1 Malal. 411, 412 Joh. Nikiu c. 90, p. 502 Theophan. 165 Zonar. iii 266) ποιούμενον, ὃς Ἀναστάσιον ἐξῶσαι τῆς βασιλείας ἐβουλήθη, πρὸς τὴν Κωνσταντίνου μετακαλεῖται πόλιν, δείσας μὲν αὐτοῦ τὴν δύναμιν καὶ τὴν ἀμφὶ τοὺς πολέμους ἐμπειρίαν τό τε παρὰ πᾶσι κλέος καὶ ἣν εἶχεν περὶ τὴνβασιλείαν ἔφεσιν. Εὐθυβόλως δὲ ἐπιστήσας ὡς οὐχ ἑτέρως αὐτοῦ περιέσεται εἰ μή τί γε φίλος εἶναι προσποιήσαιτο, καὶ τῷ δόλῳ προσωπεῖον ἀνεξέλεγκτον περιθείς, στρατηγὸν αὐτὸν ἑνὸς τῶν καλουμένων πραισέντων ἀναδείκυσιν. Ἐπὶ πλεῖον δὲ τῇ πειθοῖ χώρανδιδοὺς ἐπ̓ ἐξαπάτῃ μείζονι καὶ ἐς ὑπάτους τὸν Βιταλιανὸν ἀναβιβάζει. Οὗτος τῆς ὑπατείας ἐχόμενος, ἐπειδὴ κατὰ τὰ βασίλεια γέγονεν, ἔν τινι μεταυλίῳ θύρᾳ δολοφονηθεὶς ἐτελεύτησε, ποινὴν τῶν παῤ αὐτοῦ κατὰ τῆς Ῥωμαίων ἀρχῆς παροινηθέντων ταύτην καταβαλών. Ἀλλὰ ταῦταμὲν ὕστερον γέγονε.
Τὸν δέ γε Σευῆρον ὃς τῆς Ἀντιόχου πρόεδρος ἐκεχειροτόνητο, [*](Niceph. xvii 2) καθὰ τὰ φθάσαντα διηγήσαντο, ἐπεὶ τὴν ἐν Καλχηδόνι σύνοδον ἐφ̓ ἑκάστης ἀναθέματι περιβάλλων οὐκ ἐπαύσατο, καὶ μάλιστά γε ἐν ταῖς καλουμέναις ἐνθρονιστικαῖσσυλλαβαῖς, καὶ ταῖς τούτων ἀμοιβαίαις ἃς διεπέμψατο τοῖς ἑκασταχοῦ πατριάρχαις — ἐδέχθησαν δὲ μόνον ἀνὰ τὴν Ἀλεξάνδρου πόλιν πρὸς Ἰωάννου τοῦ μετὰ τὸν πρότερον Ἰωάννην, Διοσκόρου τε αὖ καὶ Τιμοθέου — αἳ καὶ μέχρις ἡμῶν διασώζονται, πολλαί τε ἐντεῦθεν κατὰτῆς ἐκκλησίας ἐπανέστησαν ἔριδες καὶ ὁ πιστότατος διῃρέθη λεώς, κελεύει Ἰουστῖνος τῷ πρώτῳ τῆς αὐτοῦ
Ὑπὸ τοῖς αὐτοῖς Ἰουστίνου χρόνοις ἐμπρησμοί τε [*](Niceph. xvii 3 Malal 417, 419 Joh. Nikiu c. 90, p. 504 Theophan. 172 Procop. i 215 Georg. Mon. 525 Cramer. An. Par. ii 109) συχνοὶ καὶ δεινοὶ καὶ δεινοὶ κατὰ τὴν Ἀντιόχου γεγόνασιν, ὥσπερ ἡγούμενοι τῶν γενομένων ἐν αὐτῇ φοβερωτάτων κλόνων καὶ προοίμιον τοῖς παθήμασι παρεχόμενοι. Μετὰ γὰρ βραχύν τινα καιρόν, ἐν τῷ ἑβδόμῳ ἔτει τῆς αὐτοῦ βασιλείας, μηνὶ δεκάτῳ, ἀνὰ τὸν Ἀρτεμίσιον μῆνα ἤτοι Μάϊον, ἐνάτῃ καὶ εἰκοστῇ αὐτοῦ ἡμέρᾳ, κατ̓ αὐτὸ τῆς μεσημβρίας τὸ σταθερώτατον τῆς ἕκτης ἡμέρας τῆς καλουμένης ἑβδομάδος, βρασμὸς καὶ σεισμὸς ἐπελθόντες
Ἀλλ̓ ἡ τῶν ἀνθρώπων σώτειρα τοῦ θεοῦ κηδεμονία, [*](Niceph. xvii 3) ἡ πρὸ τῆς πληγῆς τὰ φάρμακα πλάττουσα καὶ φιλανθρωπίᾳ τὸ ξίφος τῆς ὀργῆς θήγουσα, ἡ παῤ αὐτὴν [*](Malal. 423) τὴν ἀπόγνωσιν τὴν οἰκείαν ἀνοιγνῦσα συμπάθειαν, Ἐφραίμιονδιανέστησε τῆς ἑῴας ἀρχῆς τὰς ἡνίας διέποντα πᾶσαν ἀναζώσασθαι φροντίδα μηδὲν τῶν ἐπιτηδείων ἐπιλιπεῖν τὴν πόλιν. Ὃν κἀντεῦθεν ἀγασάμενοι Ἀντιοχέων παῖδες εἰς ἱερέα ψηφίζονται: καὶ τὸν ἀποστολικὸν λαγχάνει θρόνον ὥσπερ μισθὸν καὶ γέρα τῆς τοσαύτης[*](Malal. 442, 443 Cramer. An. Par. ii 320 Theophan. 177) προνοίας τοῦτον κληρωσάμενος. Πέπονθε καὶ αὖθις ὑπὸ σεισμῶν μετὰ μῆνας τριάκοντα. Τότε καὶ Θεοῦ πόλις ἡ Ἀντιόχου προσηγορεύθη πόλις, καὶ ἄλλης προνοίας πρὸς τοῦ βασιλέως τυχοῦσα.
Ἀλλ̓ ἐπεὶ τῶν εἰρημένων ἐμνήσθημεν παθημάτων, [*](Niceph. xvii 4) φέρε καὶ ἕτερα ἄττα τῶν ἀξιολόγων τῷ παρόντι προσθῶμεν [*](26) πόνῳ, ἅπερ εἰς ἡμᾶς ἐκ τῶν ἱστορησάντων ἐνηνέκται. Ζωσιμᾶς ἀνήρ, γένος Φοῖνιξ, τῆς λεγομένης παραλίας, κώμην Σίνδην πατρίδα κληρωσάμενος διέχουσαν τῆς τῶν Τυρίων οὔτι σταδίους εἴκοσι, τὸν μονήρη διαθλεύων βίον,οὕτως ταῖς τε ἀφέξεσι καὶ μεθέξεσι τῶν τροφῶν καὶ ταῖς ἄλλαις ἀρεταῖς τοῦ βίου τὸν θεὸν εἰσοικισάμενος ὡς μὴ μόνον διορᾶν τὰ μέλλοντα, ἀλλὰ καὶ πάσης ἀπαθείας
Εἰσέτι Ἰουστίνου τὴν αὐτοκράτορα διϊθύνοντος [*](Niceph. xvii 3 Malal. 417 Theophan. 168, 171)ἀρχήν, τὸ νῦν μὲν Δυρράχιον, Ἐπίδαμνος δὲ πάλαι, πέπονθεν ὑπὸ κλόνου τῆς γῆς, ὡσαύτως δὲ καὶ Κόρινθος ἐπὶ τῆς Ἑλλάδος κειμένη, εἶτα καὶ Ἀνάζαρβος τὸ τέταρτον αὐτῆς πάθος, ἣ τοῦ δευτέρου τῶν Κιλίκων ἡγεῖται ἔθνους: ἃς ὁ Ἰουστῖνος πολλοῖς ἀνεκτίσατο χρήμασι. Κατὰ τοὺς αὐτοὺς χρόνους καὶ ἡ Ἔδεσσα πόλις τῆς Ὀσροηνῶν μεγίστη τε καὶ εὐδαίμων τοῖς τοῦ παραρρέοντος Σκίρτου χειμάρρου ὕδασι κατεποντώθη, ὥστε καὶ τὰ πολλὰ τῶν οἰκοδομιῶν παρασυρῆναι καὶ πλῆθος ἀναρίθμητον ἀπολέσθαι, οὓς τὸ ὕδωρ λαβὸν ᾤχετο. Μετεκλήθησαν τοίνυν ὑπὸ τοῦ αὐτοῦ Ἰουστίνου ἡ Ἔδεσσα καὶ Ἀνάζαρβος, καὶ τούτων ἑκατέρα τῇ αὐτοῦ προσηγορίᾳ κατεκοσμήθησαν.
Τούτῳ τῷ Ἰουστίνῳ ὄγδοον ἔτος τῆς βασιλείας [*](Niceph. xvii 7 Malal. 422, 424 Chronic. Pasch. 616 Theophan. 173 Cramer. An. Par. ii 109 Cedren. i 641 Zonar. iii 269) ἄγοντι ἐννέα τε μῆνας πρός τισιν ἡμέραις, Ἰουστινιανὸς ἀδελφιδοῦς αὐτοῦ συμβασιλεύει, ἀναρρηθεὶς τῇ πρώτῃ τοῦ Ξανθικοῦ ἤγουν Ἀπριλίου μηνός, ἀνὰ τὸ πέμπτον καὶ ἑβδομηκοστὸν καὶ πεντακοσιοστὸν ἔτος τοῦ χρηματισμοῦ τῆς Ἀντιοχείας. Καὶ τούτων ὧδε προελθόντων, Ἰουστῖνος μεθίσταται τῆς ἐντεῦθεν βασιλείας, [*](31) ὑπελθὼν τὴν τέλειον ἡμέραν ἀνὰ τὴν πρώτην ἡμέραν τοῦ Λώου, τοῦ καὶ Αὐγούστου μηνός, συμβασιλεύσας μὲν
Ἰουστινιανὸς μὲν οὖν τῶν ἐν Καλχηδόνι συνεληλυθότων [*](Niceph. xvii 7) καὶ τῶν παῤ αὐτῶν ἐκτεθειμένων μάλα γεννικῶς ἀντείχετο, Θεοδώρα δὲ ἡ τούτου σύνοικος, τῶν μίαν φύσινλεγόντων: εἴτε καὶ τῶν ἀληθῶς οὕτως ἐχόντων — ἡνίκα γὰρ ὁ περὶ πίστεως πρόκειται λόγος, πατέρες τε πρὸς παῖδας, παῖδές τε αὖ πρὸς τοὺς φύντας διΐστανται, γυνή τε πρὸς τὸν ἴδιον γαμέτην, ἀνήρ τε αὖ πάλιν πρὸς τὴν ἰδίαν γαμετήν — , εἴτε καὶ κατά τινα συγκείμενοι οἰκονομίανἵν̓ ὁ μὲν τῶν λεγόντων δύο φύσεις ἐπὶ Χριστοῦ τοῦ θεοῦ ἡμῶν μετὰ τὴν ἕνωσιν ἀντέχηται, ἡ δὲ τῶν πρεσβευόντων μίαν φύσιν. Ὅμως δ̓ οὖν ἀλλήλοις οὐκ ἐνεδίδοσαν: ἀλλ̓ ὁ μὲν τῶν ἐν Χαλχηδόνι συντεθειμένων μάλα σπουδαίως ἀντελαμβάνετο, ἡ δὲ μετὰ τῶν ἀπ̓ ἐναντίασἰοῦσα τῶν λεγόντων μίαν φύσιν παντοίως προενόει, καὶ τούς γε ἡμεδαποὺς περιέθαλπεν καὶ τοὺς ἀλλοδαποὺς [*](Niceph. xvii 8) μεγάλοις χρήμασιν ἐδεξιοῦτο. Ἣ καὶ πείθει τὸν Ἰουστινιανὸν μετάπεμπτον Σευῆρον ποιήσασθαι.
Σώζονται τοίνυν ἐπιστολαὶ Σευήρου πρός τε Ἰουστινιανὸν πρός τε Θεοδώραν: δἰ ὧν ἔστι λαβεῖν ὡς [*](31) κατ̓ ἀρχὰς τὴν πρὸς τὴν βασίλειον ὁδὸν διανεβάλετο
Γέγραπται δὲ Προκοπίῳ τῷ ῥήτορι τὰ κατὰ [*](Niceph. xvii 10 Procop. i 51 — 55) Βελισάριον συγγράφοντι, ὡς Καβάδης ὁ Περσῶν βασιλεὺς Χοσρόῃ τῷ παιδὶ νεωτέρῳ τῶν ἄλλων υἱῶν ὄντι περιθεῖναιτὴν βασιλείαν βουληθείς, ἅμα Χοσρόῃ βουλεύει ὥστε τῷ βασιλεῖ Ῥωμαίων εἰς θετὸν υἱὸν ἐπιδοῦναι τὸν Χοσρόην, ἵνα ἐντεῦθεν ἀσφαλέστατα τὰ τῆς ἀρχῆς αὐτῷ διατεθείη. Ἐπειδὴ τοίνυν τούτων διήμαρτον εἰσηγήσει Πρόκλου, ὃς παρεδρεύων Ἰουστινιανῷ κυαίστωρκαθειστήκει, ἐπὶ μείζω τὴν πρὸς Ῥωμαίους ἔχθραν ἐξήγαγον. [*](Ibid. 61 — 74) Φιλοπονώτατα τοιγαροῦν κομψῶς τε καὶ λογίως ἐκτέθειται τῷ αὐτῶ Προκοπίῳ ἃ δὴ πέπρακται ὑπὸ Βελισαρίῳ στρατηγοῦντι τῶν ἑῴων δυνάμεων Ῥωμαίοις τε καὶΠέρσαις πρὸς ἀλλήλους πολεμοῦσι. Πρώτην μὲν οὖν νίκην ἀναγράφει Ῥωμαίων περὶ τὰ χωρία Δάρας τε καὶ Νισίβεως, Βελισαρίου Ἑρμογένους τε αὖ τὰ Ῥωμαίων [*](Ibid. 74 s#3.) στρατόπεδα διακοσμούντων. Οἷς ἐπισυνάπτει καὶ ὅσα κατὰ τὴν Ἀρμενίων γέγονε χώραν, οἷά τε κατὰ τὴν[*](Ibid. 88) Ῥωμαίων εἰργάσατο γῆν Ἀλαμούνδαρος τῶν Σκηνιτῶν βαρβάρων ἡγούμενος: ὃς καὶ Τιμόστρατον τὸν Ῥουφίνου ἀδελφὸν σὺν τοῖς ἀμφ̓ αὐτὸν στρατιώταις ἐζώγρησε, καὶ χρημάτων ὕστερον μεγάλων ἀπέδοτο.
Περιπαθῶς διέξεισι καὶ τὴν τοῦ λελεγμένου μοι[*](Niceph. xvii 10 Procop. 89 — 97)
Τῷ αὐτῷ τὰ κατὰ Βανδίλους γράφοντι μέγιστα [*](Niceph. xvii 11 Procop. i 344) τέθειται καὶ μνήμης ἐς ἀεὶ διασωζομένης ἄξια, ἃ λέξων ἔρχομαι. Ὀνώριχος τὴν βασιλείαν ἐκ Γιζερίχου διαδεξάμενος, τά τε ἀρείου θρησκεύων, ὠμότατα διετίθετο ἀμφὶ τοὺς ἐν Λιβύῃ Χριστιανοὺς τοὺς τὰ ὀρθὰ πρεσβεύοντας δόγματα, βιαζόμενος εἰς τὴν Ἀρειανῶν μετατίθεσθαι δόξαν: καὶ τούς τε μὴ ὑπείκοντας πυρί τε καὶ μυρίαις θανάτων ἰδέαις ἔφθειρεν, ἐνίους δὲ τὰς γλώσσας ἀφείλετο. Τούτους καὶ τῇ θέᾳ παραλαβεῖν ὁ Προκόπιος ἔφη πρὸς τὴν βασιλέως γενομένους πόλιν αὐτόσε διαδράντας, ἐντυχεῖν τε αὐτοῖς ἴσα τοῖς μηδὲν πεπονθόσι φθεγγομένοις: καὶ τὰς μὲν γλώσσας ἐξ αὐτοῦ τοῦ πυθμένος ἀνακεκάρθαι, τὴν δὲ φωνὴν αὐτοῖς ἔναρθρον εἶναι καὶ εὔσημα διαλέγεσθαι,
Καὶ ἕτερον δὲ ἀξιάγαστον ἀνάγει τοῦ σωτῆρος [*](Niceph. xvii 11 Procop. i 346) θεοῦ θαυματουργήσαντος ἐπ̓ ἀνδράσιν ἐκφύλοις μὲν τὴν θρησκείαν, ὅσια δὲ κατ̓ ἐκεῖνο δράσασιν. Καβαώνην φησὶ τῶν ἀμφὶ Τρίπολιν Μαυρουσίων ἡγεῖσθαι. Οὗτος, φησίν, ὁ Καβαώνης — ἄξιον γὰρ τοῖς αὐτοῦ χρήσασθαιῥήμασιν ἀξιολόγως καὶ περὶ τούτων διηγουμένου — ἐπειδὴ ἐπ̓ αὐτὸν ἐστρατεῦσθαι Βανδίλους ἐπύθετο, ἐποίει τοιάδε: πρῶτα μὲν τοῖς ὑπηκόοις ἐπήγγελλεν ἀδικίας τε πάσης καὶ βρώσεως ἐς τρυφὴν ἀγούσης καὶ πάντων μάλιστα γυναικῶν ξυνουσίας ἀπέχεσθαι. Χαρακώματά τεδύο πηξάμενος, ἐν θἀτέρῳ μὲν αὐτὸς σὺν πᾶσιν ἐστρατοπεδεύσατο τοῖς ἀνδράσι, ἐν δὲ δὴ τῷ ἑτέρῳ τὰς γυναῖκας καθεῖρξε, θάνατον δὲ τὴν ζημίαν ἠπείλησεν ἔσεσθαι εἴ τις ἐπὶ τὸ τῶν γυναικῶν χαράκωμα ἴοι. Μετὰ δὲ πέμψας ἐς Καρχηδόνα κατασκόπους ἐπέταττεν τάδε: ἐπειδὰν οἱΒανδίλοι ἐπὶ τὴν στρατείαν βαδίζοντες ἔς τινα νηὸν ὑβρίσωσιν ὃν οἱ Χριστιανοὶ σέβονται, αὐτοὺς μὲν ἐφορᾶν τὰ γινόμενα: ἐὰν δὲ οἱ Βανδίλοι τὸ χωρίον ἀμείψωσι, πάντα ποιεῖν τἀναντία ἐς τὸ ἱερὸν ἐξ οὗ δ̓ ἂν ἐκεῖνοι βαδίσαντες οἴχωνται. Ἐπειπεῖν δὲ αὐτὸν καὶ τοῦτόφασι ὡς ἀγνοοῖ μὲν τὸν θεὸν ὃν Χριστιανοὶ σέβονται, εἰκὸς δὲ αὐτόν, φησίν, εἴπερ ἰσχυρός ἐστιν ὡς λέγεται, τίσασθαι μὲν τοὺς ὑβρίζοντας, ἀμῦναι δὲ τοῖς θεραπεύουσιν.
Ὁ αὐτὸς ἀναγράφει ὡς Ἰουστινιανὸς φειδοῖ τῶν [*](Niceph. xvii 12 Procop. i 353-356) κακῶς αὐτόσε πασχόντων Χριστιανῶν στρατείαν ἐπαγγείλας, ὑποθήκαις Ἰωάννου ὑπάρχου τῆς αὐλῆς καθεστῶτος τῆς προθέσεως ἀνεστέλλετο, ὄναρ τε αὐτῷ φανὲν διακελεύεσθαι μὴ πρὸς τὴν ἔφοδον ἀποκνῆσαι: Χριστιανοῖς γὰρ ἀμύνων τὰ Βανδίλων διαφθερεῖ πράγματα.Ἐντεῦθεν φρονηματισθεὶς ἕβδομον τῆς βασιλείας ἀνύων [*](Ibid. 362) ἔτος στέλλει Βελισάριον ἐς τὸν Καρχηδόνος πόλεμον ἀμφὶ θερινὰς τροπάς, τῆς στρατηγίδος νεὼς προσσχούσης ἐς τὴν ἀκτὴν ἣ πρὸ τῶν βασιλείων ἐστίν, Ἐπιφανίου τοῦτῆς πόλεως ἐπισκόπου εὐξαμένου τε τὰ εἰκότα, τινάς τε τῶν στρατιωτῶν ἄρτι βαπτίσαντος καὶ ἐς τὴν στρατηγίδα ναῦν ἐσβιβάσαντος. Ἀνήνεκται δὲ αὐτῷ καὶ τὰ κατὰ Κυπριανὸν τὸν μάρτυρα ἱστορίας ἄξια, καί φησι πρὸς λέξιν ὧδε:[*](Ibid. 397) Κυπριανόν, ἅγιον ἄνδρα, μάλιστα πάντων Καρχηδόνιοι σέβονται. Καὶ αὐτῷ νεών τινα λόγου πολλοῦ ἄξιον πρὸ τῆς πόλεως ἱδρυσάμενοι παρὰ τὴν τῆς θαλάσσης ᾐόνα, τά τε ἄλλα ἐξοσιοῦνται καὶ ἄγουσιν ἐνιαύσιον ἑορτήν, ἣν δὴ Κυπριανὰ καλοῦσι, καὶ ἀπ̓ αὐτοῦ τὸνχειμῶνα οἱ ναῦται οὗπερ ἐγὼ ἀρτίως ἐμνήσθην ὁμωνύμως τῇ πανηγύρει προσαγορεύειν εἰώθασι, ἐπεὶ εἰς τὸν καιρὸν ἐπισκήπτειν φιλεῖ ἐφ̓ οὗ ταύτην οἱ Λίβυες ἄγειν ἐς ἀεὶ τὴν ἑορτὴν νενομίκασι. Τοῦτον οἱ Βανδίλοι τὸν νεών, Ὀνωρίχου βασιλεύοντος, τοὺς Χριστιανοὺς βιασάμενοιἀφείλοντο, ἐνθένδε σὺν πολλῇ ἀτιμίᾳ τοὺς ἱερέας ἐξελάσαντες, καὶ τὸ λοιπὸν ἅτε προσήκοντα Ἀρειανοῖς ἐπανώρθουν. Ἀσχάλλουσι δὲ διὰ ταῦτα καὶ διαπονουμένοις
Τῷ αὐτῷ καὶ τάδε γέγραπται: Ἐπειδή, φησίν, [*](Niceph. xvii 12 Procop. i 445) ὁ Βελισάριος τοὺς Βανδίλους καταπολεμήσας ἐς Βυζάντιον ἧκε, τά τε λάφυρα τά τε τοῦ πολέμου ἀνδράποδα περιαγόμενος αὐτόν τε τὸν Γελίμερα τῶν Βανδίλων ἡγούμενον, θριάμβου δοθέντος αὐτῷ, κατὰ τὸν ἱππόδρομον ἤγαγε πάντα θαύματος ἄξια. Ἐν οἶς κειμηλίων πάμπολύ τι χρῆμα καθειστήκει, ἅτε Γιζερίχου τὸ ἐν Ῥώμῃ σεσυληκότος παλάτιον, ἅπερ ἔμπροσθέν μοι δεδιήγηται, ἡνίκα Εὐδοξία ἡ Βαλεντινιανοῦ γυνὴ τῶν ἑσπερίων ἄρξαντος Ῥωμαίων, ὑπὸ Μαξίμου τόν τε ἄνδρα ἀποβαλοῦσα καὶ ἐς τὴν σωφροσύνην ὑβρισθεῖσα, τὸν Γιζέριχον μετεπέμψατο προδώσειν τὴν πόλιν ὑποσχομένη: ὅτε καὶ τὴν Ῥώμην ἐμπρήσας τὴν Εὐδοξίαν ἅμα ταῖς θυγατράσι κατὰ τὰ Βανδίλων ἤγαγεν ἤθη. Τότε σεσυλήκει σὺν τοῖς ἄλλοις κειμηλίοις ὅσα ὁ Οὐεσπασιανοῦ παῖς Τίτος τὰ Ἱεροσόλυμα ἀνδραποδίσας ἐς Ῥώμην ἤγαγεν, ἀναθήματα Σολομῶνος τυγχάνοντα τὸν θεὸν ἐξοσιουμένου. Ἅπερ Ἰουστινιανὸς πρὸς τιμῆς Χριστοῦ τοῦ θεοῦ ἡμῶν αὖθις ἐς Ἱεροσόλυμα πέπομφε,
Φησὶ δὲ καὶ ἕτερον ἥκιστα μὲν ἱστορηθὲν ἄχρις [*](Niceph. xvii 12) αὐτοῦ, ἀξιάγαστον δὲ καὶ παντὸς θαύματος ὑπερβολὴν [*](Procop. i 449) ἐκβαῖνον. Ἱστορεῖ δ̓ οὖν ὡς τὸ Λιβύων ἔθνος οἱ Μαυρούσιοι ἐκ τῆς Παλαιστίνων ἀναστάντες γῆς τὴνΛιβύην κατῴκησαν: εἶναι δὲ τούτους οὓς ἀναγράφει τὰ θεῖα λόγια Γεργεσαίους καὶ Ἰεβουσαίους καὶ τὰ λοιπὰ ἔθνη ὅσα πρὸς Ἰησοῦ τοῦ Ναυῆ κατεπολεμήθη. Τεκμηριοῖ δὲ τὸν λόγον ἀληθῆ παντάπασι τυγχάνειν ἔκ τινος ἐπιγράμματος, ὅπερ καὶ ἀναγνῶναι φησὶ τοῖς Φοινίκωνγράμμασι συγκείμενον: εἶναι δὲ τοῦτο ἀγχοῦ κρήνης, ἔνθα στῆλαι δύο ἐκ λίθων λευκῶν πεποίηνται, ἐν αἷς ἐγκεκόλαπται τάδε: Ἡμεῖς ἐσμεν οἱ φυγόντες ἀπὸ προσώπου Ἰησοῦ τοῦ λῃστοῦ υἱοῦ Ναυῆ. Ὧδε μὲν οὖν ἔληξε ταῦτα, αὖθις Ῥωμαίοις κατηκόουΛιβύης γινομένης, φόρους τε τοὺς ἐπετείους εἰσαγούσης ὥσπερ καὶ πρότερον. Λέγεται δὲ ἐν Λιβύῃ πεντήκοντα καὶ ἑκατὸν ἄστη Ἰουστινιανὸς ἀνασώσασθαι, τὰ μὲν τέλεον τὰ δὲ κατὰ πολὺ διαρρυέντα, καὶ πρὸς τὸ μεγαλοπρεπέστερον ἀνακαινίσαικαλλωπίσεως ὑπερβολαῖς, κοσμήμασί τε καὶ κατασκευαῖς ἰδίαις καὶ δημοσίαις, τειχῶν τε περιβόλοις, ἑτέραις τε μεγίσταις οἰκοδομίαις ἐξ ὧν αἵ τε πόλεις κοσμοῦνται τό τε θεῖον ἱλάσκεται, ἐπιρροίαις τε ὑδάτων ἔς τε χρείαν καὶ κάλλος, τῶν μὲν ἐκ προοιμίων ἐσαχθέντωνοὐκ ὄντων ταῖς πόλεσι πρότερον, τῶν δὲ αὖθις πρὸς τὴν ἀρχαίαν ἐπαναχθέντων τάξιν.
Ὅσα δὲ καὶ κατὰ τὴν Ἰταλίαν γέγονεν ἔρχομαι [*](Niceph. xvii 13)
Ὑπὸ τοῖς αὐτοῖς χρόνοις, ὡς ὁ αὐτὸς Προκόπιος [*](Niceph. xvii 13 Procop. ii 203, 204) ἀναγράφει, Ἔρουλοι ποταμὸν Ἴστρον ἤδη διαβάντες ὅτετὴν Ῥωμαίων ἀρχὴν Ἀναστάσιος διεκυβέρνα, φιλοφρονηθέντες ὑπὸ Ἰουστινιανοῦ χρήμασι μεγάλοις αὐτοὺς δωρησαμένου, πασσυδὶ Χριστιανοὶ γεγόνασι καὶ τὴν δίαιταν ἐπὶ τὸ ἡμερώτερον μετέβαλον.