Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Ἃ μὲν ὑπὸ τοῖς Θεοδοσίου γεγένηται χρόνοις, [*](Niceph. xv 1) τῇ πρώτῃ διείληπται διαλέξει. Φέρε δὲ Μαρκιανὸν εἰσμέσον ἄγοντες τὸν ἀοίδιμον Ῥωμαίων αὐτοκράτορα, πρότερον ἱστορήσωμεν τίς τε ἦν καὶ ὅθεν, καὶ ὅπως τὴν βασιλείαν Ῥωμαίων ἀνεδήσατο: οὕτω τε τὰ ὑπ̓ αὐτῷ γεγενημένα κατὰ τοὺς ἰδίους ἀποθώμεθα καιρούς. Μαρκιανὸς τοίνυν, ὡς ἄλλοις τε πολλοῖς καὶ μὴν καὶΠρίσκῳ ἱστόρηται τῷ ῥήτορι, ἦν μὲν Θρᾷξ γένος, ἀνδρὸς στρατιωτικοῦ παῖς: ὅς γε τῆς τοῦ πατρὸς βιοτῆς μεταλαχεῖν ἐπειγόμενος πρὸς τὴν Φιλιππούπολιν τὰς ὁρμὰς ἔσχεν, ἔνθα καὶ στρατιωτικοῖς ἐδύνατο συντετάχθαι τάγμασιν. Ἀνὰ δὲ τὴν ὁδὸν τεθέαται νεοσφαγὲσσῶμα ἐπὶ γῆς ἐρριμμένον: ᾧ παρεστώς, ἦν γὰρ τά τε ἄλλα πανάριστος καὶ ἐς τὰ μάλιστα φιλανθρωπότατος, ᾤκτειρε τὸ γεγονός, καὶ ἐπὶ πολὺ τὴν πορείαν ἐπεῖχε τῶν εἰκότων μεταδοῦναι βουλόμενος. Ἐπειδὴ δέ τινες τοῦτο τεθέανται, ταῖς ἐν τῇ Φιλιππουπόλει προσήγγελλονἀρχαῖς: αἳ τὸν Μαρκιανὸν παραλαβοῦσαι τὰ περὶ τῆς μιαιφονίας ἀνηρώτων. Καὶ δὴ τῶν στοχασμῶν καὶ τῶν εἰκότων πλέον τῆς ἀληθείας καὶ τῆς γλώσσης ἐσχηκότων, τὸν φόνον τε τἀνδρὸς ἀναινομένου καὶ μιαιφόνου

37
γε ποινὰς μέλλοντος ἀποτίσειν, θεία τις ἐξαπίνης ῥοπὴ τὸν μιαιφόνον παραδίδωσιν: ὃς τὴν κεφαλὴν ἀποθέμενος ποινὴν τοῦ δράματος τὴν κεφαλὴν τῷ Μαρκιανῷ χαρίζεται. Οὕτω παραδόξως σωθεὶς ἔν τινι τῶν αὐτόθι στρατιωτικῶν τελῶν ἀφικνεῖται, ἐν αὐτῷ παραγγέλλειν βουλόμενος. Οἳ τὸν ἄνδρα θαυμάσαντες μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον εἰκότως τεκμηράμενοι ἥδιστα προσδέχονται, καὶ σφίσιν αὐτοῖς ἐγκαταλέγουσιν, οὔτι ἔσχατον, ὡς ὁ στρατιωτικὸς ἐθέλει νόμος, ἐς δέ τινα βαθμὸν ἄρτι τετελευτηκότος ἀνδρός — Αὔγουστος ὄνομα τούτῳ — , Μαρκιανὸν τὸν καὶ Αὔγουστον ἐς τὴν παραγγελίαν ἐγγράψαντες, ὡς φθάσαι τοὔνομα τὴν προσηγορίαν τῶν ἡμετέρων βασιλέων, τὸ καλεῖσθαι Αὔγουστοι μετὰ τῆς ἁλουργίδος περιβαλλομένων: ὥσπερ οὐκ ἀνασχομένου τοῦ ὀνόματος ἐπ̓ αὐτῷ χωρὶς τῆς ἀξίας μεῖναι, μηδ̓ αὖ πάλιν τῆς ἀξίας ἕτερον ὄνομα ζητησάσης εἰς σεμνολόγημα, ὥστε κύριον καὶ προσηγορικὸν τὸ αὐτὸ καθεστάναι, διὰ μιᾶς κλήσεως τῆς τε ἀξιώσεως τῆς τε προσηγορίας σημαινομένων. Καὶ ἕτερον δὲ συνέπεσε τὴν βασιλείαν τῷ Μαρκιανῷ [*](Procop. i 326 Theophan. 104 Zonar. iii 246 Cramer. An. Par. ii 312) τεκμηριῶσαι δυνάμενον. Ἐπειδὴ γὰρ Ἄσπαρι συνεστράτευσε κατὰ Βανδίλων δορυάλωτός τε γέγονε σὺν ἑτέροις πλείστοις, παρὰ πολὺ τῶν Βανδίλων ἡττηθέντος τοῦ Ἄσπαρος, ἀνὰ τὸ πεδίον ἤχθη μετὰ τῶν ἄλλων ἀνδραπόδων, Γιζερίχου τοὺς ζωγρηθέντας ἰδεῖν βουληθέντος: οἵπερ ἐπειδὴ ἡλίσθησαν, ἔν τινι τῶν ὑπερῴων ὁ Γιζέριχος καθῆστο τῷ πλήθει τῶν σαγηνευθέντων ἡδόμενος. Οἳ τοῦ καιροῦ τριβομένου, ὡς ἂν ἑκάστοις ἐδόκει, διετέλουν: ἀνεῖσαν γὰρ οἱ φύλακες τὰ δεσμά, Γιζερίχου προστάξαντος. Ἄλλος μὲν οὖν ἄλλο τι ἐπεπράχει: Μαρκιανὸς δὲ καθεὶς ἑαυτὸν ἐς τὸ πεδίον ὑπὸ τῷ ἡλίῳ ἐκάθευδε θερμῷ τε ὄντι καὶ διαπύρῳ παρὰ τὴν ὥραν τοῦ ἔτους. Ἀετὸς δὲ τῶν ὕπερθεν ἐπιστὰς καὶ κατὰ κάθετον τῷ ἡλίῳ ἀντιμέτωπον τὴν πτῆσιν ποιησάμενος, νεφέλης δίκην σκιὰν καὶ τὴν ἐντεῦθεν παραψυχὴν
38
τῷ Μαρκιανῷ ἐτεχνάσατο: ὡς θαυμάσαντα Γιζέριχον συμβαλεῖν εὐστόχως τὰ ἐσόμενα, μετάπεμπτόν τε τὸν Μαρκιανὸν ποιησάμενον ἀφεῖναι τῆς αἰχμαλωσίας, ὅρκοις δεινοῖς κατασφαλισάμενον ἦ μὴν τὰ πιστὰ φυλάξειν Βανδίλοις ἐς βασιλείαν παριόντα καὶ ὅπλα κατ̓ αὐτῶνμὴ κινεῖν: καὶ φυλάξαι τὸν Μαρκιανὸν ἐπὶ τοῖς ἔργοις [*](Procop. i 327) ὁ Προκόπιος ἱστορεῖ. Ἀλλ̓ ἐπὶ τὸ προκείμενον ἐπανίωμεν, τὴν ἐκτροπὴν ἐάσαντες. [*](Cramer. An. Par. ii 311) Ἦν ὁ Μαρκιανὸς τὰ πρὸς θεὸν εὐσεβής, τὰ πρὸς πολιτευομένους δίκαιος: πλοῦτον ἡγούμενος οὐ τὸν ἀπόθετον,οὐδὲ μὴν τὸν ἀπὸ δασμολογιῶν συμφορούμενον, ἕνα δὲ μόνον τὸν τοῖς δεομένοις ἐπαρκεῖν δυνάμενον καὶ τοῖς πολλὰ κεκτημένοις ἀσφαλῆ παρέχειν τὸν πλοῦτον: φοβερὸς οὐκ ἐν τῷ τιμωρεῖσθαι, ἀλλ̓ ἐν τῷ τιμωρήσεσθαι: δἰ ἃ καὶ τὴν ἀρχὴν ἆθλον ἀρετῆς, οὐ κληρονομίανμίαν ἔσχε, τῆς τε γερουσίας τῶν τε ἄλλων τῶν πᾶσαν πληρούντων τύχην ἁπάσαις ψήφοις τὴν βασιλείαν αὐτῷ [*](Malal. 367 Theophan. 103 Ioh. Nikiu c. 87) παρασχομένων, γνώμῃ Πουλχερίας: ἣν καὶ ἐσῳκίσατο μὲν ὡς βασιλίδα, οὐ μὴν ἔγνω, ἀείπαιδος ἐκείνης μέχρι γήρως μεινάσης. Γέγονε δὲ ταῦτα οὔπω Οὐαλεντινιανοῦτοῦ τῆς Ῥώμης αὐτοκράτορος τὴν ψῆφον ἐπικυρώσαντος: ὅμως δ̓ οὖν διὰ τὴν ἀρετὴν ἐπιψηφίσαντος, ἐβούλετο ὁ Μαρκιανὸς καὶ τῷ θεῷ κοινὸν παρὰ πάντων σέβας προσάγεσθαι, τῶν διὰ τὴν ἀσέβειαν συγχυθεισῶν γλωσσῶν αὖθις εὐσεβῶς ἑνουμένων, καὶ διὰ μιᾶς καὶ τῆσαὐτῆς δοξολογίας τὸ θεῖον γεραίρεσθαι.

Προσίασι τοίνυν αὐτῷ ταῦτα βουλευομένῳ οἵ τε [*](Niceph. xv 2 Theophan. 105) Λέοντος τοῦ τῆς πρεσβυτέρας Ῥώμης ἐπισκόπου διακονούμενοι ταῖς ἀποκρίσεσι, φάσκοντες Διόσκορον ἀνὰ τὸ δεύτερον ἐν Ἐφέσῳ συνέδριον μὴ δέξασθαι τὸν Λέοντοστόμον, ὀρθοδοξίας ὅρον τυγχάνοντα, οἵ τε παῤ αὐτοῦ Διοσκόρου καθυβρισθέντες τὰ κατὰ σφᾶς ἱκετεύοντες

39
συνοδικῶς κριθῆναι. Παρώτρυνε δὲ μάλιστα Εὐσέβιος ὁ τοῦ Δορυλαίου γεγονὼς πρόεδρος, φάσκων ἐπιβουλεύμασι Χρυσαφίου τοῦ Θεοδοσίου ὑπασπιστοῦ αὐτόν τε καὶ Φλαβιανὸν καθαιρεθῆναι, διότι χρυσίον τῷ Χρυσαφίῳ [*](Theophan. 98, 100) ζητοῦντι ὁ Φλαβιανὸς ἐπὶ τῇ οἰκείᾳ χειροτονίᾳ πρὸς ἐντροπὴν ἱερὰ πέπομφε σκεύη, καὶ ὅτι παραπλήσιος τὴν κακοδοξίαν Εὐτυχεῖ καθειστήκει ὁ Χρυσάφιος. Ἔλεγε δὲ τὸν Φλαβιανὸν καὶ δειλαίως ἀναιρεθῆναι πρὸς Διοσκόρου ὠθούμενόν τε καὶ λακτιζόμενον. Ἐξ ὧν ἡ ἐν Καλχηδόνι σύνοδος ἁλίζεται, ἀγγελιῶν τε καὶ ἀγγελιαφόρων πεμφθέντων καὶ τῶν ἑκασταχοῦ ἱερέων εὐσεβέσι γράμμασι κληθέντων, πρῶτα μὲν ἐν Νικαίᾳ — ὡς καὶ τὸν [*](Conc. vi 132) Ῥώμης πρόεδρον Λέοντα τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ἐπιγράψαι, πρὸς αὐτοὺς ἐπιστέλλοντα περὶ ὧν ἐς τὸν οἰκεῖον πέπομφε τόπον, Πασκασιανοῦ καὶ Λουκενσίου καὶ λοιπῶν — , ὕστερον δὲ ἐν Καλχηδόνι τῆς Βιθυνῶν χώρας. Καὶ Ζαχαρίας μὲν ἐμπαθῶς ὁ ῥήτωρ καὶ Νεστόριον [*](Zacharias iii 1 Rev. de l'hist. des relig. viii 570) ἐκ τῆς ὑπερορίας μετάπεμπτον γενέσθαι φησί: τὸ δέ γε μὴ ταῦθ̓ οὕτως ἔχειν τεκμηριοῖ τὸ πανταχοῦ τῆς συνόδου τὸν Νεστόριον ἀνατεθεματίσθαι. Δηλοῖ δὲ εὖ μάλα καὶ Εὐστάθιος ὁ τῆς Βηρυτῶν ἐπίσκοπος, γράφων πρὸς Ἰωάννην ἐπίσκοπον καὶ πρὸς Ἰωάννην ἕτερον πρεσβύτερον περὶ τῶν ἐν τῇ συνόδῳ κινηθέντων ἐπὶ λέξεως ὧδε: Ὑπαντήσαντες δὲ πάλιν οἱ ζητοῦντες Νεστορίου τὰ λείψανα τῆς συνόδου κατεβόων: Οἱ ἅγιοι διὰ τί ἀναθεματίζονται; ὡς ἀγανακτήσαντα τὸν βασιλέα τοῖς δορυφόροις ἐπιτρέψαι μακρὰν αὐτοὺς ἀπελάσαι. Πῶς οὖν ὁ Νεστόριος μετεκαλεῖτο τῶν ἐντεῦθεν μεταστάς, οὐκ ἔχω λέγειν.

Ἁλίζονται τοίνυν ἀνὰ τὸ ἱερὸν τέμενος Εὐφημίας [*](Niceph. xv 3)τῆς μάρτυρος, ὅπερ ἵδρυται μὲν ἐπὶ τῆς Καλχηδοναίων τοῦ Βιθυνῶν ἔθνους, ἀπῴκισται δὲ τοῦ Βοσπόρου σταδίοις οὐ πλείοσι δύο, ἔν τινι τῶν εὐφυῶν χωρίων ἠρέμα προσάντει: ὥστε τοὺς περιπάτους ἀνεπαισθήτους εἶναι

40
τοῖς ἐς τὸν νεὼν ἀπιοῦσι τῆς μάρτυρος, ἐξαπίνης τε μετεώρους εἶναι εἴσω τῶν ἀνακτόρων γενομένους: ὥστε τὰς ὄψεις ἐκχέοντας ἐκ περιωπῆς ἅπαντα θεωρεῖν, ὑπεστρωμένα πεδία ὁμαλῆ καὶ ὕπτια, τῇ πόᾳ χλοάζοντα ληΐοις τε κυμαινόμενα καὶ παντοδαπῶν δένδρων τῇ θέᾳὡραϊζόμενα, ὄρη τε λάσια ἐς ὕψος εὐπρεπῶς μετεωριζόμενά τε καὶ κυρτούμενα, ἄταρ καὶ πελάγη διάφορα, τὰ μὲν τῇ γαλήνῃ πορφυρούμενα καὶ ταῖς ἀκταῖς προσπαίζοντα ἡδύ τι καὶ ἥμερον ἔνθα νήνεμα τὰ χωρία καθεστᾶσι, τὰ δὲ παφλάζοντά τε καὶ τοῖς κύμασιν ἀγριαίνοντα,κάχληκάς τε καὶ φυκία καὶ τῶν ὀστρακοδέρμων τὰ κουφότερα μετὰ τῆς ἀντανακλάσεως τῶν κυμάτων αὐτῆς ἀνασειράζοντα. Ἀντικρὺ δὲ τῆς Κωνσταντίνου τὸ τέμενος, ὥστε καὶ τῇ θέᾳ τῆς τοσαύτης πόλεως τὸν νεὼν ὡραΐζεσθαι. Τρεῖς δ̓ ὑπερμεγέθεις οἶκοι τὸ τέμενος:εἷς μὲν ὑπαίθριος, ἐπιμήκει τῇ αὐλῇ καὶ κίοσι πάντοθεν κοσμούμενος, ἕτερός τ̓ αὖ μετὰ τοῦτον τό τε εὖρος τό τε μῆκος τούς τε κίονας μικροῦ παραπλήσιος, μόνῳ δὲ τῷ ἐπικειμένῳ ὀρόφῳ διαλλάττων: οὗ κατὰ τὴν βόρειον πλευρὰν πρὸς ἥλιον ἀνίσχοντα, οἶκος περιφερὴς ἐς θόλον,εὖ μάλα τεχνικῶς ἐξησκημένοις κίοσιν, ἴσοις τὴν ὕλην, ἴσοις τὰ μεγέθη καθεστῶσιν ἔνδοθεν κυκλούμενος. Ὑπὸ τούτοις ὑπερῷόν τι μετεωρίζεται ὑπὸ τὴν αὐτὴν ὀροφήν, ὡς ἂν κἀντεῦθεν ἐξῇ τοῖς βουλομένοις ἱκετεύειν τε τὴν μάρτυρα καὶ τοῖς τελουμένοις παρεῖναι. Εἴσω δὲ τοῦθόλου πρὸς τὰ ἑῷα εὐπρεπής ἐστι σηκός, ἔνθα τὰ πανάγια τῆς μάρτυρος ἀπόκειται λείψανα ἔν τινι σορῷ τῶν ἐπιμήκων — μακρὰν ἔνιοι καλοῦσιν — ἐξ ἀργύρου εὖ μάλα σοφῶς ἠσκημένῃ. [*](Simoc. viii 14) Καὶ ἃ μὲν ὑπὸ τῆς παναγίας ἐπί τισι χρόνοις θαυματουργεῖται,πᾶσι Χριστιανοῖς ἔκδηλα. Πολλάκις γὰρ ἢ τοῖς κατὰ καιρον τὴν αὐτὴν ἐπισκοποῦσι πόλιν ὄναρ ἐπιστᾶσα διακελεύεται ἢ τισι τῶν ἄλλως ἐς βίον ἐπισήμων, παραγινομένοις αὐτῇ κατὰ τὸ τέμενος τρυγᾶν.
41
Ὅπερ ἐπειδὰν τοῖς τε βασιλεῦσι τῷ τε ἀρχιερεῖ καὶ τῇ πόλει κατάδηλον ᾖ, φοιτῶσι κατὰ τὸν νεὼν οἵ τε τὰ σκῆπτρα οἵ τε τὰ ἱερὰ καὶ τὰς ἀρχὰς διέποντες ἅπας τε ὁ λοιπὸς ὅμιλος μετασχεῖν τῶν τελουμένων βουλόμενοι. Πάντων τε οὖν ὁρώντων ὁ τῆς Κωνσταντίνου πρόεδρος μετὰ τῶν ἀμφ̓ αὐτὸν ἱερέων εἴσω τῶν ἀνακτόρων χωρεῖ, ἔνθα τὸ λελεγμένον μοι πανάγιον ἀπόκειται σῶμα. Ἔστι δέ τι κλειθρίδιον μικρὸν κατὰ τὴν αὐτὴν σορὸν ἐν τῷ λαιῷ μέρει θύραις μικραῖς κατησφαλισμένον, ὅθεν σίδηρον ἐπιμήκη κατὰ τὰ πανάγια λείψανα σπόγγον περιαρτήσαντες ἐπαφιᾶσι, καὶ τὸν σπόγγον περιδονοῦντες ἐς ἑαυτοὺς τὸν σίδηρον ἀνέλκουσιν αἱμάτων πλήρη θρόμβων τε πολλῶν. Ὅπερ ἐπὰν ὁ λεὼς ἴδοι, εὐθέως προσεκύνησε τὸν θεὸν γεραίρων. Τοσαύτη δέ γε καθέστηκε τῶν ἐκφερομένων ἡ πληθύς, ὥστε καὶ τοὺς εὐσεβεῖς βασιλεῖς καὶ πάντας τοὺς ἁλιζομένους ἱερέας καὶ μὴν καὶ πάντα τὸν ἀθροιζόμενον λεὼν πλουσίως τῶν ἀναδιδομένων μεταλαμβάνειν, ἐκπέμπεσθαί τε καὶ ἀνὰ τὴν ὑφήλιον πᾶσαν τῶν πιστῶν τοῖς βουλομένοις, καὶ διὰ παντὸς τούς τε θρόμβους σώζεσθαι τό τε πανάγιον αἷμα, μηδαμῶς ἐς [*](21) ἑτέραν μεταχωροῦν ὄψιν. Ἅπερ θεοπρεπῶς τελεῖται, οὐ κατά τινα διωρισμένην περίοδον, ἀλλ̓ ὡς ἂν ἡ τοῦ προεδρεύοντος βιοτὴ καὶ ἡ τῶν τρόπων σεμνότης βούλεται. Φασὶ δ̓ οὖν ὅτε μὲν τῶν εὐσχημόνων τις κυβερνῴη καὶ ταῖς ἀρεταῖς ἐπίσημος, τοῦτο τὸ θαῦμα καὶ μάλα συχνῶς γίγνεσθαι: ὅτε δὲ τῶν οὐ τοιούτων, σπανίως τὰς τοιαύτας θεοσημείας προϊέναι. Λέξω δέ τι, ὅπερ οὐ χρόνος, οὐ καιρὸς διατέμνει, οὐδὲ μὴν πιστοῖς τε καὶ ἀπίστοις διακέκριται, πᾶσι δὲ ἐξ ἴσης ἀνεῖται: ὅταν ὧδε τοῦ χώρου τις γένηται ἔνθα ἡ τιμία σορὸς ἐν ᾗ τὰ πανάγια λείψανα, ὀδμῆς εὐώδους ἐμπίπλαται πάσης συνήθους ἀνθρώποις ὑπερτέρας. Οὐδὲ γὰρ τῇ ἐκ λειμώνων ἀθροιζομένῃ παρέοικεν, οὐδέ γε τῇ ἔκ τινος τῶν εὐωδεστάτων ἀναπεμπομένῃ, οὐδὲ οἵαν μυρέψης ἐργάσαιτο: ξένη δέ τις καὶ
42
ὑπερφυὴς ἐξ αὐτῆς παριστᾶσα τῶν ἀναδιδόντων τὴν δύναμιν.