Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Εὐσεβίῳ τῷ Παμφίλου — ἀνὴρ δὲ ἐς τὰ μάλιστα λόγιος ὁ Παμφίλου τά τε ἄλλα καὶ ὥστε πείθειν οἷός τε εἶναι τοὺς ἐντυγχάνοντας θρησκεύειν τὰ ἡμέτερα, εἰ καὶ μὴ λίαν ἀκριβεῖς οἶδε ποιεῖν — Εὐσεβίῳ τε οὖν τῷ Παμφίλου, Σωζομενῷ τε καὶ Θεοδωρήτῳ καὶ Σωκράτει ἄριστα πάντων πεπόνηται ἥ τε εἰς ἡμᾶς ἄφιξις τοῦ φιλανθρώπου θεοῦ, ἥ τε εἰς οὐρανοὺς ἀνάβασις, ὅσα τε τοῖς θεσπεσίοις ἀποστόλοις ἀτὰρ καὶ μάρτυσι διαθλεύουσι κατώρθωτο, ἢ εἴ τι καὶ τοῖς ἄλλοις, ἀξιόλογον ἡμῖν ἢ καὶ τηνάλλως ἔχον, πέπρακται, μέχρι τινὸς τῆς Θεοδοσίου βασιλείας. Ἐπειδὴ δὲ τὰ ἑξῆς οὐ πολὺ τούτων ἀποδέοντα οὐδενός που καθ̓ εἱρμὸν τετύχηκε λόγου, ἔδοξέ μοι, εἰ καὶ μὴ δεινὸς ἐγὼ τὰ τοιαῦτα, τὸν ὑπὲρ τούτων ἀνελέσθαι πόνον συγγραφήν τε ταῦτα ποιήσασθαι, εὖ μάλα πιστεύσαντι τῷ καὶ ἁλιέας σοφίσαντι καὶ γλῶσσαν ἄλογον εἰς ἔναρθρον εὐφωνίαν κινήσαντι, ἀναστῆσαί τε τὰς ἤδη τῇ λήθῃ τεθνηκυίας πράξεις, ψυχῶσαί τε τῷ λόγῳ καὶ ἀπαθανατίσαι τῇ μνήμῃ, ὡς ἂν ἔχοιεν τῶν ἐντυγχανόντων ἕκαστος μέχρις ἡμῶν εἰδέναι τί τε καὶ ὅτε, καὶ ὅποι καὶ ὅπως,

6
καὶ πρὸς οὓς καὶ παῤ ὧν ἐγένοντο, καὶ μηδὲν τῶν μνήμης ἀξίων διαλάθοι ὑπὸ τῇ ἀνειμένῃ καὶ ἐκλύτῳ ῥαθυμίᾳ καὶ τῇ ταύτης ἀγχιθύρῳ λήθῃ κρυπτόμενον. Ἄρξομαι δέ, τῆς θείας ἡγουμένης ῥοπῆς, ὅθεν οἱ λελεγμένοι μοι τὴν ἱστορίαν ἀπέλιπον.