Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Εὐσεβίῳ τῷ Παμφίλου — ἀνὴρ δὲ ἐς τὰ μάλιστα λόγιος ὁ Παμφίλου τά τε ἄλλα καὶ ὥστε πείθειν οἷός τε εἶναι τοὺς ἐντυγχάνοντας θρησκεύειν τὰ ἡμέτερα, εἰ καὶ μὴ λίαν ἀκριβεῖς οἶδε ποιεῖν — Εὐσεβίῳ τε οὖν τῷ Παμφίλου, Σωζομενῷ τε καὶ Θεοδωρήτῳ καὶ Σωκράτει ἄριστα πάντων πεπόνηται ἥ τε εἰς ἡμᾶς ἄφιξις τοῦ φιλανθρώπου θεοῦ, ἥ τε εἰς οὐρανοὺς ἀνάβασις, ὅσα τε τοῖς θεσπεσίοις ἀποστόλοις ἀτὰρ καὶ μάρτυσι διαθλεύουσι κατώρθωτο, ἢ εἴ τι καὶ τοῖς ἄλλοις, ἀξιόλογον ἡμῖν ἢ καὶ τηνάλλως ἔχον, πέπρακται, μέχρι τινὸς τῆς Θεοδοσίου βασιλείας. Ἐπειδὴ δὲ τὰ ἑξῆς οὐ πολὺ τούτων ἀποδέοντα οὐδενός που καθ̓ εἱρμὸν τετύχηκε λόγου, ἔδοξέ μοι, εἰ καὶ μὴ δεινὸς ἐγὼ τὰ τοιαῦτα, τὸν ὑπὲρ τούτων ἀνελέσθαι πόνον συγγραφήν τε ταῦτα ποιήσασθαι, εὖ μάλα πιστεύσαντι τῷ καὶ ἁλιέας σοφίσαντι καὶ γλῶσσαν ἄλογον εἰς ἔναρθρον εὐφωνίαν κινήσαντι, ἀναστῆσαί τε τὰς ἤδη τῇ λήθῃ τεθνηκυίας πράξεις, ψυχῶσαί τε τῷ λόγῳ καὶ ἀπαθανατίσαι τῇ μνήμῃ, ὡς ἂν ἔχοιεν τῶν ἐντυγχανόντων ἕκαστος μέχρις ἡμῶν εἰδέναι τί τε καὶ ὅτε, καὶ ὅποι καὶ ὅπως,

6
καὶ πρὸς οὓς καὶ παῤ ὧν ἐγένοντο, καὶ μηδὲν τῶν μνήμης ἀξίων διαλάθοι ὑπὸ τῇ ἀνειμένῃ καὶ ἐκλύτῳ ῥαθυμίᾳ καὶ τῇ ταύτης ἀγχιθύρῳ λήθῃ κρυπτόμενον. Ἄρξομαι δέ, τῆς θείας ἡγουμένης ῥοπῆς, ὅθεν οἱ λελεγμένοι μοι τὴν ἱστορίαν ἀπέλιπον.

Ἄρτι τῆς Ἰουλιανοῦ δυσσεβείας τοῖς τῶν μαρτύρων αἵμασι κατακλυσθείσης καὶ τῆς Ἀρείου μανίας συνδεθείσης ταῖς ἐν Νικαίᾳ χαλκευθείσαις πέδαις, Εὐνομίου τε αὖ καὶ Μακεδονίου ὑπὸ τοῦ παναγίου πνεύματος κατὰ τὸν Βόσπορον ἐκβρασθέντων καὶ πρὸς τῇ Κωνσταντίνου ἱερᾷ θραυσθέντωνπόλει, ἤδη τε τῆς ἁγίας ἐκκλησίας τὸν πρόσφατον ἀποθεμένης ῥύπον καὶ πρὸς τὴν ἀρχαίαν ἐπαναγομένης εὐπρέπειαν, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένης καὶ πεποικιλμένης τῷ τε ἐραστῇ νυμφίῳ συναρμοζομένης, οὐκ ἐνεγκὼν ὁ μισόκαλος δαίμων ξένον τινὰ καὶ ἀλλόκοτον ἡμῖνἐπανίστησι πόλεμον, τήν τε πεπατημένην εἰδωλολατρίαν περιφρονήσας καὶ τὴν δουλικὴν Ἀρείου μανίαν παραγκωνισάμενος. Καὶ προσβαλεῖν μὲν ὡς ἐχθρὸς τῇ πίστει δέδοικεν ὑπὸ τοσούτων ἁγίων πατέρων πυργωθείσῃ καὶ τὰ πολλὰ τῆς δυνάμεως ἐν τῇ ταύτης πολιορκίᾳ παρῃρημένος,λῃστρικῶς δὲ τὸ πρᾶγμα μέτεισι πεύσεις τινὰς ἀποκρίσεις τε αὖ μηχανώμενος, πρὸς Ἰουδαϊσμὸν καινοπρεπῶς ἐπανάγων τὸν πλανώμενον, οὐ συνιεὶς καὶ τὴν ἐντεῦθεν ἧτταν ὁ δείλαιος — ὃ γὰρ πρότερον μόνον ἀντίπαλον εἶχε, νῦν τέθηπέ τε καὶ περιπτύσσεται — , καὶ οὐκ εἰ τοῦ παντὸσἐξώσει γε φρυαττόμενος, ἀλλ̓ εἰ καὶ λέξιν τινὰ παραχαράττειν οἶός τε γένοιτο: πολλάκις δὲ τῇ ἑαυτοῦ ἰλυσπώμενος κακίᾳ, καὶ γράμματος ἐναλλαγὴν ἐτέχνασε πρὸς μὲν τὴν αὐτὴν ἕλκοντος διάνοιαν, ὅπως δὲ τὴν γνώμην τῆς γλώσσης ἀπομερίσῃ, ἵνα μὴ τὴν αὐτὴν ὁμολογίαν τε καὶδοξολογίαν ὁμοφώνως ἄμφω τῷ θεῷ προσάγοιεν. Ὅπως δὲ τούτων ἕκαστον ἐπράχθη καὶ ὅποι τετελεύτηκεν, ἐν τοῖς ἰδίοις παραθήσομαι καιροῖς, παρυφαίνων εἴ τι καὶ ἄλλο πάρεργον μὲν ἱστορίας δὲ ἄξιον ἐξευρεῖν δυνηθείην, τὴν ἱστορίαν ἀποτιθέμενος ἔνθα τῷ φιλανθρώπῳ παρασταίη θεῷ.

7

Ἐπειδή γε Νεστόριος, ἡ θεομάχος γλῶσσα, τὸ Καϊάφα δεύτερον συνέδριον, τὸ τῆς βλασφημίας ἐργαστήριον, ἐν ᾧ πάλιν Χριστὸς συμφωνεῖταί τε καὶ πιπράσκεται, τὰς φύσεις διαιρούμενός τε καὶ σπαραττόμενος, ὁ μηδὲ ἐν αὐτῷ τῷ σταυρῷ ὀστοῦν ὅλως συντριβεὶς κατὰ τὸ [*](Joh. xix 36) γεγραμμένον, ἢ τὸν ὑφαντὸν διόλου χιτῶνα παρὰ τῶν [*](Joh. xix 23) θεοκτόνων περιρραγείς, τὴν μὲν θεοτόκος φωνὴν ὑπὸ τοῦ παναγίου πνεύματος ἤδη χαλκευθεῖσαν διὰ πολλῶν ἐγκρίτων πατέρων ἐξώθησέ τε καὶ ἀπεβάλετο, τὴν δὲ χριστοτόκος παραχαράξας ἀντεχάλκευσέ τε καὶ ἀνετύπωσε, μυρίων τε αὖ πολέμων τὴν ἐκκλησίαν ἐνέπλησεν αἵμασιν ἐμφυλίοις ταύτην ἐπικλύσας, δοκῶ μὴ ἀπορήσειν πρὸς εὔλογον διασκευὴν τῆς ἱστορίας καὶ τῆς ταύτης τελευτῆς καταντήσειν, εἴ γε προοιμιασθείη, Χριστοῦ τοῦ ἐπὶ πάντων συνεργοῦντος θεοῦ, ἐκ τῆς Νεστορίου τοῦ δυσσεβοῦς βλασφημίας. Ἤρξατο δὲ ὁ τῶν ἐκκλησιῶν πόλεμος ἐνθένδε. Ἀναστάσιός τις πρεσβύτερος τὴν γνώμην κακόδοξος [*](Niceph. xiv 32 Socr. vii 32 Theophan. 88) Νεστορίου καὶ τῶν Νεστορίου Ἰουδαϊκῶν δογμάτων διάπυρος ἐραστής, ὃς καὶ συνέκδημός οἱ γέγονε πρὸς τὴν [*](21) ἐπισκοπὴν ἀπαίροντι, ὅτε καὶ Θεοδώρῳ κατὰ τὴν Μοψουεστίαν συντυχὼν ὁ Νεστόριος τῆς εὐσεβείας παρετράπη τῶν ἐκείνου διδαγμάτων ἀκροασάμενος, ὡς Θεοδούλῳ περὶ τούτων ἐπιστολικῶς γέγραπται, τὰς διαλέξεις τῷ φιλοχρίστῳ λεῲ ποιούμενος ἀνὰ τὴν ἐκκλησίαν Κωνσταντινουπόλεως ἀναφανδὸν ἐτόλμησεν εἰπεῖν: Θεοτόκον τὴν Μαρίαν καλείτω μηδείς. Μαρία γὰρ ἄνθρωπος ἦν: ὑπὸ ἀνθρώπου δὲ θεὸν τεχθῆναι ἀδύνατον. Πρὸς τούτοις τοῦ φιλοχρίστου λεὼ δυσχεράναντος καὶ βλασφημίαν εἰκότως ἡγουμένου τὴν διάλεξιν, Νεστόριος ὁ τῆς βλασφημίας καθηγητὴς οὐ μόνον οὐ διεκώλυεν οὐδὲ τοῖς ὀρθοῖς προσετίθετο δόγμασιν, ἀλλὰ καὶ μάλα ἀτεχνῶς τοῖς εἰρημένοις Ἀναστασίῳ τὴν ῥοπὴν ἐδίδου φιλονεικότερον ἐν τοῖς περὶ τούτων ἐνιστάμενος. Καί που καὶ ἰδίας

8
παρεντιθείς τε καὶ παρεγγράφων δόξας καὶ τὸν τῆς ψυχῆς ἰὸν ἀπερευγόμενος, βλασφημότερα διδάσκειν ἐπειρᾶτο, ὥστε κατὰ τῆς ἰδίας κεφαλῆς ἐπιφθέγγεσθαι: Τὸν γενόμενον [*](Socr. vii 34 Theophan. 90 Conc. iv 1124) διμηναῖον ἢ τριμηναῖον οὐκ ἂν θεὸν ὀνομάσαιμι, ὡς τὰ περὶ τούτου Σωκράτει τε καὶ τῇ ἐν Ἐφέσῳ προτέρᾳσυνόδῳ σαφῶς ἱστόρηται.

Ὧν ἐπειδὴ Κύριλλος, ὁ τῆς ἀοιδίμου μνήμης ἐπίσκοπος [*](Conc. iv 884) τῆς Ἀλεξανδρέων, δἰ οἰκείων ἐπελαμβάνετο συλλαβῶν, Νεστόριός τε αὖ τούτοις ἀντέπιπτε, καὶ οὐδὲ τοῖς Κυρίλλῳ οὐδὲ τοῖς Κελεστίνῳ τῷ τῆς πρεσβυτέρας Ῥώμησἐπισκόπῳ γραφεῖσιν ἐπείθετο, τὸν δὲ ἴδιον ἔμετον κατὰ πάσης ἐξέχεε τῆς ἐκκλησίας μηδὲν εὐλαβούμενος, εἰκότως ἐδέησε νεύμασι τοῦ νέου Θεοδοσίου τὰ σκῆπτρα τῆς ἑῴας διέποντος τὴν ἐν Ἐφέσῳ πρώτην σύνοδον ἁλισθῆναι, [*](Conc. iv 1112 Niceph. xiv 34) γραμμάτων βασιλικῶν γενομένων πρός τε Κύριλλον καὶτοὺς ἁπανταχῆ τῶν ἁγίων ἐκκλησιῶν προεστηκότας: ὃς κυρίαν τῆς συνελεύσεως ἀπέφηνε τὴν ἁγίαν Πεντηκοστὴν ἡμέραν, ἐν ᾗ τὸ ζωοποιὸν ἡμῖν ἐπεφοίτησε πνεῦμα. Καὶ Νεστόριος μὲν οὐ μακρὰν τῆς Ἐφέσου διεστώσης τῆς Κωνσταντίνου φθάνει πάντας. Καὶ Κύριλλος δὲ καὶοἱ ἀμφ̓ αὐτὸν πρὸ τῆς ἐπαγγελθείσης ἡμέρας ἀπηντήκασιν. Ἰωάννης δὲ ὁ τῆς Ἀντιοχέων πρόεδρος σὺν τοῖς ἀμφ̓ αὐτὸν ἀπελείφθη τῆς ὁρισθείσης ἡμέρας, οὔτι ἑκών, ὡς πολλοῖς ἀπολογουμένοις δοκεῖ, ἀλλ̓ ὅτι μὴ ἀγεῖραι τάχιστα τοὺς [*](Conc. iv 1272 Liberat. v) ἀμφ̓ αὐτὸν ἠδυνήθη, διϊσταμένων τῶν αὐτῶν πόλεων τῆσπάλαι μὲν Ἀντιόχου, νυνὶ δὲ θεοῦ προσαγορευομένης πόλεως, ὁδὸν ἀνδρὶ εὐζώνῳ ἡμερῶν δυοκαίδεκα, τισὶ δὲ καὶ πλέον, διεστώσης δὲ καὶ τῆς Ἐφεσίων ἐκ τῆς Ἀντιόχου ὁδὸν ἡμερῶν μάλιστα τριάκοντα, ἐνισχυριζόμενος μή ποτε ἂν αὐτὸν φθῆναι τὴν κυρίαν, εἰ τὴν καλουμένην νέανκυριακὴν οἱ ἀμφ̓ αὐτὸν ἀνὰ τοὺς οἰκείους ἐπετέλεσαν θρόνους.

Ὡς οὖν ἡ κυρία παρῴχηκεν ἡμέρας πεντεκαίδεκα,

9
οἱ ἐπὶ τούτῳ συναθροισθέντες, ὡς οὐ φθησομένων τῶν [*](Niceph. xiv 34) ἀνατολικῶν, ἢ εἰ καὶ φθαῖεν, μετὰ πολλοῦ χρόνου τριβήν, συναλίζονται, Κυρίλλου τοῦ θεσπεσίου διέποντος καὶ τὸν Κελεστίνου τόπον τὴν ἐπισκοπήν, ὡς εἴρηται, τῆς πρεσβυτέρας Ῥώμης πρυτανεύοντος. Καλοῦσι δ̓ οὖν τὸν Νεστόριον, προτρέποντες τοῖς ἐπαγομένοις ἀπολογήσασθαι. Καὶ δῆτα κατὰ τὴν προτεραίαν ὑποσχόμενος ἀφικνεῖσθαι εἴπερ δεήσοι, καὶ τῶν ὑποσχεθέντων κατολιγωρήσας, καὶ τρὶς κληθεὶς ἐπειδὴ μὴ ἀπήντηκε, τῆς ζητήσεως οἱ συνελθόντες ἀντελαμβάνοντο. Καὶ Μέμνονος τοῦ τῆς Ἐφεσίων προέδρου τὴν διέλευσιν τῶν ἡμερῶν τῶν μετὰ τὴν κυρίαν διελθόντος — ἐτύγχανον δὲ ἑξκαίδεκα τὸν ἀριθμὸν οὖσαι — καὶ τῶν ἐπιστολῶν ἀνεγνωσμένων Κυρίλλου τοῦ θεσπεσίου τῶν πρὸς Νεστόριον εἰργασμένων αὐτῷ, καὶ πρός γε τῶν Νεστορίου πρὸς αὐτὸν Κύριλλον, ἐγγραφείσης δὲ καὶ τῆς ἱερᾶς ἐκείνης ἐπιστολῆς Κελεστίνου τοῦ πάνυ, τῆς πρὸς αὐτὸν Νεστόριον γενομένης, εἰπόντων τε αὖ Θεοδότου ἐπισκόπου Ἀγκύρας Ἀκακίου τε τὸν Μελιτινῆς θρόνον διέποντος καὶ ἅπερ κατὰ τὴν Ἐφεσίων ἀναφανδὸν βλασφημίας ἀπ̔??ʼρεύξατο ῥήματα ὁ Νεστόριος, συνυφανθεισῶν δὲ καὶ πολλῶν ῥήσεων ἁγίων καὶ ἐγκρίτων πατέρων τὴν ὀρθὴν καὶ ἀμώμητον ἐκθεμένων πίστιν, ἐνταγέντων γε μὴν καὶ διαφόρων ἐκφρόνως βλασφημηθέντων παρὰ τοῦ δυσσεβοῦς Νεστορίου, ἡ ἁγία σύνοδος πρὸς λέξιν ἀπεφήνατο ταῦτα: Πρὸς τοῖς ἄλλοις μήτε ὑπακοῦσαι βουληθέντος τοῦ [*](Conc. iv 1212) τιμιωτάτου Νεστορίου τῇ ἡμῶν κλήσει, μήτε μὴν τοὺς παῤ ἡμῶν ἀποσταλέντας ἁγιωτάτους καὶ θεοσεβεστάτους ἐπισκόπους προσδεξαμένου, ἀναγκαίως ἐχωρήσαμεν ἐπὶ τὴν ἐξέτασιν τῶν δυσσεβηθέντων αὐτῷ: καὶ φωράσαντες αὐτὸν ἔκ τε τῶν ἐπιστολῶν αὐτοῦ καὶ τῶν συγγραμμάτων τῶν καὶ ἀναγνωσθέντων, καὶ ἐκ τῶν ἀρτίως παῤ
10
αὐτοῦ ῥηθέντων κατὰ τήνδε τὴν μητρόπολιν καὶ προσμαρτυρηθέντων, δυσσεβῶς φρονοῦντα καὶ κηρύττοντα, ἀναγκαίως κατεπειχθέντες ἀπό τε τῶν κανόνων καὶ ἐκ τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου πατρὸς ἡμῶν καὶ συλλειτουργοῦ Κελεστίνου τοῦ ἐπισκόπου τῆς Ῥωμαίων ἐκκλησίας,δακρύσαντες πολλάκις, ἐπὶ ταύτην τὴν σκυθρωπὸν ἐχωρήσαμεν ἀπόφασιν. Ὁ βλασφημηθεὶς τοίνυν παῤ αὐτοῦ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὥρισε διὰ τῆς παρούσης ἁγίας συνόδου, ἀλλότριον εἶναι τὸν αὐτὸν Νεστόριον τοῦ τε ἐπισκοπικοῦ ἀξιώματος καὶ παντὸσσυλλόγου ἱερατικοῦ.