Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Παύλου τε τοῦ Ἐμεσηνῶν ἐπισκόπου πρὸς τὴν[*](Niceph. xiv 35 Conc. v 296) Ἀλεξάνδρου πόλιν γενομένου, ἐπί τε τῆς ἐκκλησίας τὸν περὶ τούτου φερόμενον λόγον ὁμιλήσαντος, ὁπηνίκα καὶ [*](Conc. v 301, vi 665) Κύριλλος τὴν ἐπιστολὴν Ἰωάννου εὖ μάλα ἐπαινέσας ἐπὶ ῥήματος γέγραφε ταῦτα:

11
Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ: [*](Ps. xcv 11) λέλυται γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ πέπαυται [*](Ephes. ii 14) τὸ λυποῦν, καὶ διχονοίας ἁπάσης ἀνῄρηται τρόπος, τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ ταῖς αὐτοῦ ἐκκλησίαις τὴν εἰρήνην βραβεύσαντος, κεκληκότων δὲ πρὸς τοῦτο ἡμᾶς καὶ τῶν εὐσεβεστάτων καὶ θεοφιλεστάτων βασιλέων, οἳ προγονικῆς εὐσεβείας ἄριστοι ζηλωταὶ γεγονότες ἀσφαλῆ μὲν καὶ ἀκατάσειστον ἐν ἰδίαις ψυχαῖς τὴν ὀρθὴν φυλάττουσι πίστιν, ἐξαίρετον δὲ ποιοῦνται φροντίδα τὴν ὑπὲρ τῶν ἁγίων ἐκκλησιῶν, ἵνα καὶ διαβόητον ἔχωσιν εἰς αἰῶνα τὴν δόξαν καὶ εὐκλεεστάτην ἀποφήνωσι τὴν ἑαυτῶν βασιλείαν: οἷς καὶ αὐτὸς ὁ τῶν δυνάμεων Κύριος πλουσίᾳ χειρὶ διανέμει τὰ ἀγαθά, καὶ δίδωσι μὲν κατακρατεῖν τῶν ἀνθεστηκότων, χαρίζεται δὲ τὸ νικᾶν. Οὐ γὰρ ἂν διαψεύσαιτο ὁ λέγων: Ζῶ ἐγώ, λέγει Κύριος, ὅτι τοὺς δοξάζοντάς με [*](1 Reg. ii 30) δοξάσω. Ἀφικομένου τοίνυν εἰς τὴν Ἀλεξάνδρειαν τοῦ κυρίου μου τοῦ θεοσεβεστάτου ἀδελφοῦ καὶ συλλειτουργοῦ Παύλου, θυμηδίας ἐμπεπλήσμεθα, καὶ σφόδρα εἰκότως, ὡς ἀνδρὸς τοιούτου μεσιτεύοντος καὶ τοῖς ὑπὲρ δύναμιν πόνοις ἑλομένου προσομιλεῖν, ἵνα τὸν τοῦ διαβόλου νικήσῃ φθόνον καὶ συνάψῃ τὰ διῃρημένα, καὶ τὰ μεταξὺ σκάνδαλα περιελὼν ὁμονοίᾳ καὶ εἰρήνῃ στεφανώσῃ τάς τε παῤ ἡμῖν καὶ παῤ ὑμῖν ἐκκλησίας. Καὶ μεθ̓ ἕτερα: Ὅτι δὲ περιττὴ παντελῶς καὶ οὐκ εὐάφορμος τῆς ἐκκλησίας ἡ διχοστασία γέγονε, νυνὶ μάλιστα πεπληροφορήμεθα, τοῦ κυρίου μου τοῦ θεοσεβεστάτου Παύλου τοῦ ἐπισκόπου χάρτην προκομίσαντος ἀδιάβλητον ἔχοντα τῆς πίστεως τὴν ὁμολογίαν, καὶ ταύτην συντετάχθαι διαβεβαιωσαμένου
12
παρά τε τῆς σῆς ὁσιότητος καὶ τῶν αὐτόθι θεοσεβεστάτων ἐπισκόπων. Ἔχει δὲ οὕτως ἡ συγγραφή, καὶ αὐταῖς λέξεσιν ἐντέθειται τῇδε τῇ ἐπιστολῇ: Περὶ δὲ τῆς θεοτόκου, καὶ τὰ ἑξῆς. Ταύταις ὑμῶν ἐντυχόντες ταῖς ἱεραῖς φωναῖς οὕτω τε καὶ ἑαυτοὺς φρονοῦντας εὑρίσκοντες[*](Eph. iv 5) — εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα — , ἐδοξάσαμεν τὸν τῶν ὅλων δεσπότην θεόν, ἀλλήλοις συγχαίροντες, ὅτι ταῖς θεοπνεύστοις γραφαῖς καὶ παραδόσει τῶν ἁγίων ἡμῶν πατέρων συμβαίνουσαν ἔχουσι πίστιν αἵ τε παῤ ὑμῖν καὶ αἱ παῤ ἡμῖν ἐκκλησίαι.Ταῦτα μὲν οὖν ἔστιν ἑλεῖν τὸν φιλοπόνως τοῖς τὸ τηνικαῦτα γεγονόσιν ἐπιστῆσαι βουλόμενον.

Ὅπως δὲ ὁ Νεστόριος ἐξηλάθη, ἢ τί μετὰ ταῦτα [*](Niceph. xiv 36 Conc. v 256) γέγονεν ἐπ̓ αὐτῷ, ἢ ὅπως τὸν τῇδε κατέστρεψε βίον, καὶ ὧν ἔτυχεν ἀμοιβῶν τῆς βλασφημίας ἕνεκα, οὐ δεδήλωταιτοῖς ἱστορήσασιν: ἃ καὶ διέπεσεν ἄν, καὶ τέλεον διερρύη τε καὶ κατεπόθη τῷ χρόνῳ μηδὲ ψιλῶς ἀκουόμενα, εἰ μὴ Νεστορίου βίβλῳ περιέτυχον τὴν περὶ τούτων ἱστορίαν παρεχομένῃ. Αὐτὸς τοίνυν ὁ τῆς βλασφημίας πατὴρ Νεστόριος, ὁμὴ κατὰ τοῦ τεθέντος θεμελίου τὴν οἰκοδομίαν ποιησάμενος [*](Matth. vii 26) ἀλλ̓ ἐπὶ τῆς ψάμμου κτίσας, ἢ καὶ ταχέως διελύθη κατὰ τὴν τοῦ Κυρίου παραβολήν, πρὸς τοὺς ἐγκαλέσαντάς οἱ μὴ κατὰ τὸ δέον τι καινουργῆσαι, μηδὲ μὴν καλῶς αἰτῆσαι τὴν ἐν Ἐφέσῳ σύνοδον ἁλισθῆναι,γράφει, πρὸς ἄλλοις οἷς ἐβουλήθη, ὑπὲρ τῆς ἰδίας βλασφημίας ἀπολογούμενος, ὡς ἐκ πάσης ἀνάγκης εἰς τοῦτο τάξεως ἐλήλυθεν ἀποκριθείσης τῆς ἁγίας ἐκκλησίας, καὶ τῶν μὲν λεγόντων ἀνθρωποτόκον δεῖν τὴν Μαρίαν ὀνομάζεσθαι, τῶν δὲ θεοτόκον: ἵνα γέ φησι μὴ δυοῖν θάτερονἁμαρτάνοιτο, ἢ ἀθάνατα συμπλεκομένων, ἢ προσχωροῦντος

13
αὐτῷ θἀτέρου τῶν μερῶν τοῦ ἑτέρου στερηθείη, τὴν χριστοτόκος ἐπενόησε φωνήν. Ἐπισημαίνεταί τε ὡς τὰ μὲν πρῶτα Θεοδόσιος τῇ πρὸς αὐτὸν προσπαθείᾳ τὴν ἐπ̓ αὐτῷ γενομένην ἀποβολὴν οὐκ ἐκύρωσεν: εἶτα ὅτι τινῶν ἐπισκόπων ἔνθεν τε κἀκεῖθεν πεμφθέντων πρὸς Θεοδόσιον ἐκ τῆς Ἐφεσίων [*](Conc. v 792) πόλεως, αὐτοῦ τε αὖ δεηθέντος, ἐπετράπη κατὰ τὸ οἰκεῖον ἐπαναζεῦξαι μοναστήριον, ὃ πρὸ τῶν πυλῶν τῆς νῦν Θεουπολιτῶν διάκειται καὶ Νεστορίῳ μὲν ἐπὶ λέξεως οὐκ ὠνόμασται: φασὶ δὲ νῦν τὸ Εὐπρεπίου προσαγορεύεσθαι, ὅπερ ἴσμεν ταῖς ἀληθείαις πρὸ τῆς Θεουπολιτῶν διακείμενον, σταδίοις διεστηκὸς οὐ πλείοσι δύο. Φησὶ γοῦν αὐτὸς ὁ Νεστόριος ὡς τετραετῆ χρόνον αὐτόθι διατρίψας παντοίας ἔτυχε τιμῆς καὶ παντοίων γερῶν ἀπέλαυσε, καὶ ὡς αὖθις Θεοδοσίου θεσπίσαντος ἀνὰ τὴν καλουμένην Ὄασιν φυγαδεύεται. Τὸ δέ γε καίριον ἀπεκρύψατο. Οὐδὲ γὰρ ἐνθαδὶ ὢν τῆς οἰκείας βλασφημίας [*](Theophan. 91 Zonar. iii 240 Socr. vii 34) ἠρέμησεν, ὡς καὶ Ἰωάννην τὸν τῆς Ἀντιόχου πρόεδρον ταῦτα μηνύσαι, ἀειφυγίᾳ τε τὸν Νεστόριον καταδικασθῆναι Γράφει δὲ καὶ διαλεκτικῶς ἕτερον λόγον πρός τινα δῆθεν Αἰγύπτιον συγκείμενον περὶ τῆς αὐτοῦ εἰς Ὄασιν ἐξορίας, ἔνθα τὰ περὶ τούτων πλατύτερον λέγει. Ὦν δὲ τετύχηκε διὰ τὰς παῤ αὐτοῦ κυηθείσας βλασφημίας τὸν πανόπτην μὴ λαθὼν ὀφθαλμόν, ἐξ ἑτέρων γραμμάτων [*](26) ἔστιν ἑλεῖν, γενομένων αὐτῷ πρὸς τὸν τῆς Θηβαίων ἡγούμενον. Ἐν ἐκείνοις γὰρ ἔστιν εὑρεῖν ὡς ἐπειδὴ μὴ τῆς δεούσης ἔτυχεν ἐπεξελεύσεως, ἡ τοῦ θεοῦ κρίσις αὐτὸν ἐκδεξαμένη αἰχμαλωσίᾳ τῇ πάντων ἐλεεινοτάτῃ συμφορᾷ περιβάλλει. Ἐπειδὴ γοῦν μειζόνων ἐδεῖτο ποινῶν, ἀφείθη μὲν ἐκ τῶν Βλεμμύων, παῤ ὧν καὶ δορυάλωτος ἔτυχε γεγονώς, θεσπίσμασι δὲ Θεοδοσίου τὴν ἐπάνοδον ἐγνωκότος, τόπους ἐκ τόπων πρὸς ταῖς ἐσχατιαῖς τῆς
14
Θηβαίων ἀμείβων, τῇ τε γῇ προσρηγνύμενος ἀξίως τῆς [*](Cedren. i 595) οἰκείας βιοτῆς τὸν τῇδε βίον ἀπέθετο: δεύτερος Ἄρειος, διὰ τῆς καταστροφῆς διηγούμενός τε καὶ νομοθετῶν ποῖα τὰ ἐπίχειρα καθεστᾶσι τῆς εἰς Χριστὸν βλασφημίας. Ἄμφω γὰρ παραπλησίως εἰς αὐτὸν ἐβλασφημησάτην, ὁ μὲνκτίσμα καλῶν, ὁ δὲ ἄνθρωπον δοξάζων. Πρὸς ὃν ἥδιστα ἂν εἴποιμι, μεμφόμενον μὴ κατὰ τὸ δέον τὰ ἐν Ἐφέσῳ συντεθῆναι ὑπομνήματα, πανουργίᾳ δὲ καί τινι ἀθέσμῳ καινοτομίᾳ Κυρίλλου τεχνάζοντος, τί δή ποτε καὶ παρὰ Θεοδοσίου προσπάσχοντός οἱ ἐξηλάθη, καὶ οὐδεμιᾶς φειδοῦστετυχηκὼς τοσούτοις ἐξοστρακισμοῖς κατεκρίθη, καὶ οὕτω τὸν τῇδε κατέλυσε βίον: ἢ τί δή ποτε, εἰ μὴ θεία κρίσις ἐγεγόνει ἡ διὰ Κυρίλλου καὶ τῶν ἀμφ̓ αὐτὸν ἱερέων, ἀμφοτέρων αὐτῶν τοῖς ἀπελθοῦσι συναριθμηθέντων, ἡνίκα, [*](Thuc. ii 45) ὥς τινι τῶν θύραθε σοφῶν εἴρηται, τὸ μὴ ἐμποδὼνἀνανταγωνίστῳ εὐνοίᾳ τετίμηται, ὁ μὲν ὡς βλάσφημος καὶ θεομάχος κατακέκριται, ὁ δὲ ὡς μεγαλόφωνος κῆρυξ καὶ μέγας τῶν ὀρθῶν δογμάτων πρόμαχος ᾅδεταί τε καὶ κηρύσσεται; Ὡς ἂν τοίνυν μὴ ψεύδους γραφὴν ἀπενεγκώμεθα, φέρε, Νεστόριον αὐτὸν εἰς μέσον παραγάγωμεντὰ περὶ τούτων διδάσκοντα. Καί μοι τῆς σῆς ἐπιστολῆς ἀνάγνωθι αὐτοῖς ἔνια τοῖς ὀνόμασιν, ἥ σοι συντέθειται πρὸς τὸν τῆς Θηβαίων ἡγούμενον: Ἐκ τῶν πρώην περὶ τῆς ἁγιωτάτης θρησκείας ἐν Ἐφέσῳ κεκινημένων, Ὄασιν τὴν καὶ Ἴβιν ἐκ θεσπίσματοσβασιλικοῦ κατοικοῦμεν. Καί τινων ἐν μέσῳ λελεγμένων ἐπάγει: Ἐπειδὴ δὲ ἐκ βάθρων μὲν ἡ προειρημένη καὶ % βαρβαρικῆς [*](Rev. de l'hist. des relig. viii 559) αἰχμαλωσίας καὶ πυρὶ καὶ σφαγαῖς ἐκλελίκμηται, ἡμεῖς δὲ παρὰ τῶν βαρβάρων οἶκτον οὐκ οἶδ̓ ὅπωσἐξαίφνης ἐφ̓ ἡμῖν ἀναλαβόντων ἀπολελύμεθα, μετὰ τοῦ καὶ διαμαρτυρίαις ἡμᾶς ἀπειλητικαῖς καταπλῆξαι διὰ τάχους τὴν χώραν ἐκδραμεῖν, ὡς Μαζίκων αὐτὴν μετ̓ αὐτοὺς ἀμελλητὶ παραληψομένων, ἥκομεν ἐς τὴν Θηβαίων
15
μετὰ τῶν αἰχμαλώτων λειψάνων, οὓς ἡμῖν οἱ βάρβαροι κατ̓ οἶκτον προσήγαγον, τί βουλόμενοι, λέγειν οὐκ ἔχω. Οἱ μὲν οὖν πρὸς τὰς καταθυμίους ἑκάστῳ διαγωγὰς ἀπολέλυνται. Ἡμεῖς δὲ φανεροὺς ἑαυτοὺς ἐγκαθιστῶμεν τῇ Πανὸς ἐπιστάντες. Δεδοίκαμεν γὰρ μή τις ἡμῶν πραγματείαν τὴν αἰχμαλωσίαν ποιούμενος ἢ φυγάδων καθ̓ ἡμῶν ἀναπλάσῃ διαβολὴν ἤ τινος ἄλλης μηχάνημα μέμψεως: εὔπορος γὰρ διαβολῶν παντοδαπῶν ἡ κακία. Διὸ δὴ ἀξιοῦμεν τὸ ὑμέτερον μέγεθος τῆς ἡμετέρας αἰχμαλωσίας φροντίσαι κατὰ τὸ τοῖς νόμοις δοκοῦν, καὶ μὴ ἐπιδοῦναι κακοτεχνίαις ἀνθρώπων αἰχμάλωτον εἰς κακίαν ἔκδοτον, ἵνα μὴ πάσαις ἐκ τούτου γενεαῖς τραγῳδῆται κρεῖττον εἶναι βαρβάρων αἰχμάλωτον ἢ πρόσφυγα βασιλείας ῥωμαϊκῆς. Καὶ ὅρκους ἐπαγαγὼν ᾔτησεν οὕτως: Ἀνενεγκεῖν τὴν ἡμετέραν ἐξ Ὀάσεως ἐνταῦθα διαγωγὴν ἐκ βαρβαρικῆς γενομένην ἀφέσεως, ὥστε τὴν τῷ θεῷ δοκοῦσαν καὶ νῦν ἐξενεχθῆναι περὶ ἡμῶν διατύπωσιν. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν ἐπιστολῆς δευτέρας: εἴτε ὡς φιλικὸν παῤ ἡμῶν πρὸς τὴν σὴν μεγαλοπρέπειαν γράμμα, εἴτε ὡς ὑπόμνησιν παρὰ πατρὸς πρὸς υἱὸν τὸ παρὸν τοῦτο λογισάμενος ἀνάσχου, παρακαλῶ, τῆς ἐν αὐτῷ διηγήσεως, περὶ πολλῶν, καθ̓ ὅσον ἐνῆν, γεγραμμένης παῤ ἡμῶν βραχυλόγου οὔσης. Ὀάσεως τῆς Ἴβεως ἐκ πολλῶν πρώην ἀφανισθείσης, τοῦ τῶν Νουβαδῶν πλήθους ἐπ̓ αὐτὴν ἀναδραμόντος... Καὶ μεθ̓ ἕτερα: Τούτων δὲ οὕτως συμβάντων, οὐκ οἶδ̓ ἐκ ποίας ὁρμῆς ἢ ποίαν ἀφορμὴν τῆς σῆς λαβούσης μεγαλοπρεπείας, πρὸς Ἐλεφαντίνην τινὰ τῆς Θηβαίων ἐπαρχίας πέρας οὖσαν βαρβαρικῶν διὰ στρατιωτῶν ἐκ τῆς Πανὸς ἐπεμπόμεθα, συρόμενοι πρὸς αὐτὴν διὰ τῆς προρρηθείσης στρατιωτικῆς βοηθείας. Καὶ τῷ πλείονι τῆς ὁδοῦ συντριβέντες πάλιν ἄγραφον τῆς σῆς ἀνδρείας καταλαμβάνομεν κέλευσμα εἰς τὴν Πανὸς ὑποστρέψειν. Συγκοπέντες δὲ τοῖς τῆς ὁδοιπορίας
16
συμπτώμασιν ἐν νοσοῦντι καὶ γηράσαντι σώματι, καὶ τὴν χεῖρα καὶ τὴν πλευρὰν συντριβέντες ἀφικόμεθα πάλιν εἰς τὴν Πανός, τρόπον τινὰ ψυχορραγοῦντες καὶ τοῖς συμπτώμασιν ἔτι τοῖς τῶν ἀλγηδόνων μαστιγούμενοι κακοῖς. Μετῆγε δὲ πάλιν ἡμᾶς ἐκ τῆς Πανὸς πρὸς τὴν ὑπ̓αὐτὴν ἐνορίαν ἕτερον τῆς σῆς ἀνδρείας ἔγγραφον ἱπτάμενον πρόσταγμα. Ταῦτα στήσεσθαι καθ̓ ἡμῶν λογιζομένων καὶ τὸ τοῖς καλλινίκοις βασιλεῦσι δοκοῦν περὶ ἡμῶν ἀναμενόντων, ἐξαίφνης πρὸς ἄλλην ἐξορίαν καθ̓ ἡμῶν τετάρτην πάλιν ἀφειδῶς ἄλλο συνετίθετο.Καὶ μετ̓ ὀλίγα: Ἀλλ̓ ἀρκέσθητι τοῖς πεπραγμένοις, παρακαλῶ, καὶ τῷ τοσαύτας καθ̓ ἑνὸς σώματος ἐξορίας ὁρίζειν: καὶ τῆς ἐπὶ τοῖς ἀνενεχθεῖσι παρὰ τῆς σῆς μεγαλοπρεπείας καὶ παῤ ἡμῶν δὲ δἰ ὧν ἐχρῆν γνωρισθῆναι τοῖς καλλινίκοισἡμῶν βασιλεῦσι δοκιμασίας ἐπιεικῶς, παρακαλῶ, παραχώρησον. Ταῦτα παῤ ἡμῶν ὡς πρὸς υἱὸν παρὰ πατρὸς συμβουλεύματα. Εἰ δὲ ἀγανακτήσειας καὶ νῦν ὡς τὸ πρότερον, πρᾶττε τὸ δοκοῦν, εἴ γε τοῦ δοκοῦντος λόγος οὐδεὶς δυνατώτερος.Καὶ ὅδε μὲν οὕτω κἀν τοῖς γράμμασι, πύξ, λάξ, παίει, βαίνει, καὶ τὴν βασιλείαν καὶ τὴν ἀρχὴν βλασφημῶν, ὁ [*](Zacharias iii 1 Rev. de Phist. des relig. viii 570 Theod. Lect. ii 38 Theophan. 93) μηδὲ ἐξ ὧν πέπονθε σωφρονήσας. Ἐγὼ δὲ καί τινος γεγραφότος τὴν τελευταίαν ἐκείνου ῥοπὴν ἀκήκοα λέγοντος ὡς τὴν γλῶσσαν σκώληξι διαβρωθεὶς ἐπὶ τὰ μείζω τεκαὶ ἀθάνατα κατ̓ αὐτοῦ δικαιωτήρια μετεχώρει.

Μετὰ δ̓ οὖν αὐτὸν Νεστόριον τὸν ἀλάστορα τῆς Κωνσταντίνου τοῦ ἀοιδίμου πόλεως τὴν ἐπισκοπὴν ἐπιτρέπεται Μαξιμιανός, ὑφ̓ οὖ πάσης εἰρήνης ἡ τοῦ Χριστοῦ τετύχηκεν ἐκκλησία. Τούτου δὲ αὖ ἐξ ἀνθρώπων γεγενημένου,Πρόκλος τοὺς οἴακας τῆς καθέδρας ἐγχειρίζεται, ὃς πάλαι Κυζίκου ἐπίσκοπος ἐκεχειροτόνητο. Καὶ τοῦδε τὴν

17
κοινὴν τῶν ἀνθρώπων στειλαμένου πορείαν, Φλαβιανὸς τὸν θρόνον διαδέχεται.

Ὑφ̓ οὗ τὰ κατὰ Εὐτυχῆ τὸν δυσσεβῆ κινεῖται,μερικῆς [*](Niceph. xiv 47 Conc. vi 649 Theophan. 99) κατὰ τὴν Κωνσταντίνου ἁλισθείσης συνόδου, λιβέλλους τε αὖ ἐπιδεδωκότος Εὐσεβίου τὴν ἐπισκοπὴν τοῦ Δορυλαίου διέποντος, ὃς καὶ ῥήτωρ ἔτι τυγχάνων πρῶτος τὴν Νεστορίου βλασφημίαν διήλεγξεν. Ὡς δ̓ οὖν κληθεὶς Εὐτυχὴς οὐκ ἐλήλυθε, τάδε καὶ παραγενόμενος ἑάλω: εἰρήκει γάρ: Ὁμολογῶ ἐκ δύο φύσεων γεγενῆσθαι τὸν Κύριον [*](Conc. vi 744) ἡμῶν πρὸ τῆς ἑνώσεως, μετὰ δὲ τὴν ἕνωσιν μίαν φύσιν ὁμολογῶ: ὃς οὐδὲ τὸ σῶμα τοῦ Κυρίου ὁμοούσιον ἡμῖν ἔλεγεν εἶναι: καθαιρεῖται μέν, ἐκδεήσεων δὲ αὐτοῦ πρὸς Θεοδόσιον γενομένων, οἷα τῶν συστάντων ὑπομνημάτων παρὰ Φλαβιανῷ πλαστουργηθέντων, πρῶτα μὲν ἀνὰ τὴν Κωνσταντίνου ἡ ἐκ γειτόνων σύνοδος ἁλίζεται, καὶ ὑπ̓ [*](Ibid. 753) αὐτῇ καί τισι τῶν ἀρχόντων Φλαβιανὸς κρίνεται: καὶ βεβαιωθέντων ὡς ἀληθῶν τῶν ὑπομνημάτων, ἡ ἐν Ἐφέσῳ δευτέρα σύνοδος ἀθροίζεται.

Ἧς ἔξαρχος καθειστήκει Διόσκορος, ὁ μετὰ Κύριλλον [*](Niceph. xiv 47 Theophan. 100) τῆς Ἀλεξανδρέων ἐπίσκοπος, πρὸς ἔχθρας Φλαβιανοῦ τοῦτο τεχνάσαντος Χρυσαφίου τῶν βασιλείων τηνικαῦτα κρατοῦντος, συνδραμόντων ἐν Ἐφέσῳ Ἰουβεναλίου τοῦ Ἱεροσολύμων ἐπισκόπου, τοῦ καὶ πρότερον ἐν Ἐφέσῳ γενομένου, μετὰ πολλῶν τῶν ἀμφ̓ αὐτὸν ἱερέων. Συνῆν δὲ τούτοις καὶ Δόμνος ὁ μετὰ Ἰωάννην Ἀντιοχείας πρόεδρος, καὶ μὴν καὶ Ἰούλιος ἐπίσκοπος, τόπον πληρῶν Λέοντος τοῦ τῆς πρεσβυτέρας Ῥώμης ἐπισκόπου. Παρῆν δὲ αὐτοῖς καὶ Φλαβιανὸς μετὰ τῶν ἀμφ̓ αὐτὸν ἐπισκόπων, Θεοδοσίου θεσπίσαντος πρὸς Ἐλπίδιον ἐπὶ ῥήματος ταῦτα: [*](Conc. vi 596) Τῶν πρὶν δικασάντων Εὐτυχεῖ τῷ εὐλαβεστάτῳ ἀρχιμανδρίτῃ παρόντων μὲν καὶ ἡσυχαζόντων, τάξιν δὲ δικαστῶν μὴ ἐπεχόντων, ἀλλὰ τὴν κοινὴν πάντων τῶν

18
ἁγιωτάτων πατέρων περιμενόντων ψῆφον, ἐπειδὴ τὰ παῤ αὐτῶν κεκριμένα νῦν δοκιμάζεται... Ἐν τούτῳ τῷ συνεδρίῳ ἀνακαλεῖται μὲν τῆς καθαιρέσεως Εὐτυχὴς παρὰ Διοσκόρου καὶ τῶν ἀμφ̓ αὐτόν, ὅπως δὴ τοῖς πεπραγμένοις ἀνείληπται: κατακρίνεται δὲκαθαιρέσεως Φλαβιανὸς καὶ Εὐσέβιος ὁ τοῦ Δορυλαίου πρόεδρος. Κατὰ ταύτην καὶ Ἴβας τῶν Ἐδεσηνῶν ἐπισκοπήσας ἀποκηρύσσεται: καθαιρεῖται δὲ καὶ Δανιὴλ ἐπίσκοπος Καρρῶν, Εἰρηναῖός τε αὖ Τύρου, καὶ πρός γε Ἀκυλίνιος Βύβλου. Ἐπράχθη δὲ καί τινα Σωφρονίουχάριν τὴν Κωνσταντιναίων ἐπισκοπήσαντος. Καθαιρεῖται δὲ παῤ αὐτῶν καὶ ὁ τῆς Κυρεστῶν ἐπισκοπήσας Θεοδώρητος, καὶ μὴν καὶ Δόμνος ὁ τῆς Ἀντιοχέων. Ἐφ̓ ᾧ τί λοιπὸν γέγονεν οὐκ ἔστιν εὑρεῖν. Καὶ οὕτω μὲν τὸ ἐν Ἐφέσῳ δεύτερον διελύθη συνέδριον.

Μή μοι δέ τις τῶν εἰδωλομανούντων ἐπιγελάσῃ, [*](Niceph. xiv 48) ὡς τῶν δευτέρων τοὺς προτέρους καθαιρούντων, καὶ προσεφευρισκόντων ἀεί τι τῇ πίστει καινότερον. Ἡμεῖς μὲν γὰρ τὴν ἄφραστον καὶ ἀνεξιχνίαστον τοῦ θεοῦ φιλανθρωπίαν ἐρευνῶντες καὶ ἐς τὰ μάλιστα σεμνύνειν καὶἐξαίρειν βουλόμενοι ἢ τῇδε ἢ ἐκεῖσε τρεπόμεθα. Καὶ οὐδεὶς [ἀδύνατον] τῶν αἱρέσεις παρὰ Χριστιανοῖς ἐξευρηκότων πρωτοτύπως βλασφημεῖν ἠθέλησεν, ἢ ἀτιμάσαι τὸ θεῖον βουλόμενος ἐξωλίσθησεν, ἀλλὰ μᾶλλον ὑπολαμβάνων κρεῖσσον τοῦ φθάσαντος λέγειν εἰ τόδε πρεσβεύσειε.Καὶ τὰ μὲν συνεκτικὰ καὶ καίρια πᾶσι κοινῶς ὡμολόγηται. Τριὰς γὰρ ἡμῖν τὸ προσκυνούμενον, καὶ μονὰς τὰ δοξολογούμενα, ὅ τε πρὸ αἰώνων γεννηθεὶς θεὸς Λόγος σαρκούμενος δευτέρᾳ γεννήσει φειδοῖ τοῦ πλάσματος. Εἰ δὲ περὶ ἕτερά τινα ἄττα κεκαινούργηται, γεγόνασι καὶ[*](Socr. i 22) ταῦτα τοῦ σωτῆρος ἐνδόντος θεοῦ τῷ αὐτεξουσίῳ καὶ περὶ τούτων, ἵνα μᾶλλον ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ

19
ἐκκλησία ἐνθένδε κἀκεῖθεν πρὸς τὸ δέον τε καὶ εὐσεβὲς αἰχμαλωτίσῃ τὰ λεγόμενα, καὶ πρὸς μίαν ἀπεξεσμένην καὶ εὐθεῖαν ὁδὸν ὑπαντήσῃ. Διὸ καὶ τῷ ἀποστόλῳ εὖ μάλα σαφῶς εἴρηται: Δεῖ δὲ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, [*](i Cor. xi 19) ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται. Καὶ θαυμάσαι κἀν τούτῳ ἔστι τὴν ἄρρητον τοῦ θεοῦ σοφίαν, τοῦ καὶ πρὸς τὸν θεσπέσιον Παῦλον εἰρηκότος: Ἡ γὰρ δύναμίς μου [*](ii Cor. xii 9) ἐν ἀσθενείᾳ τελειοῦται. Ἐξ ὧν γὰρ τῆς ἐκκλησίας ἀπερράγη τὰ μέλη, ἐκ τούτων τὰ ὀρθὰ καὶ ἀμώμητα πλέον ἀπεξέσθη τε καὶ ἀπετέθη δόγματα, καὶ πρὸς αὔξησιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν ἡ καθολικὴ καὶ ἀποστολικὴ τοῦ θεοῦ ἐλήλυθεν ἐκκλησία. Οἱ δέ γε τῆς Ἑλληνικῆς πλάνης τρόφιμοι, οὐ θεὸν [*](Greg. Theol. PG 36, 337) εὑρεῖν βουλόμενοι ἢ τὴν αὐτοῦ περὶ τοὺς ἀνθρώπους κηδεμονίαν, τά τε τῶν φθασάντων τά τε ἀλλήλων καταλύουσιν, [*](Euseb. PG 20, 1353) ἀλλὰ θεοὺς ἐπὶ θεοῖς ἐπινοοῦντες καὶ τῶν οἰκείων παθῶν χειροτονοῦντές τε καὶ ὀνομάζοντες, ἵνα συγγνώμην ταῖς οἰκείαις ἀκολασίαις πορίζοιντο θεοὺς τοιούτους ἐπιγραφόμενοι. Ὥστε ἀμέλει ὁ παῤ αὐτοῖς ὕπατος πατὴρ ἀνδρῶν τε θεῶν τε τὸν Φρύγα τὸ μειράκιον εἰς ὄρνεον μετασχηματισθεὶς ἀσελγῶς διήρπασεν, μισθόν τε τῆς αἰσχρουργίας τὴν κύλικα παρέσχετο, τὴν φιλοτησίαν προπίνειν ἐπιτρέψας, ὡς ἂν μετὰ τοῦ νέκταρος καὶ τὰ ὀνείδη κοινῶς πίνοιεν. Ὃς καὶ μυρίοις ἄλλοις ἀτοπήμασι καὶ παρὰ τοῖς οὐδέσι τῶν ἀνθρώπων ἀπηγορευμένοις καὶ πᾶσαν ἀλόγων ἰδέαν ὁ πάντων ἀλογώτατος μεταβληθείς, ἀνδρόγυνος γίνεται, εἰ καὶ μὴ τὴν γαστέρα, ἀλλὰ γοῦν τὸν μηρὸν κυοφορῶν, ἵνα καὶ ταῦτα παρὰ φύσιν αὐτῷ πράττοιτο. Οὗ καὶ τὸ διθύραμβον κύημα ἀνδρόγυνον γενόμενον ἑκατέραν ἐνύβρισε φύσιν, μέθης ἔξαρχον οἰνοφλυγίας τε αὖ καὶ κραιπάλης καί γε ἑωλοκρασίας, καὶ
20
τῶν ἐντεῦθεν δεινῶν. Τούτῳ τῷ Αἰγιόχῳ τῷ ὑψιβρεμέτῃ καί τι σεμνὸν ἐκεῖνο περιτιθέασι, πατραλοίαν ἀποκαλοῦντες, τὴν ἐσχάτην παρὰ πᾶσι ποινήν, οἷα τὸν Κρόνον τὸν κακῶς αὐτὸν φύσαντα τῆς βασιλείας ἐξωθήσαντα. Τί δὲ ἂν φαίην καὶ περὶ τῆς θεουργηθείσης αὐτοῖς πορνείας, ᾗτὴν Ἀφροδίτην τὴν κοχλογεννήτην Κυπρίαν ἐπέστησαν, τὴν μὲν σωφροσύνην ὡς ἐναγές τι χρῆμα καί τι τῶν ἄλλως ἐκτόπων μυσαττομένην, πορνείαις δὲ καὶ πάσαις αἰσχρουργίαις ἡδομένην, καὶ τούτοις ἱλάσκεσθαι βουλομένην; Μεθ̓ ἧς Ἄρης ἀσχημονεῖ τοῖς Ἡφαίστου τεχνάσμασινὑπὸ τοῖς θεοῖς θεατριζόμενός τε καὶ γελώμενος. Γελάσοι δὲ ἄν τις δικαίως καὶ Φαλλοὺς αὐτῶν καὶ Ἰθυφάλλους καὶ Φαλλαγώγια καὶ Πρίαπον ὑπερμεγέθη καὶ Πᾶνα ἀσχήμονι μορίῳ τιμώμενον καὶ τὰ ἐν Ἐλευσῖνι μυστήρια, καθ̓ ἓν μόνον ἐπαινετὰ ὅτι γε ἥλιος οὐχ ὁρᾷ,ἀλλὰ τῷ σκότῳ συνοικεῖν κατεκρίθησαν. Τούτων τοῖς αἰσχρῶς τιμῶσί τε καὶ τιμωμένοις καταλιμπανομένων, ἐπὶ τὴν νύσσαν τὸν πῶλον ἐκκεντήσωμεν, καὶ τὰ λειπόμενα τῆς Θεοδοσίου βασιλείας εὐσυνόπτως ἀποθώμεθα.