Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae. Porphyrogenitae Alexias. Reifferscheid, August, editor. Leipzig: Teubner, 1884.

Ἐπεὶ δὲ ἐξερχόμενοι οἱ Φράγγοι [πρὸς] τὰ πρὸς κατάσχεσιν τῶν πόλεων Συρίας ὑπέσχοντο τῷ [*](Ρ. ) ἐπισκόπῳ Πίσσης ἱκανά, εἰ τούτοις συνάρηται πρὸς τὸν προκείμενον αὐτοῖς σκοπόν, ὁ δὲ καταπειθὴς τοῖς λόγοις τούτων γεγονὼς καὶ ἑτέρους δύο τῶν παρὰ θάλατταν οἰκούντων ἐς αὐτὸ τοῦτο ἐρεθίσας οὐκ ἀνεβάλλετο, ἀλλ’ ἐξοπλίσας διήρεις τε καὶ τριήρεις καὶ δρόμωνας καὶ ἕτερα τῶν ταχυδρόμων πλοίων εἰς ἐνακόσια περιιστάμενα ἔξεισιν ὡς πρὸς αὐτοὺς ἀπερχόμενος. ἱκανὰ δὲ τούτων ἀποτεμόμενος εἰς προνομὴν τῆς Κορυφοῦς, τῆς Λευκάδος, τῆς Κεφαληνίας καὶ τῆς Ζακύνθου ἀπέστειλε. ταῦτα μανθάνων ὁ βασιλεὺς ἐξ ἁπασῶν τῶν ὑπὸ τὴν τῶν Ῥωμαίων ἀρχὴν χωρῶν προσέταξε γενέσθαι πλοῖα. καὶ εἰς αὐτὴν δὲ τὴν βασιλεύουσαν [*](D) ἱκανὰ κατασκευάζων, ἐκ διαλειμμάτων εἰς μονῆρες εἰσερχόμενος ἐπέσκηπτε τοῖς κατασκευάζουσιν, ὅπως χρὴ ταῦτα ποιεῖν. [*](4 κατακουζηνῷ F semper 5 Κερύνειαν Millerus 7 τούτων addidi 9 εἰς τὴν Millerus 17 πρὸς seclusi 19 συνάρεται F 26 κορυφοῦς C κορυφὼ F)

133
γινώσκων δὲ τοὺς Πισσαίους τοῦ περὶ τὴν θάλατταν πολέμου ἐπιστήμονας καὶ δεδιὼς τὴν μετ’ αὐτῶν μάχην, ἐν ἑκάστῃ πρώρᾳ τῶν πλοίων διὰ χαλκῶν καὶ σιδήρων λεόντων καὶ ἀλλοίων χερσαίων ζώων κεφαλὰς μετὰ στομάτων ἀνεῳγμένων κατασκευάσας χρυσῷ τε περιστείλας αὐτά, ὡς ἐκ μόνης θέας 5 φοβερὸν φαίνεσθαι, τὸ διὰ τῶν στρεπτῶν κατὰ τῶν πολεμίων μέλλον ἀφίεσθαι πῦρ διὰ τῶν στομάτων αὐτῶν παρεσκεύασε διιέναι, ὥστε δοκεῖν τοὺς λέοντας καὶ τἆλλα τῶν C τοιούτων ζώων τοῦτο ἐξερεύγεσθαι. οὕτω γοῦν ταῦτα κατασκευάσας μετακαλεςάμενος τὸν Τατίκιον ἐξ Ἀντιοχείας νεωστὶ 10 παραγενόμενον αὐτῷ μὲν τὰ τοιαῦτα πλοῖα παραδεδωκὼς περιφανεστάτην κεφαλὴν ἐνόμασε· τῷ δέ γε Λαντούλφῳ τὸν ἅπαντα στόλον ἀναθέμενος μέγαν δοῦκα προὐβάλετο ὡς τῆς ναυμαχίας εἰδήμονα ἄριστον. ἐξελθόντες οὖν τῆς μεγαλπόλεως μηνὸς παριππεύοντος Ἀπριλλίου μετὰ τοῦ 15 Ῥωμαϊκοῦ στόλου τὴν Σάμον κατέλαβον καὶ τὰ πλοῖα τῇ χέρσῳ προσορμίσαντες ἐξῆλθον πρὸς τὴν ἤπειρον ἐπὶ τῷ διὰ τῆς ἀσφάλτου ἐπὶ πλέον ἀσφαλισαμένους κατοχυρῶσαι αὐτά. μεμαθηκότες δὲ τὴν τοῦ Πισσαϊκοῦ στόλου διέλευσιν D τὰ πρυμνήσια λύσαντες καὶ αὐτοὶ ὄπισθεν αὐτῶν ἔθεον ὡς 20 πρὸς τὴν Κῶ. πρῴας δὲ τῶν Πισσαίων ἐκεῖσε καταλαβόντων ἑσπέρας οὗτοι ταύτην κατέλβον. μὴ ἐντετυχηκότες δὲ τοῖς Πισσαίοις ἀπῆλθον εἰς τὴν Κνίδον περὶ τὴν ἤπειρον τῆς ἀνατολῆς διακειμένην. κεῖθι δὲ παραγενόμενοι, ὡς τῆς ἄγρας ἠστόχουν, ἀλίγους τινὰς ἐφευρηκότες τῶν Πισσαίων 25 αὐτοῦ που καταλειφθέντας ἐπυνθάνοντο, ὅπου ὁ Πισσαϊκὸς 336 ἐξώρμησε στόλος. οἱ δὲ πρὸς τὴν Ῥόδον ἔφασαν. καὶ παραχρῆμα 266 λύσαντες τὰ πρυμνήσια θᾶττον τούτους κατέλαβον μεταξὺ Πατάρων καὶ Ῥόδου. τούτους δ’ οἱ Πισσαῖοι θεασάμενοι μόθου παραυτίκα σχῆμα διατυπώσαντες πρὸς μάχην 30 οὐ τὰ ξίφη μόνον, ἀλλὰ καὶ τὰ καρδίας ἔθηνον. ἐπικαταλαβόντος δὲ τοῦ Ῥωμαϊκοῦ στόλου κόμης τις Πελοποννήσιος Περιχύτης καλύμενος ναυλοχεῖν ἄριστα ἐπιστάμενος, ὡς 33 περιχύταν C
134
τούτους ἐθεάσατο, ταῖς κώπαις τὸ ἴδιον πτερώσας μονῆρες ὡς εἶχε κατ᾿ αὐτῶν ἴεται. καὶ διὰ μέσου τούτων ὡς πῦρ διελθὼν εἰς τὸν Ῥωμαϊκὸν αὖθις ἐπανέστρεφε στόλον. ὁ μέντοι Ῥωμαϊκὸς στόλος οὐκ εὐτάκτως τῆς μετὰ τῶν Πισσαίων μάχης ἀπεπειρᾶτο, ἀλλ’ ὀξέως καὶ ἀσυντάκτως τούτοις [*](Β) προσέβαλε. καὶ αὐτὸς δὲ ὁ Λαντοῦλφος πρῶτος προσπελάσας ταῖς Πισσαϊκαῖς ναυσὶν ἄστοχα τὸ πῦρ ἔβαλε καὶ οὐδέν τι πλέον εἰργάσατο τοὺ πυρὸς σκεδασθέντος. ὁ δὲ λεγόμενος Ἐλεήμων κόμης ἀναισχύντως μεγίστῳ πλοίῳ κατὰ πρύμναν προσβαλὼν τοῖς πηδαλίοις τούτου περιπεσὼν καὶ μὴ εὐχερῶς ἔχων ἐκεῖθεν διαπλῴσασθαι κατεσχέθη ἄν, εἰ μὴ γοργῶς πρὸς τὴν σκευὴν ἀπεῖδε καὶ πῦρ κατ᾿ αὐτῶν ἀφεὶς οὐκ ἄστοχα ἔβαλεν· εἶτα τὴν ναῦν ἐπὶ θάτερα γοργῶς μεταφέρων καὶ ἑτέρας παραχρῆμα τρεῖς μεγίστας ἐπυρπόλει τῶν βαρβάρων ναῦς. ἐπεὶ δ’ ἅμα καὶ συστροφὴ ἀνέμου τὴν θάλατταν ἀθρόον ἐπεισπεσοῦσα διετάραττε τάς τε ναῦς συνέτριβέ καὶ [*](C) μονονοὺ βυθίζειν ἠπείλει (ἐρρόχθει γὰρ τὸ κῦμα, αἱ κεραῖαι τά θ’ ἱστία διερρήγνυντο), ἐκδειματωθέντες οἱ βάρβαροι τὸ μ[εν διὰ τὸ περμπόμενον πῦρ (οὐδὲ γὰρ ἐθάδες ἦσαν τοιούτων σκευῶν ἢ πυρὸς ἄνω μὲν φύσει τὴν φορὰν ἔχοντος, πεμπομένου δ’ ἐφ’ ἃ βούλεται ὁ πέμπων κατά τε τὸ πρανὲς πολλάκις καὶ ἐφ’ ἑκάτερα), τὸ δὲ ὑπὸ τοῦ θαλαττίου κλύδωνος συγχυθέντες τὸν νοῦν φυγαδείας ἥψαντο. οὕτω μὲν οὖν τὰ τῶν βαρβάρων· ὁ δέ τοι Ῥωμαϊκὸς στόλος νησιδίῳ τινὶ προσώκειλεν οὑτωσί πως καλουμένῳ Σεύτλῳ. αὐγαζούσης δὲ τῆς ἡμέρας ἐκεῖθεν ἀπάραντες τῇ Ῥόδῳ προσώρμισαν. τῶν πλοίων οὖν ἀποβάντες καὶ ἐξαγαγόντες ὅσους ἔφθασαν κατασχεῖν καὶ αὐτὸν δὴ τὸν τοῦ Βαϊμούντου ἀδελφιδοῦν [*](D) ἐξεδειμάτουν αὐτοὺς ὡς μέλλοντες τιμῆς πάντας ἀπεμπολεῖν ἢ κατασφάττειν. ὡς δὲ ἀκαταπλήκτους πρὸς τοῦτο ἑώρων αὐτοὺς καὶ τὴν ἀπεμπόλησιν ἐν οὐδενὶ τιθεμένους, εὐθὺς ξίφους παρανάλωμα πεποιήκασιν. οἱ δέ γε περιλειφθέντες τοῦ Πισσαϊκοῦ στόλου πρὸς τὸ τὰς παρατυχούσας νήσους καὶ τὴν Κύπρον λῄζεσθαι ἀπέβλεψαν.
135
ἔνθα τυχὼν ὁ Φιλοκάλης Εὐμάθιος κατ’ αὐτῶν ἴεται. οἱ [*](P. 337) δὲ περὶ τὰς ναῦς δειλίᾳ συσχεθέντες μηδὲ τοῦ ἐξιόντος προνομῆς χάριν ἀπὸ τῶν πλοίων αὐτῶν λαοῦ πεφροντικότες ἀλλὰ τοὺς πλείονας περὶ τὴν νῆσον ἐάσαντες, ἀσυντάκτως οὕτω λύσαντες τὰ πρυμνήσια πρὸς τὴν Λαοδίκειαν ἀπέπλεον τὸν Βαϊμοῦντον ἐπὶ νοῦν ἔχοντες. καὶ δὴ καὶ καταλαβόντες προσεληλύθεσάν τε αὐτῷ καὶ τὴν μετ’ αὐτοῦ ἀγάπην ἀσπάζεσθαι ἔλεγον· ὁ δέ, ὁποῖος ἐκεῖνος, ἀσμένως αὐτοὺς ὑποδέχεται. ἐπεὶ δ’ οἱ περὶ τῆν ᾐόνα καταλειφθέντες λαφυραγωγίας ἕνεκα ὑποστρέψαντες τὸν ἴδιον στόλον οὐχ ἑώρων, ἔρριπτον ἀφειδῶς ἑαυτοὺς εἰς τὴν θάλασσαν καὶ ἀπεπνίγοντο. [*](Β) οἱ δὲ τοῦ Ῥωμαϊκοῦ στόλου θαλασσοκράτορες καὶ αὐτὸς δὴ ὁ Λαντοῦλφος καταλαβόντες τὴν Κύπρον συνεληλυθότες περὶ εἰρήνης ἐπερωτᾶν ἐβουλεύοντο. πάντων οὖν ὁμογνωμονησάντων πρὸς τοῦτο, στέλλεται ὁ Βουτουμίτης πρὸς τὸν Βαϊμοῦντον. τοῦτον οὖν θεασάμενος καὶ παρακατασχὼν [*](V. 267) ἐπὶ ὅλαις πέντε καὶ δέκα ἡμέραις, ἐπεὶ τὴν Λαοδίκειαν καὶ λιμὸς κατειλήφει καὶ ὁ Βαϊμοῦντος αὖθις Βαϊμοῦντος ἦν καὶ οὐκ ἠλλοίωτο οὔτε μὴν εἰρηνεύειν ἐμεμαθήκει, μεταπεμψάμενος αὐτόν φησιν “οὐ διὰ φιλίαν ἢ εἰρήνην αὐτὸς ἐνταυθοῖ παραγέγονας, ἀλλ’ ἐφ’ ᾧ τὰς ἐμὰς ἐμπρῆσαι ναῦς. ἄπιθι τοίνυν· ἀρκεῖ γάρ σοι αὐτὸ τοῦτο [*](C) τὸ ἀνακρωτηρίαστον τῶν ἐνταῦθα ἀπολυθῆναι.” ἀπάρας οὖν ἐκεῖθεν καταλαμβάνει τοὺς αὐτὸν ἀποστείλαντας περὶ τὸν λιμένα τῆς Κύπρου. καὶ τὴν Βαϊμούντου πονηρὰν γνώμην ἐπὶ πλέον ἐκ τῶν ἐκεῖθεν μηνυμάτων διαγνόντες καὶ ὡς ἀδύνατον σπείσασθαι μετὰ τοῦ αὐτοκράτορος ἐκεῖθεν ἀπάραντες ὅλοις ἱστίοις τὴν πρὸς τὴν μεγαλόπολιν ὑγρὰν ἐπέπλεον κέλευθον. κατὰ δὲ τὴν Συκῆν τρικυμίας μεγάλης καὶ κλύδωνος διεγερθέντος σφοδροῦ τὰ πλοῖα τῇ χέρσῳ προσραγέντα ἡμίθραυστα πάντα γεγόνασι πλὴν τῶν νηῶν ὧν ἐξῆρχεν ὁ Τατίκιος. ἀλλὰ τὰ μὲν κατὰ τὸν Πισσαϊκὸν στόλον [*](29 ἐπέπλεον r: ὑπέπλεον F)
136
ὧδέ πη προκεχωρήκει· ὁ δὲ Βαϊμοῦντος φύσει πονηρότατος ὢν ἐδεδίει, μὴ τὸ Κούρικον ὁ βασιλεὺς προκατάσχῃ καὶ [*](D) στόλον Ῥωμαϊκὸν τῷ λιμένι προσορμίσας φυλάττῃ μὲν τὴν Κύπρον, ἀπείργῃ δὲ καὶ τοὺς ἀπὸ Λογγιβαρδίας διὰ τῆς παραλίας τῆς ἀνατολῆς μέλλοντας ἰέναι πρὸς αὐτὸν συμμάχους. ταῦτα οὖν λογιζόμενος αὐτὸς τοῦτο ἀνοικοδομῆσαι καὶ τὸν λιμένα κατασχεῖν ἐβουλεύετο. πόλις γὰρ πρότερον οὖσα ἐρυμνοτάτη τὸ Κούρικον ἐν ὑστέροις ἔφθασεν ἐριπωθῆναι χρόνοις. ὁ δέ γε αὐτοκράτωρ ταῦτα προμηθευσάμενος καὶ τὰς ἐπινοίας αὐτοῦ προκαταλαβὼν πέμπει τὸν ἐκτομίαν Εὐστάθιον [*](Ρ.) ἀπὸ τῆς τοῦ κανικλείου ἀξίας μέγαν δρουγγάριον τοῦ στόλου προχειρισάμενος ἐπισκήψας αὐτῷ σπεῦσαι καταλαβεῖν τὸ Κούρικον καὶ διὰ τάχους ἀνοικοδομῆσαί τε αὐτὸ καὶ τὸ Σελεύκειαν Σελεύκειαν στάδια ἓξ τούτου ἀφισταμένην καὶ δύναμιν ἀποχρῶσαν καταλιπεῖν ἐν αὐτοῖς, δοῦκα δὲ προχειρίσασθαι Στρατήγιον τὸν Στραβόν, ἄνδρα μικρὸν μὲν τῷ σώματι, ταῖς δὲ πολεμικαῖς ἐμπειρίαις πολύν τε καὶ μέγιστον, ἀλλὰ καὶ εἰς τὸν λιμένα στόλον ἱκανὸν προσορμίσαι καὶ παραγγεῖλαι ἐγρηγορέναι καὶ ἐνεδρεύειν τοὺς ἀπὸ Λογγιβαρδίας εἰς ἀρωγὴν τοῦ Βαϊμούντου ἐρχομένους, ἐπαρήγειν δὲ καὶ τῇ Κύπρῳ. ἐξελθὼν οὖν ὁ ῥηθεὶς δρουγγάριος τοῦ [*](Β) στόλου καὶ προκαταλαβὼν τὰ τοῦ Βαϊμούντου διανοήματα ἀνεγείρει μὲν αὐτὸ καὶ εἰς τὴν προτέραν ἀποκαθίστα κατάστασιν. παραχρῆμα δὲ καὶ τὴν Σελεύκειαν ἀνοικοδομήσας καὶ κατοχυρώσας διὰ τάφρων γυρόθεν δυνάμεις τε ἱκανὰς ἐν ἀμφοτέροις καταλιπὼν μετὰ τοῦ δουκὸς Στρατηγίου κατελθὼν εἰς τὸν λιμένα καὶ στόλον ἀποχρῶντα ἐν αὐτῷ καταλιπὼν κατὰ τὰς τοῦ αὐτοκράτορος εἰσηγήσεις ἐπαναζεύγνυσι πρὸς τὴν μεγαλόπολιν. καὶ μεγάλως παρὰ τοῦ αὐτοκράτορος ἐπαινεθεὶς δαψιλῶς πεφιλοτίμηται.

Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸ Κούρικον· μετὰ δὲ παραδρομὴν ἐνιαυτοῦ ἀναμαθὼν ὁ βασιλεύς, ὅτι καὶ Γενούσιος [*](C) [*](14 ἐξήκοντα susp. Millerus)

137
στόλος εἰς συμμαχίαν τῶν Φράγγων ἐξελθεῖν ἑτοιμάζεται, στοχασάμενος, ὅτι οὐ μικρᾶς βλάβης παραίτιοι καὶ αὐτοὶ τῇ τῶν Ῥωμαίων ἀρχῇ ἔσονται, τὸν μὲν Καντακουζηνὸν διὰ τῆς ἠπείρου μετὰ ἀποχρώσης δυνάμεως, τὸν δὲ Λαντοῦλφον γοργῶς ἐξοπλίσας μετὰ στόλου διὰ θαλάσσης ἀπέστειλε [*](P. 268) παρακελευσάμενος αὐτῷ τὸ τάχος καταλαβεῖν τὰ κατωτικὰ ἐφ’ ᾧ τὸν μετὰ τῶν Γενουσίων ἐκεῖσε διερχομένων ἀναδέξασθαι πόλεμον. τούτων οὖν ἀπελθόντων ἔνθα καὶ προσετάχθησαν, χειμὼν βαρὺς ἐπιγέγονε καὶ ἀφόρητος, ὑφ’ οὗ καὶ πολλὰς τῶν νηῶν συνέβη διαθραυσθῆναι. ἅσπερ [*](D) πάλιν πρὸς τὴν χέρσον ἐξελκύσαντες ἐπιμελῶς τὴν διὰ τῆς ὑγρᾶς πίσσης ἐπίχρισιν ταύταις ἐπέφερον. τηνικαῦτα δὲ καὶ ὁ Καντακουζηνὸς τὸν τῶν Γενουσίων στόλον περὶ τὰ κατωτικὰ διαπλέοντα ἐγγύς που εἶναι μεμαθηκὼς ὑποτίθεται τῷ Λαντούλφῳ ὀκτωκαίδεκα ναῦς ἀναλαβέσθαι (τοσαύτας γὰρ μόνας συνέβη τῷ τότε ἀποπλέειν τῶν ἄλλων ἐξελκυσθεισῶν τῆς θαλάσσης) καὶ ἀπελθόντα κατὰ τὸ ἀκρωτήριον τοῦ Μαλέου προσοκεῖλαι αὐτὰς κατὰ τὰς τοῦ αὐτοκράτορος ὑποθήκας καὶ διερχομένων τῶν Γενουσίων, εἰ μὲν τὸν μετ αὐτῶν ἀποθαρροίη πόλεμον, εὐθὺς τὴν μετ᾿ αὐτῶν ἀναδέξασθαι δέξασθαι μάχην, εἰ δ’ οὖν, τὴν σωτηρίαν ἑαυτῷ καὶ ταῖς ὑπ’ αὐτὸν νηυσὶ σὺν αὐτοῖς πλωτῆρσιν εἰς Κορώνην προσοκείλαντι περιποιήσασθαι. ὁ δ’ ἀπελθὼν καὶ τὸν πολὺν στόλον τῶν Γενουσίων θεασάμενος καὶ ἀπαγορεύσας τὴν [*](V. 339) μετ’ αὐτῶν μάχην θᾶττον τὴν Κορώνην κατέλαβεν. ὁ δὲ Καντακουζηνὸς τὸν ὅλον Ῥωμαϊκὸν στόλον ὡς ἔδει περιποιησάμενος καὶ τοὺς συνόντας αὐτῷ ἐκεῖσε συναγαγὼν ὡς εἶχε τάχους κατόπιν τῶν Γενουσίων ἐδίωκε. μὴ ἐφθακὼς δὲ τὴν Λαοδίκειαν κατέλαβε σπεύδων πρὸς τοὺς μετὰ τοῦ Βαϊμούντου πολέμους ὅλῃ γνώμῃ καὶ χειρὶ ἀποδύεσθαι. καὶ μέντοι καὶ ἔργου ἁψάμενος τὸν λιμένα κατέλαβε καὶ διὰ πάσης νυκτὸς καὶ ἡμέρας τῆς τειχομαχίας οὐκ ἀφίστατο ὡς [*](21 οὐν r: οὐ F)
138
δ’ ἄπρακτος τοῦ λοιποῦ ἔμενε μυριάκις μὲν προσβαλών, τοσαυτάκις δ’ ἀποτυχὼν καὶ πῆ μὲν ὑποποιούμενος τοὺς Κελτοὺς οὐκ ἔπειθε, πῆ δὲ μαχόμενος ἐπετύγχανε, τειχίον [*](B) τι διὰ ξηρῶν λίθων κυκλοτερὲς δειμάμενος ἀναμεταξὺ τῆς ψάμμου καὶθ τῶν κειχῶν Λαοδικείας ἐν τριςὶ νυχθημέροις κἄκτοτε ὡς ἔρεισμα τοῦτο κτησάμενος ἕτερον πολίχνιον δι’ ἐγχονρήγου ὔλης ἐντὸς τούτου θᾶττον ἀνήγειρεν, ἵν’ ἐντεῦθεν ὡς ἐξ ὁρμητηρίου τινὸς γενναιότερον τῆς τειχομαχίας ἀντέχοιτο. ἀλλὰ καὶ πύργους δύο διὰ τοῦ στομίου τοῦ λιμένος ἐφ’ ἑκάτερα οἰκοδομήσας ἅλυσιν σιδηρᾶν διαμπερὲς τούτων εἰσελάσας δι’ αὐτοῦ ἀπετάφρευε τὰς ἴσως ἐλπιζομένας εἰς βοήθειαν τῶν Κελτῶν ἐκ θαλάττης ναῦς. ἐν ταὐτῷ δὲ καὶ πολλὰ τῶν περὶ θάλατταν πολιχνίων κατέσχε, τό τε Ἀργυρόκστρον [*](C) καλούμενον, τὸ Μαρχάπιν, τὰ Γάβαλα καὶ ἄλλα τινὰ μέχρις αὐτῶν συνόρων Τριπόλεως ἐφθακώς, ἅπερ πρότερον μὲν φόρους τοῖς Σαρακηνοῖς ἐδίδου, ἐν ὑστέροις δὲ παρὰ τοῦ αὐτοκράτορος πολλοῖς ἱδρῶσι καὶ πόνοις τῇ Ῥωμαίων ἐπανεςώθησαν. ὁ μέντοι βασιλεὺς δέον λογιςάμενος καὶ ἀπὸ τοῦ μέρους τῆς ξηρᾶς πολιορκεῖσθαι τὴν Λαοδίκειαν, γινώσκων ἐκ μακροῦ τὸν δεινὸν Βαϊμοῦντον καὶ τὰς αὐτοῦ μηχανάς, ὁποῖος ἐκεῖνος δεξιὸς ἦθος ἀνθρώπου ἐν βραχεῖ καταμαθεῖν, καὶ τῆς αὐτοῦ δολερᾶς καὶ ἀποστατικῆς γνώμης κατάληψιν ἀκριβῆ ἔχων, τὸν Μοναστρᾶν μετακαλεσάμενος μετὰ ἀποχρώσης δυνάμεως διὰ τῆς ἠπείρου ἀπέστειλεν, ὥστε [*](D) ἐν ταὐτῷ τὸν μὲν Καντακουζηνὸν ἐκ θαλάττης, αὐτὸν δὲ ἐκ τοῦ μέρους τῆς ἠπείρου πολιορκεῖν τὴν Λαοδίκειαν. ἀλλ’ [*](V. 2) ὁ Καντακουζηνὸς πρὸ τοῦ τὸν Μοναστρᾶν ἐφθακέναι τὸν λιμένα καὶ τὸν κάστρον αὐτὸ κατέσχε· τὴν μέντοι ἀκρόπολιν, ὅπερ κουλᾶ νῦν ἡ συνήθεια καλεῖν εἴωθεν, ἔτι Κελτοῖ κατεἰχον πεζοὶ πεντακόσιοι καὶ ἱππεῖς ἑκατόν. τούτων οὖν τῶν πολιχνίων τὴν κατάσχεσιν ὁ Βαϊμοῦντος ἀκηκοώς, μεμαθηκὼς δὲ καὶ ἀπὸ τοῦ φυλάσσοντος κόμητος τὴν τῆς [*](7 ἐγχωρήγου Ducangius 16 ἐδίδουν F)
139
Λαοδικείας ἀκρόπολιν, ὅτι ἐπιδεής ἐστι χορτασμάτων, μετὰ τῶν [*](p. 340) ὑπ᾿ αὐτὸν δυνάμεων πασῶν ταῖς τε ἀνεψιοῦ αὐτοῦ Ταγγρὲ καὶ τοῦ Ἰσαγγέλη ἑνωθεὶς καὶ βρώσιμα παντοῖς ἐπισάξας ἐν ἡμιόνοις καὶ τὴν Λαοδίκειαν καταλαβὼν τὰ μὲν χορτάσματα θᾶττον εἰσήγαγεν εἰς τὸ κουλᾶ, μετὰ δέ γε τοῦ Καντακουζηνοῦ εἰς ὁμιλίαν ἐλθὼν τοιαῦτα πρὸς αὐτὸν ἔφη “τίνα σκοπὸν ἔχων πρὸς οἰκοδομὰς καὶ κτίσεις ἀέβλεψας;” ὁ δὲ “οἷδας ὅτι δουλείαν ὁμολογήσαντες τῷ αὐτοκράτορι καὶ τὰς παρ᾿ ὑμῶν αἱρουμένας πόλεις ἐνωμότως παραδοῦναι κατέθεσθε. εἷτα αὐτὸς καταψευσάμενος τῶν ὁρκίων, ἀθετήσας [*](Β) δὲ καὶ τὰς εἰρηνικὰς σπονδὲς καὶ ταυτηνὶ τὴν πόλιν ἑλὼν καὶ παραδοὺς ἡμῖν μεταγνοὺς αὖθις κατέσχες, ὥστε μάτην αὐτὸς ἐνταυθοῖ παρεγενόμην ἐπὶ τῷ τὰς παρ᾿ ὑμῶν αἱρουμένας πόλεις ἀναλαβάνεσθαι.” ὁ δὲ Βαϊμοπῦντος “διὰ ἥκεις;” ὁ δὲ “τὰ χρήματα οἱ συνεφεπόμενοι ἡμῖν ἔλαβον ἐπὶ τῷ ἐκθύμως ἀγωνίζεσθαι”. ὁ δὲ Βαϊμοῦντος θυμοῦ πλησθεὶς ἔφη “ἄτερ χρημάτων ἴσθι ὡς οὐδὲ φρούροιν κατασχεῖν δυνηθῇς”. καὶ τηνικαῦτα τὰς ὑπ᾿ αὐτὸν φάλαγγας παρέθηξε μέχρις αὐτῶν πυλῶν τῆς πόλεως ἐξιππάσασθαι. [*](C) οἱ δὲ τοῦ Καντακουζηνοῦ τὰ τείχη τηροῦντες δίκην νιφάδος τοὺς ὀϊστοὺς κατὰ τῶν τοῖς τείχεσι προσπελαζόντων Φράγγων ἐπφιέντες μικρόν τι τούτους ἀπώσαντο. καὶ παραχρῆμα ὁ Βαϊμοῦντος συναγαγὼν ἅπαντας εἰσῆλθεν ἐντὸς τῆς ἀκροπόλεως. ὐποπτεύσας δὲ τὸν φυλάσσοντα κόμητα μετὰ τῶν ὑπ᾿ αὐτὸν Κελτῶν ἕτερον εἰς φυλακὴν τῆς πόλεως ἐπέστησεν ἐκείνους ἐκεῖθεν ἀπελάσας. ἅμα δὲ καὶ τοὺς ἀγχοῦ τῶν τειχῶν ὄντας ἀμπελῶνας ἠρίπωσεν, ὥστε μὴ ἐμποδὼν τοῖς ἱππάζεσθαι μέλλουσι καθεστάναι Λατίνοις. ταῦτα μὲν οὕτω κατατήσας ἐκεπιθεν ἐξελθὼν τὴν Ἀντόχου [*](D) κατέλαβεν· ὁ δέ γε Καντακουζηνὸς οὐκ ἠμέλει παντοίως [*](2 ταῖς addidi 23 ἀπώσαντο ... (p. 142, 11) χεῖρας Om F; scilicet unum folium in codice deest: in mg. m. 2: λείπει ἐντεῦθεν φύλλον ἕν 26 αὐτὸν r: αὐτῶν F)
140
πολιορκῶν τε καὶ διὰ μυρίων μηχανῶν τε καὶ ἐπιχειρημάτων καὶ ἑλεπόλεων συνταράσσων τοὺς ἐντὸς τῆς ἀκροπόλεως Λατίνους. ἀλλὰ καὶ ὁ Μοναστρᾶς διὰ τῆς ἠπείρου ἐρχόμενος μετὰ τοῦ ἱππικοῦ φοσσάτου παραλαμβάνει τήν τε Λογγινιάδα, τὴν Ταρσόν, τὴν Ἀδαναν καὶ τὴν Μάμισταν καὶ αὐτὴν δὴ τὴν Κιλικίαν ἅπασαν.

Πρὸς δὲ τὰς τοῦ αὐτοκράτορος ἀπειλὰς ὁ Βαϊμοῦντος ὀρρωδήσας καὶ μὴ ἔχων ὅ τι καὶ χρήσαιτο πρὸς ἄμυναν (οὔτε γὰρ κατ᾿ ἤπειρον εἶχε στράτευμα οὔτε κατὰ θάλατταν στόλον· ἑκατέρωθεν γὰρ αὐτῷ ὁ κίνδυνος ἐπεκρέματο) [*](Ρ. 3) μηχανᾶταί τι τοιοῦτον σφόδρα μὲν ἀγεννές, σφόδρα δὲ [*](V. 2) πανουργότατον. πρῶτον γὰρ τὴν Ἀντιόχου πόλιν καταλείψας τῷ τοῦ Μαρκέση Ταγγρὲ καὶ τούτου ἀδελφιδῷ αὐτὸς ἁπανταχόθεν φήμας πέμπει περὶ ἑαυτοῦ, ὡς ἄρα ὁ Βαϊμοῦντος ἀποτεθνήκει, καὶ ζῶν ἔτι ὡς περὶ κατοιχομένου αὐτοῦ τὴν οἰκουμένην διέθετο. καὶ ἡ φήμη διέτρεχεν ἁπανταχῇ πτερῶν ταχύτερα καὶ τὸν Βαϊμοῦντον νεκρὸν ἐκήρυττε. καὶ δῆτα ὡς ἑώρα τὰ τῆς φήμης ἀποχρώντως ἔχειν, λάρναξ τὸ ἐντεῦθεν * ξυλίνη καὶ ναῦς διήρης, ἐν ᾗ κατατιθεμένη ἡ λάρναξ καὶ ὁ ἔμπνους οὗτος νεκρὸς ἀπὸ τοῦ Σουδεΐ, ὅπερ ἐστὶ τῆς Ἀντιοχείας ἐπίνειον, ἐπὶ τὴν Ῥώμην ἀπέπλει. καὶ [*](Β) διαπόντιος ὡς νεκρὸς ἐκομίζετο τὰ μὲν ἔξωθεν νεκρὸς καὶ τῇ σορῷ καὶ τοῖς τῶν ἀμφ’ αὐτὸν σχήμασιν (καὶ γὰρ γινόμενοι ἀπέτιλλόν τε τὰς τρίχας οἱ βάρβαροι καὶ σαφῶς ἀνωλόλυζον), τὰ δ’ ἔνδον ἐκεῖνος ἐκτάδην κείμενος μέχρι τούτων νεκρὸς ἦν, τὰ δ’ ἄλλα εἰσέπνει τε τὸν ἀέρα καὶ ἀπέπνει διά τινων κρυφίων ὀπῶν. ταῦτα μὲν ἐν τοῖς παραλίοις· ἐπειδὰν δὲ κατὰ πελάγους τὸ σκάφος γένοιτο, τροφῆς τε αὐτῷ μετεδίδοσαν καὶ ἐπεμελοῦντο· καὶ μετὰ τοῦτο πάλιν οἱ αὐτοὶ θρῆνοι καὶ τὰ αὐτὰ μαγγανεύματα. ἵνα δὲ καὶ δοκοίη ὁ νεκρὸς ἕωλος εἶναι καὶ ὀδωδώς, ἀλεκτρυόνα ἀπο- [*](C) [*](9 εἶχεν ἀξιόλογον Α 19 lacunam signavi: κατεσκευάζετο vel simile verbum deest κατατιθεμένη r: καταθεμένη C)

141
πνίξαντες ἢ ἀποσφάξαντες ἐνέθηκαν τῷ νεκρῷ. καὶ εὐθὺς ἐκεῖνος εἰς τετάρτην ἢ καὶ πέμπτην ἡμέραν βαρυοδμότατος ἦν τοῖς ὄσφρησιν ἔχουσιν. καὶ ἐδόκει μὲν τοῦ χρωτὸς εἶναι τοῦ Βαϊμούντου τὸ βαρὺ τῆς ἀναπνοῆς τοῖς ἔξωθεν ἠπατημένοις· πλέον δ’ ἐκεῖνος ὁ Βαϊμοῦντος τοῦ ἐπιπλάστου κακοῦ συναπέλαυεν, ὥστε ἔγωγε θαυμάζω, πῶς τοσαύτην ὑνήνεγκε τῆς ῥινὸς πολιορκίαν ζῶν ἔτι μετὰ νεκροῦ συμφερόμενος σώματος. ἀλλ’ ἐντεῦθεν μεμάθηκα, ὡς ἄρα πᾶν τὸ βάρβαρον γένος δυσανάκλητον, ἐφ’ ὅπερ ἂν ἐφορμήσειε, καὶ οὐδὲν [*](D) αὐτῷ φορτικώτατον ὃ μὴ ἐνέγκοι καθάπαξ ἐμβαλὸν ἑαυτὸ πρὸς αὐθαιρέτους κακώσεις. καὶ γὰρ οὗτος μηδέπω ἀποθανών, ἀλλὰ σχήματι μόνῳ ἀποθανὼν οὐκ ἀπώκνησε ζῆν μετὰ ἀποθανόντων σωμάτων. τέχνη μὲν οὖν τοῦ βαρβάρου αὕτη πρώτη. καὶ μόνη κατὰ τὴν καθ’ ἡμᾶς οἰκουμένην πέφηνεν εἰς καταστροφὴν ἀποβλέπουσα τῆς Ῥωμαίων ἡγεμονίας. οὐδὲ πρὸ ταύτης βάρβαρος ἢ Ἕλλην τοιαῦτα κατὰ πολεμίων ἐμηχανήσατο οὔτ᾿ ἄν, οἶμαι, μετὰ ταῦτα ὁ καθ’ ἡμᾶς θεάσαιτο βίος. ἐπεὶ δὲ τὴν Κορυφὼ καταλάβοι, ὥσπερ εἰς ἀκρώρειαν τινα γενόμενος καὶ κορυφὴν καὶ κρησφύγετον τὴν [*](P. 342) Κορυφὼ ταυτηνὶ καὶ ἐν τῷ ἀκινδύνῳ τυγχάνων ἀνήγερτό τε ἀπὸ τῶν ἐν δόξῃ νεκρῶν καὶ τὴν νεκροφόρον ἐκεῖσε λάρνακα καταλείψας ἡλίου τε ἐνεφορεῖτο πλείονος καὶ τοῦ ἀέρος ἀνέπνει καθαρωτέρου καὶ περιενόστει τὴν πόλιν τὴν Κορυφώ· ὃν ἑωρακότες ἐν ξένῃ καὶ βαρβαρικῇ στολῇ ἀνεπυνθάνοντο τό τε γένος καὶ τὴν τύχην καὶ τίς τε εἴη καὶ πόθεν ἥκει καὶ εἰς οὓς παραγίνεται. ὁ δὲ τῶν μὲν ἄλλων ὑπερεώρα πάντων, ἀνεζήτει δὲ τὸν δοῦκα τῆς πόλεως. ἠν δὲ ἄρα οὗτος Ἀλέξιός τις θέματος Ἀρμενιακοῦ γενόμενος. ὃν θεασάμενος μετὰ σοβαροῦ τοῦ βλέμματος τε καὶ σχήματος [*](Β) καὶ σοβαρᾷ τῇ φωνῇ χρώμενος καὶ ὅλως βαρβαρικῇ ἀπαγγεῖλαι προσέταττεν Ἀλεξίῳ τῷ αὐτοκράτορι ὅτι “σοὶ [*](1 fort. συνέθηκαν τῷ νεκρῷ vel ἐνέθηκαν τῇ σορῷ, quod malim᾿ Millerus 12 σχήματι Montfaucon: χρήματι C)
142
ἐγὼ Βαϊμοῦντος ἐκεῖνος ὁ τοῦ Ῥομπέρτου, ὃν ὁ ἀνέκαθεν [*](V. 27) χρόνος καὶ σὲ καὶ τὴν ὑπὸ σὲ βασιλείαν ἐδίδαξεν, ὁπόσος τίς εἰμι τὴν ἀνδρείαν καὶ τὴν ἔνστασιν. ἐφ’ ᾧπερ ἂν καὶ τὴν ῥοπὴν λάβοιμι, ὡς οὐκ ἂν ἀνασχοίμην, ἴστω Θεὸς, τῶν πρὸς ἐμὲ γεγενημένων κακῶν. ἐξ ὅτου γὰρ διὰ τῆς Ῥωμαίων τὴν Ἀντιόχου κατέλαβον καὶ Συρίαν ὅλην ἠνδραποδισάμην τῷ ἐμῷ δόρατι, πολλῆς παρὰ σοῦ καὶ τῆς σῆς στρατιᾶς πικρίας ἐνεφορήθην ἐλπίσιν ἐξ ἐλπίδων παραπεμπόμενος καὶ εἰς μυρίας συμφορὰς καὶ πολέμους βαρβαρικούς ἐμβαλλόμενος. [*](C) ἀλλὰ νῦν γε ἴσθι με, κἂν ἀπέθανον, πάλιν ἐξ ὑπαρχῆς ἀναβεβιωκότα καὶ τὰς σὰς διαδεδρακότα χεῖρας. πάντα γὰρ ὀφθαλμὸν καὶ πᾶσαν χεῖρα καὶ γνώμην διαλαθὼν ἐν σχήματι ἀποτεθνηκότος νῦν καὶ ζῶν καὶ κινούμενος καὶ τὸν ἀέρα πνέων ἐκ τῆσδε τῆς Κορυφοῦς διαπέμπω πάνυ μεμισημένας ἀγγελίας τῇ σῇ βασιλείᾳ, ἃς καὶ ἀναμαθὼν ἂν περιχαρῶς ἀποδέξαιο, ὡς τῷ μὲν Ταγγρὲ καὶ ἐμῷ ἀνεψιῷ τὴν Ἀντιόχου πόλιν παρακατεθέμην πρὸς τοὺς σοὺς στρατηγοὺς ἀντίμαχον ἀξιόμαχον καταλείψας καταλείψας αὐτὸς δὲ [*](D) πρὸς τὴν ἰδίαν ἄπειμι χώραν σοὶ μὲν νεκρὸς φημιζόμενος καὶ τοῖς σοῖς, ἐμοὶ δὲ καὶ τοῖς ἐμαυτοῦ καὶ ζῶν καὶ κατὰ σοῦ δεινὰ βουλευόμενος. ἐφ’ ᾧ γὰρ τὴν ὑπὸ σὲ Ῥωμανίαν κλονήσειν, καὶ ζῶν ἀποτέθνηκα καὶ ἀποθανὼν ἔζησα. εἰ γὰρ τὴν ἀντιπέραν ἤπειρον καταλάβοιμι καὶ Λογγιβάρδους καὶ πάντας Λατίνους καὶ Γερμανοὺς καὶ τοὺς καθ’ ἡμᾶς Φράγγους ὀψαίμην, ἄνδρας Ἄρεως μνήμονας, πολλῶν φόνων καὶ πολλῶν αἱμάτων τὰς σὰς ἐμπλήσω καὶ πόλεις καὶ χώρας, ἕως ἂν ἐπ’ αὐτοῦ τοῦ Βυζαντίου τὸ δόρυ πηξαίμην.” εἰς τοσοῦτον ἄρα ὁ βάρβαρος ἀλαζονείας ἐπῆρτο.

[*](1 ὃν ὁ r: ὃν C 2 ὑπὸ r: ὑπὲρ C 8 ἐνεφορήθην r: ἀνεφορήθην F 13 καὶ ante κινούμενος Α om F)
143
[*](P. 345 V. 274)

Τὰ μὲν οὖν τῆς πρώτης τοῦ Βαϊμούντου διαπεραιώσεως ἔργα καὶ ὁπόσα πραγματευσάμενος κατὰ του αὐτοκράτορος φαίνεται τὰ σκῆπτρα τῶν Ῥωμαίων ἑαυτῷ μνηστευόμενος καὶ ὅπως τὴν ἐκεῖθεν ὑποχώρησιν μετὰ ῥᾳδιουργίας προμηθευσάμενος καὶ δὴ καὶ τυχὼν τοῦ σκοποῦ καὶ τοιαύτην τὴν ναυλοχίαν καθαπερεὶ νεκρὸς φερόμενος ποιησάμενος τὴν Κορυφὼ κατέλαβεν, ὧδέ πη περιγεγράφθω. [*](Β) ἐχέσθω δ’ αὖθις ὁ λόγος τῶν μετ’ ἐκεῖνα τούτου πράξεων· καταλαβὼν δὲ ὁ νεκρὸς ὀδωδὼς τὴν Κορυφώ, καθά γε καὶ εἴρηται, καὶ ἀπειλησάμενος διὰ τοῦ ἐκεῖσε δουκὸς τῷ αὐτοκράτορι, ὁπόσα ὁ λόγος φθάσας ἐδήλωσε, πρὸς τὴν Λογγιβαρδίαν τὸν ἀπόπλουν ποιησάμενος ἔργου ἥπτετο σκεπτόμενος αὖθις τὸ Ἰλλυρικὸν καταλαβεῖν καὶ συμμάχους διὰ τοῦτο σπεύδων συναγηοχέναι πλείους τῶν πρὸ τοῦ. καὶ περὶ κήδους [*](346) τῷ ῥηγὶ Φραγγίας ὁμιλήσας τὴν μὲν τῶν θυγατέρων αὐτοῦ εἰς ἰδίαν αὐτῷ γυναῖκα ἐξέδοτο, τὴν δέ γε ἑτέραν διαπόντιον πρὸς τὴν Ἀντιόχου πόλιν ἐξέπεμψεν ἐφ’ ᾧ συναφθῆναι τῷ ἀνεψιῷ αὐτοῦ Ταγγρέ. εἶτα δυνάμεις ἁπανταχόθεν μυριοπληθεῖς συλλεξάμενος ἐκ πάσης τε χώρας καὶ πόλεως τοὺς κομήτας μεταπεμψάμενος μετὰ τῶν ὑπ᾿ αὐτοὺς στρατευμάτων τὴν πρὸς τὸ Ἰλλυρικὸν διαπεραίωσιν ἐπετάχυνεν. ὁ γοῦν βασιλεὺς τὰ διὰ τοῦ Ἀλεξίου πρὸς αὐτὸν διαμηνυθέντα ἀκηκοὼς εὐθὺς κατὰ πάσας τὰς χώρας, Πίσσαν τε [*](Β) καὶ Γένουαν καὶ Βενετίαν γράμματα ἐπέστελλε προπαρασκευάζων αὐτοὺς μὴ συναπαχθέντας τοῖς ἀπατηλοῖς του Βαϊμούν-

144
του λόγοις ἐκείνῳ συνεφέψεσθαι. καὶ γὰρ περιιὼν ἁπάσας τὰς χώρας καὶ πόλεις λολλὴν τὴν ξκατὰ τοῦ αὐτοκράτορος καταδρομὴν ἐποιεῖτο καγάνον ὀνομάζων αὐτὸν καὶ τῶν Χριστιανῶν πολέμιον. ἐπεὶ δὲ καὶ ὁ Βαβυλώνιος τριακοσίους φθάσας κατέσχε τότε κόμητας, ὁπότε τὰ ἄπειρα πλήθη τῶν Κελτῶν διὰ τῆς ἑσπέρας διαπεραιωσάμενα τὴν Ἀσίαν τήν τε Ἀντιόχου πόλιν καὶ τὴν Τύρον καὶ τὰς παρακειμένας ἁπάσας πόλεις καὶ χώρας ἐμάστιζον, καὶ δεσμώτας ἐμφρούρους εἶχεν, ἡ δὲ φρουρὰ δεινή τῶν πάλαι γεγενημένων, καὶ τὰ περὶ τῆς τούτων ἁλώσεως καὶ τὰ ἐντεῦθεν συμπεσόντα [*](C) τούτοις δεινὰ μεμαθηκὼς ὁ αὐτοκράτωρ ἐδάκνετο τὴν ψυχὴν καὶ ὅλος τῆς ἐκείνων ἀναρρύσεως ἀγεγόνει. καὶ μεταπεμψάμενος Νικήταν τὸν Πανουκωμίτην μετὰ χρημάτων πρὸς τὸν Βαβυλώνιον ἐξαπέστειλε γραφὰς πρὸς αὐτὸν ἐγχειρίσας, δι᾿ ὧν τοὺς δορυαλώτους ἐκείνους ᾐτεῖτο κόμητας πολλὰς ὑποσχόμενος αὐτῷ τὰς χάριτας, εἰ τούτους λύσας τῶν δεσμῶν ἀπολύσει. ὁ δὲ Βαβυλώνιος τὸν Πανουκωμίτην θεασάμενος [*](V.) καὶ ἀκούσας, ἅττα δὴ παρὰ τοῦ αὐτοκράτορος πρὸς αὐτὸν διεμηνύθη, ἀνελίξας δὲ καὶ τὰς γραφὰς λύει μὲν παραχρῆμα [*](D) τοὺς κόμητας τῶν δεσμῶν, ἐξάγει δὲ καὶ τῆς φρουρᾶς· οὐ μέντοι γε παντελοῦς ἐλευθερίας αὐτοὺς ἀξιοῖ, ἀλλὰ τῷ Πανουκωμίτῃ παραδίδωσι πρὸς τὸν αὐτοκράτορα τούτους ἐξαποστείλας μηδ᾿ ὁτιοῦν τῶν ἀποσταλέντων χρημάτων ἀναλαβόμενος· εἴτε δὲ ὡς μὴ ἀποχρῶντα πρὸς τοσούτων λύτρον, εἴτε καὶ δωροληψίας ἐκφεύγων ὑπόνοιαν καὶ ὡς μὴ φαίνοιτο τιμῆς τούτους ἀποδόμενος, ἀλλὰ καθαρὰν τὴν χάριν [*](P.) ἀπονέμων τῷ βασιλεῖ καὶ ἀκίβδηλον, εἴτε καὶ πλειόνων ἐφιέμενος, Θεὸς ἄν εἰδείη. τούτους ὁ βασιλεὺς καταλαβόντας θεασάμενος ὑπερηγάσθη μὲν τὴν τοῦ βαρβάρου γνώμην καὶ τεθαύμακεν, ἐπιπόνων δὲ τούτους περὶ τῶν συμβεβηκότων αὐτοῖς ἐπερωτήσας καὶ μεμαθηκώς, ὅπως ἐπὶ τοσοῦτον χρόνον καὶ τοσούτων κύκλων περιόδους ἕμφρουροι ὄντες [*](3 αὐτὸν Α om F 10 τὰ ant περὶ addidi 20 καὶ addidi)
145
οὐδὲ ἅπαξ ἥλιον ἐθεάσαντο οὐδὲ τῶν δεσμῶν ἐλύθησαν, ἀλλὰ καὶ τροφῶν παντοίων ἄγευστοι τὸ παράπαν ἐπὶ τοσοῦτον διαμεμενήκεσαν μόνου ἄρτου καὶ ὕδατος μεταλαμβάνοντες, [*](Β) οἰκτείρας τοῦ πάθους καὶ θερμὸν καταστάξας δάκρυον πολλῆς παραχρῆμα ἠξίου φιλοφροσύνης χρήματά τε ἐπιδοὺς καὶ ἄμφια παντοῖα παρασχὼν ἐς βαλανεῖα τε προτρεπόμενος καὶ παντοίως τῆς τοσαύτης κακότητος ἀνακτήσασθαι τούτους μηχανώμενος. οἱ δὲ ἔχαιρον ἐφ’ οἷς παρὰ τοῦ αὐτοκράτορος εὖ πεπόνθασιν, οἱ πρὶν ἐχθροὶ καὶ πολέμιοι, οἱ παραβάται τῶν πρὸς αὐτὸν ὁρκίων καὶ ὑποσχέσεων, τὴν τοσαύτην ἐς αὐτοὺς κατανοοῦντες ἀνεξικακίαν. ὁ δὲ μεθ’ ἡμέρας μεταπεμψάμενος τούτους ἔφη “ἄδειαν ὑμῖν τοῦ λοιποῦ δίδωμι, ἵνα ὁπόσον βούλεσθε κατὰ ταύτην τὴν [*](C) πόλιν ἐγκαρτερήσητε μεθ’ ἡμῶν. ὁπηνίκα δέ τις τῶν οἰκείων ἐπιμνησθεὶς ἐθελήσοι ἀναχωρεῖν, ἀκωλύτως καὶ τῆς πρὸς τὰ οἴκοι φερούσης ἅψαιτο συνταξάμενος ἡμῖν καὶ οὕτως διὰ χρημάτων καὶ παντοίας ἄλλης οἰκονομίας ἐφοδιασθεὶς καλῶς διευθετηθείη. καὶ ἁπλῶς καὶ παρεῖναι καὶ ἀπεῖναι ἄδειαν ἔχειν ὑμᾶς βούλομαι καὶ τὸ βουλητὸν ὡς ἐλευθέρους κατὰ τὴν οἰκείαν γνώμην πράττειν.” ἦσαν μὲν οὖν τέως οἱ κόμητες μετὰ τοῦ αὐτοκράτορος παντοίας, ὡς εἴρηται, θεραπείας ἀξιούμενοι καὶ δυσαποσπάστως αὐτοῦ ἔχοντες. ἐπεὶ δὲ τὴν Λογγιβαρδίαν ὁ Βαϊμοῦντος καταλαβών, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, πλείω τῶν προτέρων στρατευμάτων σπεύδων συναγαγεῖν πολλὰ τοῦ αὐτοκράτορος κατέτρεχε κατὰ πᾶσαν πόλιν [*](D) καὶ χώραν περιιὼν καὶ παγάνον αὐτὸν λαμπρᾷ τῇ φωνῇ ἀνακηρύττων καὶ τοῖς παγάνοις ὅλῃ γνώμῃ ἐπαρήγοντα, τοῦτο ὁ αὐτοκράτωρ μεμαθηκὼς τοὺς ῥηθέντας κομήτας τὸ μέν τι καὶ αὐτῶν προθυμουμένων ἤδη πρὸς τὰς σφῶν ἀπιέναι χώρας, τὸ δέ τι καὶ πρὸς ἔλεγχον τῶν κατ’ αὐτοῦ παρὰ τοῦ Βαϊμούντου διακηρυκευομένων δαψιλεῖς τὰς δωρεὰς ἐπιχορηγήσας [*](348) αὐτοῖς οἴκαδε ἐξαπέστειλεν. αὐτὸς δὲ πρὸς τὴν [*](3 μεταλαμβάνοντος F)
146
Θετταλοῦ πόλιν σπουδαίως ἐξῄει, ἅμα μὲν καὶ τοὺς νεήλυδας τὰ στρατιωτικὰ παιδεύειν, ἅμα δὲ καὶ τὸν Βαϊμοῦντον [*](V. 2) ἐκ τῆς περὶ αὐτοῦ φήμης ἀπείργεσθαι τῆς ἀπὸ Λογγιβαρδίας πρὸς τὴν ἡμεδαπὴν διαπεραιώσεως. ἀπελθόντες τοῖν οἱ κόμητες ἐκεῖνοι ἔλεγχοι τοῦ Βαϊμούντου γεγόνασιν ἀψευδέστατοι ἀπατεῶνα ἀποκαλοῦντες αὐτὸν καὶ μηδ᾿ ἐπὶ τῷ τυχόντι ἐπαληθεύοντα κατὰ πρόσωπον αὐτὸν πολλάκις ἐγέγχοντες καὶ κατὰ πᾶσαν πόλιν καὶ χώραν ἀποκηρύττοντες, μάρτυρας αὐτοπίστους ἑαυτοὺς παριστῶντες.

Ἐπεὶ δ’ ἡ τοῦ Βαϊμούντου διαπεραίωσις ἁπανταχῇ διεδίδοτο καὶ πολλῶν ἐδεῖτο ὁ αὐτοκράτωρ δυνάμεων καὶ [*](Β) ἀναλόγου στρατεύματος ἀντικαθισταμένου πρὸς τὰ Κελτικά πλήθη, οὐκ ἔμελλεν οὐδ’ ἀνεδύετο, ἀλλὰ τοὺς περὶ τὴν Κοίλην Συρίαν μετεπέμπετο, τὸν Καντακουζηνόν φημι καὶ τὸν Μοναστρᾶν· ὁ μὲν γὰρ τὴν Λαοδίκειαν ἐφρούρει, ὁ δὲ τὴν Ταρσόν. τούτους οὖν ἐκεῖθεν μεταπεμπόμενος οὐκ ἐρήμους τὰς ὑπ’ αὐτῶν φρουρουμένας χώρας καὶ πόλεις κατέλιπεν· ἐς μὲν γὰρ τὴν Λαοδίκειαν τὸν Πετζέαν μεθ’ ἑτέρων ἐκπέμπει δυνάμεων, ἐς δέ γε Ταρσὸν καὶ ἁπάσας τὰς ὑπὸ τὸν Μοναστρᾶν πόλεις καὶ χώρας τὸν Ἀσπιέτην. ἀνὴρ δὲ οὗτος εὐγενὴς ἐξ Ἀρμενίων ὁρμώμενος καὶ τῶν ἐπ’ ἀν- [*](C) δρείᾳ διαβεβοημένων, ὡς ἡ φήμη τὸ τηνικαῦτα ἐκήρυττε, κἂν ὁ τότε καιρὸς οὐ πάνυ τοιοῦτον ὄντα ἐξήλεγξεν ὅσον γε τὰ εἰς στρατηγικὴν δύναμιν. ὁ μὲν γὰρ τῆς Ἀντιόχου ἐπιτροπεύων Ταγγρέ, ὃν ὁ λόγος φθάσας καταλέλοιπεν ἐν Συρίᾳ, φήμας τε ὑπεπέμπετο πυκνάς, ὡς ἄρα ταχὺ καταλάβοι τὴν Κιλικίαν ἐφ’ ᾧ πολιορκήσειν αὐτὴν καὶ τῶν τοῦ βασιλέως ἀφελέσθαι χειρῶν, ἅτε ἰδίαν οὖσαν καὶ τῷ δόρατι τούτου τῶν Τούρκων ἀφαιρεθεῖσαν· καὶ οὐ μόνον φήμας τοιαύτας πανταχόσε κατέπεμπεν, ἀλλὰ καὶ διὰ γραμμάτων ἠπείλει [*](D) τὰ χείρω τούτων· ἃ καὶ τῷ Ἀσπιέτῃ καθ’ ἡμέραν ἑκάστην ἐνεχειρίζετο. καὶ οὐκ ἠπείλει μόνον, ἀλλὰ καὶ τῶν ἀπειλῶν [*](13 ἔμελεν F)

147
πρόδρομά τινα καὶ ἐποίει καὶ καθυπισχνεῖτο ποιεῖν δυνάμεις τε συναγηοχὼς ἁπανταχόθεν ἐξ Ἀρμενίων τε καὶ Κελτῶν καὶ τούτους καθ’ ἑκάστην ἡμέραν γυμνάζων καὶ πρὸς παρατάξεις καὶ μάχας ἐξομαλίζων τὸ στράτευμα καὶ ἔστιν οὗ καὶ εἰς προνομὰς ἀποστέλλων καὶ τὸν καπνὸν πρὸ τοῦ πυρὸς παρεμφαίνων τά τε πολιορκητικὰ ὄργανα κατασκευαζόμενος καὶ [*](P. 349) παντοιοτρόπως πρὸς τὴν πολιορκίαν ἑαυτὸν ἀνιστῶν. ἀλλὰ ταῦτα μὲν ἐκεῖνος· ὁ δὲ Ἀρμένιος Ἀσπιέτης ὥσπερ μηδενὸς αὐτῷ ἐπικειμένου μηδὲ φοβοῦντος μηδὲ τοσοῦτον ἐπικρεμαννύντος κίνδυνον ἐκάθητο ῥᾳθυμῶν βαρυτάτους πότους νύκτωρ ἑαυτῷ συνίστων. καίτοι ἀνδρικώτατός τε ἦν καὶ Ἄρεως ὑπασπιστὴς γενναιότατος· ἐπὰν δὲ Κιλικίᾳ πόρρω δεσποτικῆς χειρὸς γεγονὼς καὶ ἐναυθεντήσας τοῖς πράγμασι τρυφαῖς ἑαυτὸν ἐκδεδώκει παντοίαις. οὕτως ὁ Ἀρμένιος ἐκεῖνος ἐκθηλυνόμενος καὶ διαρρέων διηνεκῶς, ἐπειδὴ καταλάβοι ὁ τῆς πολιορκίας καιρός, ἀναπεπτωκὼς ὤφθη πρὸς στρατιώτην φερεπονώτατον τὸν Ταγγρέ. καὶ [*](Β) οὔτε πρὸς τὰς βροντὰς ἐκείνου τῶν ἀπειλῶν κατεκροτήθη [*](V. 277) τὴν ἀκοὴν οὔτε κεραυνοφόρου τούτου ἐληλυθότος διὰ τῶν κατὰ Κιλικίαν πορθήσεων πρὸς τὰς ἀστραπὰς ἐνητένιζεν. ὁ μὲν γὰρ ἀθρόν ἀθρόον ἐξ Ἀντιοχείας στρατεύσας στρατὸν μυρίανδρον καὶ διχῆ τούτους διελόμενος τοὺς μὲν διὰ τῆς ἠπείρου πέμπει ταῖς Μόψου πόλεσι, τοὺς δὲ ναυσὶ τριήρεσιν ἐμβαλὼν διὰ τῆς θαλάττης ἄγει τῷ ποταμῷ Σάρωνι. ῥεῖ δὲ ἄνωθεν οὗτος ἀπὸ τῶν τοῦ Ταύρου ὀρῶν καὶ διὰ μέσου παραρρέων τῶν δυεῖν πόλεων Μόψου, τῆς τε [*](C) καταλελυμένης καὶ τῆς ἱσταμένης, ἐς τὸ Συριακὸν ἐκδίδωσι πέλαγος. ἀφ’ οὗ αἱ νῆες ἀναπλεύσασαι τοῦ Ταγγρὲ καὶ τῷ στόματι πελάσασαι τούτου τοῦ ποταμοῦ πρὸς τὰς γεφύρας ἀνήχθησαν, αἳ τὰς ἀμφοτέρας πόλεις ξυνάπτουσι. περιερρεῖτο τοίνυν ἡ πόλις ἑκατέρωθεν τῷ στρατεύματι βαλλομένη. ἔνθεν τοι καὶ ῥᾳδίως εἶχον διαναυμαχεῖν πρὸς τὴν πόλιν οὗτοι καὶ πεζομαχεῖν ἐκ θατέρου οἱ ἀπὸ τῆς γῆς αὐτὴν ἐπιθλίβοντες. ὁ δὲ ὥσπερ μηδεμιᾶς καινοτομίας
148
ὑπούσης μηδὲ τοσούτου σμήνους στρατιωτῶν περιβομβοῦντος κύκλῳ τὴν πόλιν ὀλίγα τούτων ἐφρόντιζεν οὐκ οἶδ’ ὅ παθὼν καὶ ἀναξίως τότε τῆς αὐτοῦ γενναιότητος διατεθείς. τοῦτο εὐμισητότατον τὸν ἄνδρα τῷ βασιλικῷ στρατεύματι [*](D) πεποίηκε. τί οὖν ἔδει παθεῖν τὰς Κίλικας πόλεις ὑπὸ τηλικούτου καταστρατηγουμένας ἀνδρός; τά τε γὰρ ἄλλα Ταγγρὲ ῥωμαλεώτατος τῶν κατ᾿ αὐτὸν ἐγεγόνει καὶ εἰς στρατηγικὴν ἐμπειρίαν τῶν σφόδρα θαυμαζομένων, πολιορκῆσαι δὲ πόλεις ἀφυκτότατος στρατηγός. καὶ θαυμάσειέ τις ἐνταυθοῖ γεγονώς, πῶς τὸν αὐτοκράτορα διέλαθε τὸ τοῦ Ἀσπιέτου ἀπειροπόλεμον. ἐγὼ δ’ ἂν ὑπεραπολογησαίμην τοὐμοῦ πατρός, ὅτι τὸ τοῦ γένους ἐπίσημον τὸν αὐτοκράτορα πέπεικεν, [*](Ρ.) ὡς ἥ τε τοῦ γένους λαμπρότης καὶ τὸ τοῦ ὀνόματος περιβόητον πολλὰ συνεισενεγκεῖν ἔχοι τῇ τοῦ Ἀσπιέτου ἀρχῇ. ἦν γὰρ τῶν Ἀρσακιδῶν τὰ πρῶτα φέρων ἐκεῖνος καὶ ἐκ βασιλικοῦ καταγόμενος αἵματος. ἔνθεν τοι καὶ στρατοπεδάρχην αὐτὸν ἠξιώκει πάσης ἀνατολῆς καὶ εἰς ὑπερηφάνους βαθμίδας ἀνήνεγκεν ἄλλως τε καὶ πεῖραν τῆς ἀνδρείας ἐκείνου λαβών. καὶ γὰρ ὁπόταν τῷ Ῥομπέρτῳ συνεκρότησε πόλεμον ὁ αὐτοκράτωρ καὶ ἐμὸς γενετῆς, καθάπερ ἐμνημόνευσα, κατὰ τὴν τοῦ πολέμου ἐκείνου σύρραξιν Κελτός τις ὑπερωμίας ἰθύνας [*](Β) τὸ δόρυ καὶ μυωπίσας τὸν ἵππον καθάπερ τις σκηπτὸς ἐμπίπτει τῷ Ἀσπιέτῃ. ὁ δὲ τοῦ ξίφους ἐπιδραξάμενος δέχεται τὴν τοῦ Κελτοῦ βιαίαν φορὰν καὶ τιτρώσκεται μὲν καιριωτάτην πληγὴν τοῦ δόρατος τὸν πνεύμονα μὲν παραμείψαντος, ἐκεῖθεν δὲ διὰ τῆς ῥάχεως διενεχθέντος· ὁ δὲ μήπω συγχυθεὶς τῇ πληγῇ μηδὲ τῆς ἔδρας ἐκκυλισθείς, ἀλλ’ ἔδρασας ἑαυτὸν ἰσχυρότερον παίει τὸν βάρβαρον κατὰ τῆς κόρυθος καὶ δίχα διαιρεῖ καὶ τὴν κεφαλὴν καὶ τὴν κόρυθα. καὶ πίπτουσι καὶ ἄμφω τῶν ἵππων, ὁ μὲν νεκρὸς ὁ Κελτός, ὁ [*](C) δ’ Ἀσπιέτης ἔτι ἐμπνέων. ὃν οἱ ἀμφ’ αὐτὸν ἀνελόμενοι γεγονότα παντάπασιν ἔξαιμον καὶ καλῶς ἐπιμεληθέντες πρὸς [*](V.) [*](27 ἐκκυλυσθεὶς F)
149
τὸν αὐτοκράτορα ἤνεγκαν δεικνύντες καὶ τὸ δόρυ καὶ τὴν πληγὴν καὶ τὸν θάνατον τοῦ Κελτοῦ διηγούμενοι. ταύτης τῆς οὐκ οἶδ’ ὅπως ἀνδρείας καὶ τόλμης τὸ τηνικαῦτα τῷ Ἀσπιέτῃ μεμνημένος ὁ αὐτοκράτωρ καὶ τούτοις ἐπισυνάψας τὸ γένος καὶ τὴν ἀπὸ τοῦ γένους εὔκλειαν * ἀξιόμαχον στρατηγὸν ἀποστέλλει κατὰ τὴν Κιλικίαν πρὸς τὸν Ταγγρὲ στρατοπεδάρχην τετιμηκώς, καθάπερ φθάσασα γέγραφα.

Ἀλλὰ ταῦτα μὲν περὶ τούτων· πρὸς δέ γε τοὺς [*](D) κατὰ τὴν ἑσπέραν ἐνδιατρίβοντας ἡγεμόνας ἑτέρας ἐκπέμπει γραφὰς κατευθὺ Σθλανίτζης τὴν πορείαν ἐντειλάμενος κοιεῖσθαι. τί δέ; τοὺς μὲν προμάχους μετεκαλεῖτο, αὐτὸς δὲ ἀναπεπτώκει ῥᾳστώνης ἀπολαύων καὶ βαλανείοις χρώμενος, ὁποῖα εἰώθασιν οἱ τὸν βοσκηματώδη βίον προελόμενοι βασιλεῖς; οὐμενοῦν, ἀλλ’ οὐδὲ περὶ τὰ ἀνάκτορα ὅλως ἐνδιατρίβειν [*](351) ἔτι ἠνέσχετο. ἐξεληλυθὼς δὲ τοῦ Βυζαντίου, ὡς ἄνωθεν εἴρηται, κατὰ τὸ μέσον τῶν ἑσπερίων ἐληλύθει χωρῶν τὴν Θετταλοῦ πόλιν καταλαβὼν εἰς μῆνα Σεπτέμβριον ἐπινεμήσεως τεσσαρεσκαιδεκάτης εἰκοστοῦ ἔτους ὄντος, ἐξ οὗ τὰς τῆς βασιλείας ἡνίας περιεζώσατο. καὶ τὴν Αὔγουσταν δὲ παρεβιάσατο συνεξεληλυθέναι μετ’ αὐτοῦ. ὁ γὰρ τρόπος ἐκείνης τοιοῦτός τις ἦν. οὐ πάνυ τι δημοσιεύεσθαι ἤθελεν, ἀλλὰ τὰ πολλὰ μὲν οἰκουροῦσα ἦν καὶ τὰ ἐκείνης ἔργα ἐποίει, λέγω δὲ βίβλων τε ἀνελίξεις τῶν μακαρίων ἀνδρῶν καὶ τὸ πρὸς ἑαυτὴν ἐπιστρέφειν καὶ εὐποιίας καὶ χάριτας [*](Β) εἰς ἀνθρώπους, μάλιστα δὲ εἰς ἐκείνους, οὓς οἶδεν ἀπό τε τοῦ σχήματος ἀπό τε τοῦ βίου θεραπεύειν Θεὸν καὶ προσευχῇ προσανέχειν καὶ καταλλήλοις ᾠδαῖς. ἐπειδὰν δὲ μέλλοι δημοσιεύσειν ἑαυτὴν κατά τινα χρείαν ἀναγκαιοτάτην ὡς βασιλίδα, αἰδοῦς τε ὑπεπίμπλατο καὶ ἐρύθημα εὐθὺς ἐξηνθήκει ταῖς παρειαῖς. καὶ ἡ μὲν φιλόσοφος Θεανὼ τοῦ πήχεως αὐτῆς γυμνωθέντος, ἐπειδή τις παίζων εἰρήκει πρὸς ταύτην “καλὸς ὁ κῆχυς”, “ἀλλ᾿ οὐ δημόσιος” εἶπεν ἐκείνη· [*](1 τὸ addidi 5 lacunam signavi: ἀξιῶν ἀξιόμαχον?)

150
ἡ δὲ βασιλὶς καὶ μήτηρ ἐμή, τὸ τῆς σεμνότητος ἄγαλμα, το τῆς ἁγιότητος καταγώγιον, μὴ ὅτι γε πῆχυν ἢ βλέμμα δημοσιεύειν [*](C) ἠγάπα, ἀλλ’ οὐδὲ φωνὴν ἐκείνης ἤθελεν εἰς ἀσυνήθεις παραπέμπεσθαι ἀκοάς. τοσοῦτον ἦν ἐκείνη χρῆμα θαυμάσιον εἰς αἰδῶ. ἐπεὶ δὲ ἀνάγκη οὐδὲ θεοί, φησι, μάχονται, ἀναγκάζεται πρὸς τὰς συχνὰς τοῦ αὐτοκράτορος ἐκστρατεύσεις αὐτῷ παρακολουθεῖν. κατεῖχε μὲν γὰρ αὐτὴν ἡ σύμφυτος αἰδὼς ἔνδον τῶν βασιλείων, τὸ δὲ πρὸς τὸν αὐτοκράτορα φίλτρον καὶ ἡ διάπυρος πρὸς ἐκεῖνον ἀγάπη ἐξῆγεν αὐτὴν καὶ μὴ βουλομένην τῶν ἀνακτόρων διὰ ταυτασὶ τὰς αἰτίας, πρῶτον μὲν ὅτι τὸ συμπεσὸν αὐτῷ νόσημα τῶν ποδῶν ἐπιμελείας ἐδεῖτο πλείστης. καὶ γὰρ ἀλγηδόνας εἶχε [*](D V.) δριμείας ὁ αὐτοκράτωρ ἐκ τῆς ποδαλγικῆς διαθέσεως καὶ οὐδεμίαν ἐπαφὴν οὕτω προσίετο ὡς τῆς ἐμῆς δεσποίνης καὶ μητρός. ἐμμελῶς τε γὰρ αὐτῷ προσεφέρετο καὶ προσψαύουσα δεξιῶς τὰς ὀδύνας τῶν ποδῶν ὑπεκούφιζέ πως. ὁ γάρ τοι βασιλεὺς ἐκεῖνος (καὶ μοὶ μηδεὶς τῆς ἐπιμεμφέσθω· τὰ γὰρ οἰκεῖα θαυμάζω· μηδ’ ὡς καταψευδομένην τοῦ αὐτοκράτορος ὑφοράσθω· τὰ γὰρ ἀληθῆ [*](Ρ.) λέγω) πάντα τὰ ἑαυτοῦ καὶ τὰ κατ' αὐτὸν κατόπιν ἐποιεῖτο τῆς σωτηρίας τῶν πόλεων. οὐδὲν γὰρ ἐχώριζεν αὐτὸν τῆς τῶν Χριστιανῶν ἀγάπης, οὐκ ἀλγηδόνες, οὐχ ἡδοναί, οὐ πολέμων κακώσεις, οὐκ ἄλλο οὐδέν, οὐ μικρὸν οὐ μέγα, οὐχ ἡλίου φλογώσεις, οὐ χειμώνων δριμύτητες, οὐ προσβολαὶ βαρβάρων παντοδαπαί· ἀλλ’ ἀκλινῶς εἶχε πρὸς ἅπαντα ταῦτα καὶ ὤκλαζε μὲν πρὸς τὴν φύρσιν τῶν νοσημάτων, ἀντανέθορε δὲ πρὸς τὴν βοήθειαν τῶν πραγμάτων. δεύτερον δὲ καὶ μέγιστον αἴτιον τοῦ τὴν βασιλίδα συνοπαδὸν εἶναι τῷ αὐτοκράτορι, ὅτι τοι πολλῶν ἐπιβούλων ἀναφυομένων [*](Β) ἁπανταχόθεν πολλῆς ἐδεῖτο τῆς ἐπιβλέψεως καὶ ὡς ὄντως πολυομμάτου δυνάμεως. καὶ γὰρ καὶ νὺξ αὐτῷ ἐπίβουλος ἦν καὶ τὸ μεσαίτατον τῆς ἡμέρας, καὶ ἡ ἑσπέρα προσανπολλῶν? [*](21 26 φύρσιν r: φύσιν F)
151
έφυέ τι κακὸν καὶ ἡ πρῷα ἐτέκταινε χείριστα· μάρτυς τούτων Θεὸς. ἆρ’ οὖν οὐκ ἔδει τὸν βασιλέα ὑπὸ τοσούτων κακῶν ἐπιβουλευόμενον ὑπὸ μυρίων ὀμμάτων φρουρεῖσθαι, [*](C) τῶν μὲν ἐπιτοξαζόντων αὐτῷ, τῶν δὲ τὸ ξίφος παραθηγόντων, τῶν δ’ ἀφιέντων, ὁπόταν οὐκ ἐνῆν τι δρᾶσαι, λοίδορον γλῶτταν καὶ τὸ κακῶς εἰπεῖν; τίνα τοίνυν ἔδει παρεῖναι τῷ βασιλεῖ σύμμαχον παρὰ τὴν σύμφυτον σύμβουλον; τίς μᾶλλον ἐκείνης πλέον ἐπεσκέπτετο μὲν τὸν αὐτοκράτορα, ὑπεβλέπετο δὲ τοὺς ἐπιβουλεύοντας, [τίς] ὀξεῖα μὲν τὸ ἐκείνῳ ἰδεῖν, ὀξυτέρα δὲ τὸ παρὰ τῶν ἐχθρῶν σκευωρούμενον [*](D) κατιδεῖν; διὰ ταῦτα καὶ πάντα ἐν πᾶσιν ἦν ἡ ἐμὴ μήτηρ τῷ δεσπότῃ μου καὶ πατρί, καὶ νύκτωρ ἄγρυπνον ὄμμα καὶ ἡμέρας περιφανέστατος φυλακτὴρ καὶ τραπέζης καιροῖς ἀντίδοτος ἀγαθὴ καὶ τῆς ἀπὸ τροφῶν ἀδικίας φυγαδευτήριον [*](P. 353) φάρμακον. ταῦτα τοίνυν τὰ αἴτια τὴν σύμφυτον αἰδῶ τῆς γυναικὸς ἐκείνης παρηγκωνίζετο, καὶ ἐθάρρει τοὺς ἄρρενας ὀφθαλμούς· καίτοι οὐδὲ τότε τῆς συνήθους εὐκοσμίας ἐπελανθάνετο, ἀλλὰ καὶ βλέμματι καὶ σιγῇ καὶ τῇ περὶ αὐτὴν [*](V. 280) θεραπείᾳ τοῖς πλείοσι μὲν ἀγνωστότερα ἐτύγχανε· καὶ τοῦτο μόνον, ὅτι βασιλὶς παρέπεται τῷ στρατεύματι, ὁ φερόμενος ταῖν ἡμιόνοιν οἰκίσκος ἐδείκνυ καὶ τὸ ἄνωθεν βασιλικὸν καταπέτασμα, τὰ δ’ ἄλλα ἐπηλυγάζετο τὸ θεῖον ἐκείνης σῶμα. μόνον ὅτι πρόνοιά τις ἀρίστη τὰ κατὰ τὴν νόσον τοῦ βασιλέως διεξάγοι καὶ φρουρὰ βασιλέως ἀκοίμητος παρὰ πᾶσι [*](Β) διεγινώσκετο καὶ ὄμμα ἐγρηγορὸς καὶ μὴ ἐπινυστάζον τοῖς πράγμασι. καὶ ἡμεῖς δέ, ὅσοι περὶ τὸν αὐτοκράτορα εὖνοι, περὶ τὴν ἐκεῖνον φρουρὰν διεπονούμεθα τε καὶ συνῃρόμεθα τῇ δεσποίνῃ καὶ μητρὶ ἕκαστος ὡς εἶχεν ὅλῃ ψυχῇ καὶ γνώμῃ μηδ’ ἐπινυστάζοντες ὅλως. ταῦτα πρὸς τοὺς φιλοσκώμμονας καὶ τὰς φιλολοιδόρους γλώττας γεγράφαται. τόν τε γὰρ ἀναίτιον ὑπ’ αἰτίασιν ἄγουσι (καὶ τοῦτον οἶδε ἀνθρώπινον τρόπον καὶ ἡ Ὁμήρου Μοῦσα) καὶ τὰ καλῶς [*](9 τίς seclusi 32 II. 11, 654. 13, 775 Od. 20, 135)
152
πεπραγμένα διαφαυλίζουσι καὶ ὑπὸ μέμψιν ποιοῦσι τὸ ἄμεμπτον. καίτοι ἐκείνη κατὰ τὴν ἐκστρατείαν τὴν κατ’ ἐκεῖνο [*](C) καιροῦ γεγονυῖαν (κατὰ γὰρ τοῦ Βαϊμούντου τὴν ὁρμὴν βασιλεὺς ἐπεποίητο) τὸ μέν τι ἄκουσα, τὸ δ’ ἑκουσίως συνείπετο. οὐ γὰρ συνεισβαλεῖν ἔδει τὴν βασιλίδα τῷ βαρβαρικῷ στρατεύματι. πῶς γὰρ ἄν; Τομύριδος ταῦτα καὶ Σπαρέθρας τῆς Μασσαγέτιδος, ἀλλ’ οὐχὶ τῆς ἐμῆς Εἰρήνης. ἄλλοσε γὰρ ἐτρέπετο τὸ ταύτης ἀνδρεῖον καὶ ἄλλως ἐξώπλιστο, ἀλλ’ οὐ τῷ τῆς Ἀθηνᾶς δόρατι οὐδὲ τῇ κυνέῃ τοῦ Ἄιδος· ἀλλ᾿ ἀσπὶς μὲν ἐκείνῃ καὶ θυρεὸς καὶ ξίφος ἐς τὸ πρὸς τὰς συμφορὰς καλῶς ἀντιπαρατάσσεσθαι καὶ τὰς τοῦ [*](D) βίου ἐπαναστάσεις, ἃς οἶδεν ἡ βασίλεια τοῖς βασιλεῦσιν ἐπικειμένας, ἡ περὶ τὰ πράγματα δραστηριότης καὶ τὸ κατὰ τῶν παθῶν ἐπιπληκτικώτατον καὶ ἡ ἀνυπόκριτος πίστις, ὡς Σολομῶντι δοκεῖ. οὕτως ἡ ἐμὴ μήτηρ καὶ πρὸς τοιούτους [*](Ρ. 3) πολέμους ἐσκεύαστο, τὰ δ’ ἄλλα εἰρηνικωτάτη ἦν κατὰ τοὔνομα. ἀλλ’ ἐπειδὴ τὰ μὲν τῆς συμπλοκῆς τῶν βαρβάρων ἔμελλε, πρὸς δὲ παρασκευὴν τῶν τῆς συμπλοκῆς ὁ βασιλεὺς ἀφεώρα καὶ τὰ μὲν ἀσφαλίσασθαι τῶν φρουρίων σκοπὸν εἶχε, τὰ δὲ κατοχυρῶσαι καὶ ὅλως εὔοδα πάντα τὰ κατὰ τοῦ Βαϊμούντου καταστήσασθαι ἔσπευδε, συνεξυπήγετο καὶ τὴν βασιλίδα τό μέν τι καὶ ἑαυτοῦ ἕνεκα καὶ δι’ ἃς αἰτίας εἰρήκειμεν, τὸ δέ τι καὶ ἐν τῷ ἀκινδύνῳ τῶν πραγμάτων ἔτι καθεστηκότων καὶ μήπω καιροῦ πολέμου ἐπιδεδημηκότος. ἀναλαβομένη τοίνυν [*](B) ὁπόσον διὰ χρυσοῦ καὶ ἄλλης ποιότητος προσῆν αὐτῇ χάραγμα καὶ ἕτερά τινα τῶν χρημάτων ἔξεισι τῆς πόλεως. καὶ τοῦ λοιποῦ ἐν τῷ διιέναι τὰς ὁδοὺς πᾶσι τοῖς ἐπαίταις καὶ τοῖς σισυροφόροις καὶ γυμνοῖς δαψιλῆ τὴν χεῖρα παρεῖχε· καὶ οὐδεὶς ὁ αἰτησάμενος καὶ κενὸς ἀπελθών. ἐπὰν δὲ τὴν ἀποτεταγμένην σκηνὴν κατειλήφει, οὐ πρὸς ῥᾳστώνην εὐθὺς [*](V. 2) ἀπέκλινεν εἴσω ταύτης γεγονυῖα, ἀλλ’ ἀναπεταννῦσα ταύτην ἄνετον τοῖς αἰτοῦσι παρεῖχε τὴν εἴσοδον. τοῖς τοιούτοις [*](10 ἐς addidi 15 Sap. 5, 19 17 ἔμελε F)
153
[*](C) γὰρ καὶ μάλα εὐπρόσιτος ἦν καὶ παρεῖχεν ἑαυτὴν ὁρᾶσθαί τε καὶ ἀκούεσθαι. οὐ χρημάτων δὲ μετεδίδου τοῖς πένησι μόνον, ἀλλὰ καὶ τὰ λῴονα συνεβούλευε. καὶ ὁπόσους μὲν εὐρώστους τὰ σώματα κατενόει, ῥᾳθύμως δὲ περὶ τὸν βίον ἔχοντας, πρὸς ἔργα καὶ πράξεις προὐτρέπετο, ἴν’ ἐντεῦθεν τὰ πρὸς χρείαν κομίζοιντο, καὶ μὴ δι’ ἀμέλειαν ἀναπεπτωκότας θύραν ἐκ θύρας ἐπαιτοῦντας περινοστεῖν. καιρὸς δὲ οὐδεὶς τῆς τοιαύτης ἐργασίας ἀπεῖργε τὴν βασιλίδα. ὁ μὲν οὖν Δαυὶδ μετὰ κλαυθμοῦ τὸ πόμα κιρνῶν φαίνεται· ἡ δέ γε βασιλὶς αὕτη καὶ τροφὴν καὶ ποτὸν ἐλέῳ συγκεραννῦσα [*](D) καθ’ ἑκάστην ἐδείκνυτο. καὶ πολλὰ ἂν εἶχον εἰπεῖν περὶ ταύτης τῆς βασιλίδος, εἰ μὴ τὸ θυγάτριον εἶναι ψεύδους παρεῖχεν ὑπόνοιαν καὶ ὅτι μητρὶ χαριζόμεθα. πρὸς δὲ τοὺς ταῦτα ὑπονοοῦντας παρέξομαι τοῖς λόγοις συνεπιμαρτυροῦντα τὰ πράγματα.

[*](355)

Τὸν δέ γε αὐτοκράτορα τὴν Θεσσαλονίκην καταλαβόντα μεμαθηκότες οἱ ἐκ τῶν ἑσπερίων λήξεων, καθάπερ τὰ βαρέα τῶν σωμάτων ἐπὶ κέντρα φέρεται, οὕτω δὴ καὶ ἅπαντες πρὸς αὐτὸν ἐφοίτων. ἀκρίς μὲν οὖν οὐ προηγήσατο τῶν Κελτῶν καθαπερεὶ τῶν πρότερον διελθόντων· ἐν οὐρανῷ δὲ κομήτης ἐφάνη μέγας καὶ τῶν πάλαι φανέντων ὁ μέγιστος, ὃν οἱ μὲν δοκίδα, οἱ δ’ ἀκοντίαν ἔφασαν εἶναι. ἔδει γὰρ τῶν μελλόντων καινισθῆναι ξενοπρεπῶν πραγμάτων προοίμιά τινα προκαταγγελτικὰ τούτων μηνυθῆναι ἄνωθεν. [*](Β) καὶ γὰρ ἦν τοῦτον θεᾶσθαι ἐπὶ τεσσαράκοντα νυχθημέροις ὅλοις παμφαίνοντα· ἐφαίνετο δὲ ἀπὸ τῶν δυτικῶν μερῶν ἐξιὼν καὶ πρὸς ἀνατολὰς ἡλίου διήκων. ὃν οἱ θεώμενοι ἅπαντες ἐκδειματούμενοι ἐζήτουν, τίνων ὁ ἀστὴρ ἄγγελός ἐστιν. ὁ δὲ αὐτοκράτωρ μηδὲ πάνυ τοῖς τοιούτοις προσέχων, ἀλλὰ φυσικῆς τινος ἐξηρτῆσθαι τὰ τοιαῦτα αἰτίας δοξάζων, ὅμως ἠρώτα τοὺς περὶ τὰ τοιαῦτα δεινούς· μεταπεμψάμενος δὲ καὶ τὸν τῆς ἐπαρχίας τοῦ Βυζαντίου τὴν ἀξίαν πρῴην εἰλη- [*](9 psalm. 101, 10 18 κέντρῳ Α 32 τὴν Α om F)

154
φότα Βασίλειον (ἀνὴρ δὲ οὗτος πολλὴν τὴν περὶ τὸν αὐτοκράτορα [*](C) εὔνοιαν ἐνδεικνύμενος) περὶ τοῦ φανέντος ἀστέρος ἐπυνθάνετο. ὁ δὲ ἐς νέωτα φυλάξειν ἐπηγγείλατο τὴν ἀπόκρισιν καὶ ἀπελθὼν οὗ κατέλυε (τέμενος δὲ τοῦτο τοῦ εὐαγγελιστοῦ Ἰωάννου πάλαι ἀνοικοδομηθέν), ἐπεὶ πρὸς δυσμὰς ὁ ἥλιος ἦν, περιεσκόπει τὸν ἀστέρα. διαπορουμένῳ δὲ καὶ καμόντι τοῖς λογισμοῖς ὑπνῶσαι ξυμβεβήκει καὶ τηνικαῦτα τὸν ἅγιον θεάσασθαι ἱερατικῶς ἐσταλμένον. ὁ δὲ περιχαρὴς γεγονὼς οὐκέτ’ ὄναρ ἐδόκει, ἄλλ’ ὕπαρ ὁρᾶν. ἔνθεν τοι καὶ γνωρίσας τὸν ἅγιον ἔμφοβος γενόμενος μεθ’ [*](D) ὑποστολῆς ᾐτεῖτο, τίνων ἀγγελτικὸς ὁ ἀστήρ ἐστι, γνωρίσαι οἱ. ὁ δὲ Κελτῶν κίνησιν προσημαίνειν τοῦτον ἔφη· “τὸ δὲ σβέννυσθαι τὴν τούτων αὐτοῦ που κατάλυσιν δηλοῖ.” [*](V. 2) ἀλλὰ περὶ μὲν τοῦ φανέντος ἀστέρος τοιαῦτα· ὁ δὲ βασιλεὺς τὴν Θεσσαλονίκην καταλαβών, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ἡτοιμάζετο πρὸς τὴν τοῦ Βαϊμούντου διαπεραίωσιν ἐκπαιδεύων μὲν τοὺς νεολέκτους τόξον τε τείνειν καὶ βέλη κατὰ σκοποῦ [*](Ρ.) πέμπειν καὶ περιφράττεσθαι θυρεῷ, ἀλλὰ καὶ ξενικὰς ἐξ ἀλλοδαπῶν διὰ γραμμάτων παρασκευάζων δυνάμεις, ἵν᾿ ὁπηνίκα καιρὸς καλοίη, θᾶττον παραγένωνται. πολλὴν δὲ καὶ τοῦ Ἰλλυρικοῦ ἐπεποίητο πρόνοιαν τήν τε πόλιν τὸ Δυρράχιον ἀσφαλισάμενος καὶ ἡγεμόνα ταύτης τὸν δεύτερον υἱὸν Ἰσαακίου τοῦ σεβαστοκράτορος Ἀλέξιον καταστησάμενος. ἅμα δὲ κἀκ τῶν Κυκλάδων νήσων καὶ τῶν παρὰ θάλασσαν τῆς Ἀσίας πόλεων καὶ αὐτῆς τῆς Εὐρώπης στόλον παρεκελεύσατο ἀπαρτίσαι· πολλῶν δὲ παρεμποδιζόντων τὴν τοῦ στόλου [*](Β) κτίσιν διὰ τὸ μήπω τὴν τοῦ Βαϊμούντου κατεπείγειν ὁ δ’ ὅμως οὐκ ἐπείθετο λέγων δεῖν εἶναι τὸν στρατηγὸν ἀνύστακτον φύλακα καὶ μὴ πρὸς τὰ ἐν ποσὶ μόνον παρασκευάζεσθαι, ἀλλὰ καὶ τὰ πόρρω ὁρᾶν μήτε μὴν φειδοῖ χρημάτων καιροῦ καλοῦντος ἀνέτοιμον φαίνεσθαι καὶ μᾶλλον, ὁπηνίκα ἔφοδον ἐχθροῦ αἴσθηται. ταῦτα τοίνυν δεξιώτατα [*](5 ἀποστόλου εὐαγγελιστοῦ F 7 ξυμβεβήκει Α ξυμβέβηκεν F)
155
διαθέμενος ἐκεῖθεν μεταναστὰς καταλαμβάνει τὴν Στρούμπιτζαν κἀκεῖθεν αὖθις ἄχρι τοῦ Σλοπίμου. μεμαθηκὼς δὲ [*](c) καὶ τὴν Ἰωάννου τοῦ υἱοῦ τοῦ σεβαστοκράτοροσ ἧτταν κατὰ τῶν Δαλματῶν προαποσταλέντος δυνάμεις ἀποχρώσας ἐκπέμπει εἰς ἀρωγήν. ὁ μὲν οὖν Βολκάνος εὐθὺς πονηρότατος ὢν ἐρωτᾷ πρὸς τὸν βασιλέα τὰ περὶ εἰρήνης καὶ τοὺς ζητηθέντας ὁμήρους ἐκπέμπει. ἐκεῖνος δὲ ἐγκαρτερήσας ἐπὶ ἐνιαυτὸν ἴνα καὶ μῆνας δύο, ὡς τὸν Βαἱμοῦντον ἔτι ἐν τοῖς τῆς Λογγιβαρδίας μέρεσι διατρίβοντα ἐπεπληροφόρητο, τοῦ χειμῶνος ἐπικαταλαμβάνοντος ἤδη, τοὺς στρατιώτας πρὸς τὰς σφῶν οἰκίας ἐξέπεμψεν, αὐτὸς δὲ τὴν Θεσσαλονίκην καταλαμβάνει. ἐν δὲ τῷ τὴν πρὸς Θεσσαλονίκην ἀνύειν [*](D) ἐτέχθη ὁ πρωτότοκος τῶν υἱῶν τοῦ πορφυρογεννήτου καὶ βασιλέως Ἰωάννου κατὰ τὴν Βαλαβίσταν συνεπαγόμενος ἐν τῷ τίκτεσθαι καὶ ἕτερον θῆλυ. ἐκεῖσε γοῦν τὴν μνήμην τοῦ μεγαλομάρτυρος Δημητρίου ἐκτελέσας εἰσέρχεται εἰς τὴν μεγαλόπολιν. γέγονε δὲ καί τι τοιοῦτον. περὶ τὰ μέσα τοῦ Κωνσταντινίου φόρου χαλκοῦς τις ἀνδριὰς ἵστατο καὶ πρὸς ἀνατολὰς ἀπέστραπτο ἐπὶ πορφυροῦ κίονος περιόπτου σκῆπτρον μὲν κατέχων τῇ δεξιᾷ, τῇ δὲ λαιᾷ σφαῖραν ἀπὸ χαλκοῦ [*](P. 357) κατασκευασθεῖσαν. ἐλέγετο δ’ οὖν εἶναι οὗτος Ἀπόλλωνος ἀνδριάς · Ἀνθήλιον δέ, οἶμαι, οἱ τῆς Κωνσταντίνου οἰκήτορες αὐτὸν προσηγόρευον. ὃν ὁ μέγας ἐν βασιλεῦσι Κωνσταντῖνος ἐκεῖνος καὶ τῆς πόλεως καὶ πατὴρ καὶ δεσπότης εἰς τὸ ἑαυτοῦ μετέθηκεν ὄνομα Κωνσταντίνου αὐτοκράτορος ἀνδριάντα αὐτὸν προσειπών. ἐπεκράτησε δὲ ἡ ἀρχῆθεν τεθεῖσα προσηγορία τῷ ἀνδριάντι καὶ ἤτοι Ἀνήλιος ἢ Ἀνθήλιος ὑπὸ πάντων [*](V. 283) ἐλέγετο. τοῦτον τὸν ἀνδριάντα ἐξ αἰφνιδίου πνεύσαντες ἄνεμοι πλατύτατοι λίβες ἐκεῖθέν τε ὦσαν καὶ εἰς γῆν ἔρριψαν [*](Β) περὶ τὸν ταῦρον τοῦ ἡλίου τότε ὁδεύοντος. ὅπερ οὐκ ἀγαθὸς οἰωνὸς τοῖς πλείοσιν ἔδοξε καὶ μᾶλλον, ὁπόσοι μὴ καλῶς πρὸς τὸν αὐτοκράτορα εἶχον· ὑπεψιθύριζον γὰρ τὸν [*](2 Σλοπίτζου Tomaschek 8 ἐν addidi)
156
Τοῦ βασιλέως θάνατον τὸ συμβὰν προμηνύειν. ὁ δὲ “ζωῆς Καὶ θανάτου ἕνα κύριον ἐπίσταμαι,” ἔλεγε “πτώσεις δὲ Εἰδώλων θάνατον ἐπάγειν οὐδ᾿ ὅλως πιστεύειν ἔχω. ὁπηνίκα Γὰρ Φειδίας τις, φέρε εἰπεῖν, ἤ τις τῶν λιθοξόων λίθον ἀποξέσας εἴδωλον ἀποεργάσοιτο, ἀναστήσει μὲν καὶ νεκρούς, Παράξει δὲ καὶ ἔμψυχα; Καὶ εἰ ταῦτα, τῷ τῶν ἁπάντων Δημιουργῷ τί καταλειφθήσεται; ἀποκτενῶ γὰρ καὶ ζῆν ἐγὼ Ποιήσω φηςὶ καὶ οὐχὶ τοῦδε ἢ τοῦδε εἰδώλου πτῶσις ἢ [*](C) θει προνοίᾳ.

Κυκεὼν δὲ κατὰ τοῦ αὐτοκράτορος ἄλλος αὖθις Κακῶν ἐξεγήγερτο, ὃς οὐχ ὑπὸ τῶν τυχόντων ἐξηρτύετο ἤδη ἄνδρες γάρ τινες ἐπ᾿ ἀνδρείᾳ καὶ γένους εὐκλείᾳ μεγάλα Αὐχοῦντες κατὰ τοῦ βασιλικοῦ ἐμελέτησαν σώματος φόνιον πνέοντες. Καὶ θαυμάζω ἐνταῦθα τῆς ἱστορίας γεγονυῖα, Πόθεν τοσοῦτον λπλῆθος κακῶν τὸν βασιλέα περιεστοίχισεν. Οὐδὲν γάρ, οὐδὲν ἦν οὐδ᾿ ὁποθνοῦν, ὃ μὴ κατ᾿ αὐτοῦ ἐκεκίνητο. Τά τε γὰρ ἔνδον ἀποσταςίας ἦσαν μεστὰ καὶ τὰ ἔξωθεν ἐπαναστάσεως ἔγεμε. Καὶ μήπω πρὸς τὰ ἔνδον τοῦ [*](D) αὐτοκράτορος ἀντικαταστάντος τἀκτὸς πάντα περιεφλέγμαινε, Βαρβάρους ἅμα καὶ τοὺς ἔνδον τυράννους τῆς Τύχης αὐτῆς ὥσπερ τινὰς Γίγαντας αὐτοφυεῖς ἀναβλαστανούσης, καίτοι τοῦ βασιλέως ἅπαντα πρὸς τὸ ἡμερώτερον καὶ φιλανθρωπότερον ἐπιτροπεύοντος καὶ διοικονομουμένου τὰ πράγματα καὶ οὐκ ἔστιν ὅντινα μὴ τοῖς ἀγαθοῖς κατακλύζοντος. Τοὺς Μὲν γὰρ καὶ ἀξιωμάτων τιμαῖς κατεκύδαινε καὶ δωρεαῖς μεγάλαις Καταπλουτίζων ἀεὶ οὐκ ἀνῆκε· τοὺς δὲ ὁπουδήποτε [*](P. 3) Βαρβάρους, ἀφορμὰς μὴ διδοὺς πολέμων μηδ᾿ ἀνάγκην ἐπάγων Αὐτός, ἀνασοβοῦντας ὅμως ἀνέστελλεν, ὡς ἔστι κακῶν στρατηγῶν, τῶν πραγμάτων ἡσυχαζόντων ἀτοὺς ἐξεπίτηδες ἀνερεθίζειν τοὺς πέριξ εἰς πόλεμον. Εἰρήνη μὲν γὰρ τέλος ἐστὶ πολέμου παντός, τὸ δ᾿ ἀνθελέσθαι ἀεὶ αὐτόθεν τὸ [*](7 deuteron. 32, 39 17 οὐδὲν ἦν] οὐδέποτε ἦν?)

157
ἕνεκά του * καὶ τοῦ ἀγαθοῦ τέλους ἀεὶ ἀμελεῖν, τοῦτο ἀνοήτων ἐστὶ στρατηγῶν καὶ δημαγωγῶν καὶ ὄλεθρον πραγματευομένων τῆς πόλεως. ἀλλ’ ὁ βασιλεὺς Ἀλέξιος τοὐναντίον ἅπαν ἐποίει καὶ τοῦ εἰρηνεύειν ἐκτόπως ἐπεμελεῖτο καἰ * παροῦσαν [*](Β) ἀεὶ πανταχόθεν συνεῖχε καὶ ἀπούσης ἐπηγρύπνει πολλάκις, ὅπως ἐπανέλθοι. καὶ ἦν ὁ αὐτὸς κατὰ φύσιν μὲν εἰρηνικός , ἀναγκαζόντων δὲ τῶν πραγμάτων πολεμικώτατος. καὶ ἔγωγ’ ἂν φαίην θαρρούντως περὶ τοῦ ἀνδρὸς ἐκείνου, ὡς [*](V. 284) ἄρα τοῦ βασιλικοῦ χαρακτῆρος πολλοῦ χρόνου καταλελοιπότος τὰ τῶν Ῥωμαίων βασίλεια, ἐπ’ αὐτοῦ καὶ μόνου ἐπανεληλυθέναι τρόπον τινὰ τότε πρώτως τῇ Ῥωμαίων ἡγεμονίᾳ ἐπιξενουμένου. ἀλλ’ ὅπερ ἔλεγον τοῦ λόγου ἀρχομένη , ὅτι θαυμάζειν ἔχω τὴν τοσαύτην τῶν πραγμάτων τῶν πολεμικῶν [*](C) ἐπίχυσιν· τά τε γὰρ ἔξω καὶ τἄνδον πάντα ἦν ἰδεῖν κυμαινόμενα πανταχόθεν. ἀλλ’ ὅ γε βασιλεὺς Ἀλέξιος καὶ τὰ ἀφανῆ τῶν ἐχθρῶν καὶ κρύφια καὶ προῃσθάνετό τε καὶ παντοδαποῖς μηχανήμασι πόρρω τὰς βλάβας ἀπήλαυνε καὶ πρὸς τοὺς ἔνδοθεν τυράννους καὶ πρὸς τοὺς ἔξωθεν βαρβάρους ἀνταγωνιζόμενος ἀεὶ προφθάνων ὀξύτητι νοῦ τὰς τῶν ἐπιβουλευόντων ἐπιβουλὰς καὶ ἀνακόπτων τὰς τούτων ὁρμάς. καὶ ἔγωγε στοχάζομαι ἀπὸ τῶν πραγμάτων αὐτῶν τὴν Τύχην τῆς βασιλείας , ὅτι πανταχόθεν συνέρρευσε τὰ δεινὰ καὶ ἐτετάρακτο αὐτό τε τὸ σῶμα τῆς πολιτείας καὶ πᾶν ἀλλότριον ἐμεμήνει κατὰ τῆς βασιλείας Ῥωμαίων , ὡς [*](D) εἴ τις οὕτως ἔχοι κακῶς, ὥστε καὶ ὑπὸ τῶν ἀλλοδαπῶν πολεμεῖσθαι καὶ ὑπὸ τῶν οἰκείων κατατρύχεσθαι τὰς σάρκας [*](P. 359) διαμασσώμενον, τοῦτον δὲ ἀνεγεῖραι τὴν πρόνοιαν, ἴνα πρὸς τὰ πανταχόθεν κακὰ ἀντιμηχανῷτο, ὥσπερ δὴ καὶ τὸ τηνικαῦτα συνιδεῖν ἔδει. ὅ τε γὰρ Βαϊμοῦντος ὁ βάρβαρος ὁ πολλάκις ἡμῖν εἰρημένος ἐξηρτύετο κατὰ τῶν σκήπτρων Ῥωμαίων βαρύτατον στράτευμα ἐπαγόμενος καὶ τὸ τυραννικὸν [*](1 lacunam signavi: πολεμεῖν vel simile verbum intercidit 4 lacunam signavi 8 ἔγωγε F 12 ἐπιξενουμένου. ἀλλ̓] inter haec verba unius fere versus rasura in F est)
158
τοῦτο πλῆθος ἑτέρωθεν ἀντεπηγείρετο, καθάπερ ἄνωθεν τοῦ λόγου πεπροοιμίασταί. τέσσαρες μὲν ἦσαν οἱ ξύμπαντες οἱ τῆς βουλῆς καταρχόμενοι , Ἀνεμάδες τὴν ἐπωνυμίαν , τὰς κλήσεις ὁ μὲν Mιχαήλ, ὁ δὲ Λέων, ὁ ἔτερος *, ὁ ἄλλος προσηγορεύετο. ἀδελφοὶ δ᾿ ἦσαν καὶ τὰ σώματα πρότερον καὶ τότε τὴν γνώμην · εἰς ταὐτὸ γὰρ ἅπαντες συνεφρόνησαν, [*](B) ἀποκτεῖναί τε τὸν αὐτοκράτορα καὶ τῶν βασιλικῶν ἐπιλήψεσθαι σκήπτρων. συνυπήγοντο δὲ αὐτοῖς καὶ ἕτεροι τῶν εὐγενῶν , οἵ τε Ἀντίοχοι γένους ὄντες περιφανοῦς καὶ οἱ Ἐξαζηνοὶ καλούμενοι , ὅ τε Δούκας καὶ ὁ Ὑαλέας , ἄνδρες ἐκθυμότατοι τῶν πώποτε γεγενημένων πρὸς μάχας, πρὸς δὲ καὶ Νικήτας ὁ Κασταμονίτης καὶ Κουρτίκιός τις καὶ ὁ Βασιλάκιος Γεώργιος. οὗτοι μὲν οὖν ἦσαν τοῦ στρατιωτικοῦ καταλόγου πρωτεύοντες , τῆς δέ γε συγκλήτου ὁ Σολομῶν Ἰωάννης. ὃν διὰ πλούτου περιουσίαν καὶ γένους λαμπρότητα βασιλέα χρίσειν ὁ Μιχαὴλ ὁ καὶ κορυφαῖος τῆς τετρακτύος [*](C) τῶν Ἀνεμάδων σχηματιζόμενος ἐπηγγέλλετο. ὁ δὲ Σολομῶν οὗτος τῆς συγκλήτου λογάδος τὰ πρῶτα φέρων οὐ μόνον τῶν ἄλλων, ἀλλὰ καὶ τῶν συνεξηπατημένων αὐτῷ βραχύτατος μὲν ἦν τὴν ἡλικίαν, κουφότατος δὲ τὴν γνώμην. Ἀριστοτελικῶν τε καὶ Πλατωνικῶν μαθημάτων ᾤετο εἰς ἄκρον ἐληλυθέναι· οὐ μὴν εὖ ἧκε τῆς φιλοσόφου εἰδήσεως, ἀλλ’ ὅμως ἐτετύφωτο διὰ περιουσίαν κουφότητος. λοιπὸν πρὸς τὴν βασιλείαν ὅλοις ἱστίοις ἀπένευε καθάπερ ὑπὸ τούτων τῶν Ἀνεμάδων ἐμπνεόμενος. ἀλλ’ ἦσαν ἄρα τὰ πάντα πλάνοι. οὐ γὰρ εἶχον ἐν νῷ τοῦτον οἱ ἀμφὶ τὸν Μιχαὴλ ἐς τὸν βασθλικὸν [*](V. 2) θρόνον ἀναγαγεῖν, πολλοῦ γε καὶ δεῖ, ἀλλὰ τῇ κουφότητι τοῦ ἀνδρὸς καὶ τῷ πλούτῳ πρὸς τὴν ἰδίαν ἐπιχείρησιν [*](D) ἀπεχρῶντο. ἀεί τι ἐκεῖθεν τοῦ χρυσοῦ ῥεύματος ἐπισπῶντες καὶ ταῖς ἐλπίσι τῆς βασιλείας ποιοῦντες ὑπότυφον ὅλον ἑαυτοῖς τιθασσὸν ἐποιήσαντο γνώμης τοιαύτης ἔχοντές, ὡς [*](1 τοῦτο r: τούτου F 4 post ἕτερός quattuor litterarum, post ἄυλος sex litterarum lacuna in F 17 δὲ C δὲ δὴ F 19 βραχύτατος r: βραχὺς F 20 δὲ addidi 25 πλάνοι C πλάνη F)
159
εἰ εὔοδα πράξαιεν καὶ ἡ Τύχη αὐτοῖς εὐνούστερον πως [*](360) ἐνατενίσειε, τὸν μὲν παραγκωνίσαιντο ἀφέντες ψαίρειν ἐπὶ πελάγους , αὐτοὶ δὲ τῶν σκήπτρων ἀνθέξοιντο μικράν τινα δόξαν καὶ εὐετηρίαν αὐτῷ ἀπονείμαντες. οἱ μέντοι γε πρὸς ἐκεῖνον λόγοι τῆς ἐπιβουλῆς οὐ φόνον τοῦ αὐτοκράτορος ἐπηγγέλλοντο οὐδὲ ξιφουλκίας ἐμέμνηντο , οὐ μάχης οὐδὲ πολέμων, ἴνα μὴ καταπτοήσαιεν τὸν ἄνδρα πάλαι τοῦτον εἰδότες πρὸς ἅπαν εἶδος πολέμου δειλότατον. τοῦτον τοίνυν τὸν Σολομῶντα ὥσπερ δὴ κορυφαιότατον τῶν ἄλλων ἐνηγκαλίσαντο. συνυπήχθησαν δὲ τῇ τούτων βουλῇ καὶ ὁ Σκληρός καὶ ὁ τὴν ἐπαρχίαν τῆς Κωνσταντίνου τῷ τότε [*](Β) διηνυκὼς Ξηρός. ὁ μέντοι Σολομῶν κουφοτέρας ὢν γνώμης, καθάπερ ἄνωθεν ἔρηται, καὶ μηδὲν τῶν παρὰ τοῦ Ἐξαζηνοῦ καὶ τοῦ Ὑαλέα καὶ αὐτῶν δὴ τῶν Ἀνεμάδων μελετωμένων συνεὶς ἐν χερσὶν ἤδη τὴν βασιλείαν Ῥωμαίων κατέχειν οἰόμενος προσωμίλει τισὶ καὶ ὑπεποιεῖτο ὑποσχέσεσι δωρεῶν καὶ ἀξιωμάτων τούτους ὑπαγόμενος. φοιτήσας δέ ποτε πρὸς αὐτὸν ὁ τοῦ δράματος κορυφαῖος Μιχαὴλ ὁ Ἀνεμᾶς καὶ θεασάμενος ὁμιλοῦντα τινι ἐπυνθάνετο, τί ἂν εἴη τὸ κεγόμενον. ὁ δὲ Σολομῶν μετὰ τῆς συνήθους ἁπλότητος φησιν ὡς “ἀξίωμα αἰτήσας ἡμᾶς καὶ λαβὼν τὴν ὑπόσχεσιν συνέθετο κοινωνὸς ἡμῖν τῆς βουλῆς τῶν πάντων ἔσεσθαι”. ὁ [*](C) δὲ μωρίαν τούτου καταψηφισάμενος καὶ περίφοβος γεγονώς, ὡς μηδ’ ὅλως ἐχεμυθεῖν πεφυκότα διαγνούς, οὐκέθ’ ὡς τὸ πρότερον πρὸς αὐτὸν ἐφοίτα.

Οἱ μὲν οὖν στρατιῶται , τοὺς Ἀνεμάδας φημὶ καὶ Ἀντιόχους καὶ τοὺς τούτων συνωμότας, κατὰ τοῦ βασιλικοῦ τὴν σκαιωρίαν ἐποιοῦντο σώματος, ἵν᾿, ὁπηνίκα καιροῦ εὐθέτου τύχοιεν, παρευθὺ τὸν μελετώμενον κατὰ τοῦ αὐτοκράτορος φόνον εἰς ἔργον προάξωσιν. ὡς δὲ παρὰ τῆς προνοίας ἄδεια οὐδεμία τούτοις ἐδίδοτο καὶ ὁ καιρὸς παρερρύετο, πτοηθέντες μὴ κατάφωροι γένωνται, ὃν ἐπεζήτουν καιρὸν ἔδοξαν εὑρηκέναι. [*](D) ἐπεὶ γὰρ ὁ αὐτοκράτωρ μετὰ τὸ διυπνισθῆναι κατὰ δείλην ἑῴαν τὴν ἐκ τῶν πολλῶν φροντίδων ἐγγινομένην

160
ἅλμην καταγλυκαίνειν ἐθέλων ἐνίοτε συμπαίστορας εἶχε τῶν συγγενέων τινὰς παίζων τὸ ζατρίκιον παιδιὰ δὲ τοῦτο ἐκ τῆς τῶν Ἀσσνρίων τρυφῆς ἐξευρημένον καὶ εἰς ἡμᾶς ἐκεῖθεν ἐληλυθός) , οἱ τὴν τυραννικὴν ἐζοπλίσαντες χεῖρα διὰ τοῦ βασιλικοῦ κοιτωνίσκου ἔμελλον ὡς εἰς τὸν βασιλέα χωρῆσαι τὸν φόνον ὠδίνοντες. ὁ δέ τοι βασιλικὸς κοιτωνίσκος οὗτος, οὗπερ οἱ βασιλεῖς ἔτυχον εὐναζόμενοι, κατὰ τὴν V. εὐώνυμον κεῖται πλευρὰν τοῦ ἐπ’ ὀνόματι τῆς Θεομήτορος ἀνεγηγερμένου τεμένους κατὰ τὰ ἀνάκτορα , κἀν οἱ πολλοὶ τὸ τοῦ μεγαλομάρτυρος Δημητρίου ὄνομα ταύτῃ ἐπέγραφον. κατὰ δὲ τὴν δεξιὰν αἴθριον ἔδαφος ἦν ὑπὸ μαρμάρων κατεστρωμένον. καὶ ἡ πρὸς τοῦτο ἐξάγουσα πύλη τοῦ τεμένους ἄνετος πᾶσι τοῖς ἐθέλουσιν ἦν. ἐκεῖθεν οὖν ἐσκέψαντο εἰσελθεῖν εἴσω τοῦ τεμένους καὶ τὰς τὸν βασιλικὸν κοιτωνίσκον ἀποκλειούσας κατεάξαι πύλας κἆθ’ οὕτως εἰσελθόντες ἀνελεῖν διὰ ξίφους τὸν αὐτοκράτορα. ἀλλὰ ταῦτα μὲν οἱ μιαιφόνοι ἐκεῖνοι ἄνδρες κατὰ τοῦ μηδὲν ἠδικηκότος διεσκοποῦντο· ἔσφηλε δὲ τὴν τούτων βουλὴν ὁ Θεὸς. δηλωθέντος δὲ τοῦ δράματος διά τινος τῷ αὐτοκράτορι παραχρῆμα μετεπέμποντο ἅπαντες. πρῶτον μὲν οὖν Ἰωάννην τὸν Σολομῶντα καὶ Γεώργιον τὸν Βασιλάκιον εἰς τὰ ἀνάκτορα εἰσαχθῆναι ὁ βασιλεὺς ἐπέτρεψεν ἐγγυτέρω γενομένοις τοῦ οἰκίσκου, ἐν ᾧπερ αὐτὸς ἐτύγχανεν ὢν μετὰ τῆς περὶ αὐτὸν συγγενείας , ἵνα διά τινων ἐξερωτῴη αὐτούς , ἁπλουστέρου φρονήματος τούτους πάλαι γινώσκων κἀκ τούτου ῥᾳδίως τὰ C βεβουλευμένα μεμαθηκέναι οἰόμενος. ὡς δὲ πολλάκις ἐρωτώμενοι ἔξαρνοι ἦσαν, ἔξεισιν ὁ σεβαστοκράτωρ Ἰσαάκιος καὶ πρὸς τὸν Σολομῶντα ἀπονεύσας ἔφη “οἶσθα πάντως, Σολομῶν , τὴν τοῦ ἐμοῦ ἀδελφοῦ καὶ βασιλέως ἀγαθότητα. εἰ μὲν τὰ βεβουλευμένα πάντα ἀπαγγείλῃς, συμπαθείας παραχρῆμα ἀξιωθήσῃ, εἰ δ’ οὐν, ἀνηκέστοις βασάνοις παραδοθήσῃ”. ὁ δὲ ἐνατενίσας καὶ τοὺς περικυκλοῦντας τὸν σε- [*](10 τούτω?)
161
βαστοκράτορα βαρβάρους θεασάμενος ἐπὶ τῶν ὤμων τὰ ἑτερόστμα [*](D) ξίφη κραδαίνοντας ἔντρομος γεγονὼς παραχρῆμα ἅπαντα ἀπαγγέλλει τούς τε συνίστορας ὁμολογήσας, μηδὲν δὲ περὶ τοῦ φόνου εἰδέναι διισχυριζόμενος. εἶτα παραδοθέντες τοῖς τὴν φυλακὴν τούτων ἐμπεπιστευμένοις τῶν ἀνακτόρων] καὶ διαιρεθέντες ἔμφρουροι γεγόνασι. τοὺς δέ γε [*](P. 362) λοιποὺς αὖθις ἠρώτων περὶ τοῦ δράματος. ὁμολογήσαντες δὲ ἅπαντα καὶ μηδὲ τὸν φόνον ἐπικρύψαντες ἐπεὶ οἱ στρατιῶται τοῦτον μεμελετηκέναι ἐγνώσθησαν καὶ μᾶλλον ὁ Ἀνεμᾶς μᾶς Μιχαήλ, ὁ καὶ τῆς βουλῆς κορυφαῖος, ὁ καὶ κατὰ τοῦ αὐτοκράτορος φόνιον πνέων, ἅπαντας περιορίσας καὶ τὰς σφῶν ἐδήμευσε περιουσίας. ὁ μέντοι οἶκος τοῦ Σολομῶντος περιφανὴς ὢν ἐδόθη πρὸς τὴν Αὔγουσταν. ἐκείνη δέ, ὁποία περὶ τὰ τοιαῦτα , οἶκτον λαβοῦσα τῆς τοῦ Σολομῶντος ὁμευνέτιδος ἀπεχαρίσατο τοῦτον αὐτῇ μηδὲ τὸ τυχὸν ἐκεῖθεν ἀφελομένη. τὸν μέντοι Σολομῶντα ἔμφρουρον εἶχεν ἡ Σῳζόπολις. [*](Β) τὸν δὲ Ἀνεμᾶν καὶ τοὺς σὺν αὐτῷ ὡς πρωταιτίους καὶ τὴν [*](V. 287) ἐν χρῷ κουρὰν τῆς κεφαλῆς καὶ τοῦ πώγωνος ψιλώσας διὰ μέσης πομπεῦσαι τῆς ἀγορᾶς παρεκελεύσατο, εἶτα ἐξορυχθῆναι τοὺς ὀφθαλμούς. παραλαβόντες οὖν τούτους οἱ σκηνικοὶ καὶ σάκκους περιβαλόντες, τὰς δὲ κεφαλὰς ἐντοσθίοις βοῶν καὶ προβάτων ταινίας δίκην κοσμήσαντες ἐν βουσὶν ἀναγαγόντες καὶ ἐγκαθίσαντες οὐ περιβάδην ἀλλὰ κατὰ θατέραν πλευρὰν τούτους διὰ τῆς βασιλικῆς ἦγον αὐλίδος. ῥαβδοῦχοι ἔμπροσθεν τούτων ἐφαλλόμενοι καὶ ᾀσμάτιόν τι γελοῖον καὶ κατάλληλον τῇ πομπῇ προσᾴδοντες ἀνεβόων, λέζει μὲν ἰδιώτιδι διηρμοσμένον, νοῦν δὲ ἔχον τοιοῦτον. ἐβούλετο [*](C) γὰρ τὸ ᾆσμα πάνδημον πᾶσι παρακελεύεσθαι * τε καὶ ἰδεῖν τοὺς τετυραννευκότας τούτους κερασφόρους ἄνδρας , οἵτινές τὰ ξίφη κατὰ τοῦ αὐτοκράτορος ἔθηξαν. ἅπασα μὲν οὐν ἡλικία εἰς τὴν τοιαύτην θέαν συνέτρεχεν, ὡς καὶ ἡμᾶς, τὰς τοῦ βασιλέως θυγατέρας , ἐξελθούσας λαθραίαν τὴν θέαν [*](5 τῶν ἀνακτόρων seclusi 28 lacunam signavi)
162
ποιεῖσθαι. ὡς δὲ τὸν Μιχαὴλ ὡς πρὸς τὰ ἀνάκτορα ἐθεἀσαμτο ἐνατενίζοντα καὶ χεῖρας ἱκέτιδας ἐς οὐρανὸν αἴροντο αἰτούμενον ἐν σχήματι χεῖρας ἐξ ὤμων ἀφαιρεθῆναι κα πόδας ἐκ γλουτῶν αὐτῶν καὶ κεφαλὴν αὐτὴν ἀποτμηθῆνα ἅπασα φύσις πρὸς δάκρυον καὶ οἰμωγὰς κεκίνηται καὶ [*](D) μᾶλλον ἡμεῖς , αἱ τοῦ βασιλέως θυγατέρες. ἐγὼ δὲ βουλο- [*](P.) μένη τὸν ἄνδρα τοῦ τοιούτου ῥύσασθαι κακοῦ τὴν βασιλίδα καὶ μητέρα ἅπαξ καὶ δὶς προὐκαλούμην ἐς θέαν τῶν πομπευομένων. ἐκηδόμεθα γὰρ τῶν ἀνδρῶν τοῦ αὐτοκράτορος χάριν, εἰρήσεται γὰρ τἀληθές , μὴ τοιούτων ἀποστεροῖτο στρατιωτῶν καὶ μᾶλλον τοῦ Μιχαὴλ, ὅσῳ καὶ βαρυτέρα ἡ κατ’ αὐτοῦ ψῆφος ἐξενήνεκτο. ὁρῶσα, ὁπόσον αὐτὸν ἐξεταπείνου ἡ ξυμφορά, ὅπερ οὖν ἔλεγον, ἐξεβιαζόμην τὴν μητέρα τὴν ἐμαυτῆς, εἴ πως τοῦ κινδύνου ῥυσθεῖεν οἱ ἄνδρες ἤδη τούτοις ἐγγύθεν ἐφεστηκότος. σχολαιοτέραν γὰρ τὴν πορείαν οἱ σκηνικοὶ ἐποιοῦντο χώραν πραγματευόμενοι συμπαθείας τοῖς μιαιφόνοις. ὡς δ’ ἐκείνη ἀπώκνει τὴν ἐ̓λευσιν [*](Β) καθῆστο γὰρ μετὰ τοῦ αὐτοκράτορος, οὗ τὰς πρὸς Θεὸν ἐντεύξεις κοινῇ ἐποιοῦντο ἐνώπιον τῆς θεομήτορος) , κατελθοῦσα καὶ ἔξω τῶν πυλῶν περίφοβος ἑστηκυῖα, ἐπεὶ μὴ ἀπεθάρρουν τὴν εἴσοδον, νεύμασι τὴν βασίλισσαν προὐκαλούμην. καὶ δὴ πεισθεῖσα εἰς τὴν θέαν ἀνέρχεται καὶ θεασαμένη τὸν Μιχαὴλ ᾤκτειρέ τε καὶ δάκρυον ἐπαφεῖσα τούτῳ θερμὸν ἐπανατρέχει πρὸς τὸν αὐτοκράτορα ἅπαξ καὶ δὶς καὶ πολλάκις ἐξαιτουμένη χαρίσασθαι τῷ Μιχαὴλ τοὺς ὀφθαλμούς. καὶ παραχρῆμα πέμπεται ὁ τοὺς δημίους ἀπείρξων· καὶ δὴ σπεύσας προφθάνει τούτους ἔνδοθεν τῶν [*](C) λεγομένων χειρῶν, ἃς ὁ διαβὰς οὐκέτι ῥύεται τοῦ δεινοῦ. οἱ γὰρ τὰς χαλκᾶς ταυτασὶ χεῖρας βασιλεῖς πήξαντες ἐπί τινος ὑψηλοτάτης περιωπῆς καὶ μετεώρου λιθίνης ἁψῖδος τοῦτο κρατῆσαι ἐβούλοντο, ὡς εἰ μέν τις ἐντὸς τούτων γένοιτο, ὃ ὁ νόμος θανάτῳ κατέκρινε, καὶ μεταξὺ τῆς ὁδοῦ φθάσοι [*](17 δὲ F)
163
τὰ τῆς αὐτοκρατορόθεν φιλανθρωπίας, ἐλεύθερος ἔσται τῆς συμφορᾶς, ὡς τῶν χειρῶν τοῦτο σημαινουσῶν, ὅτι ὁ βασιλεὺς [*](P. 288) τούτους πάλιν ἐνηγκαλίσατο καὶ ὅλαις κατέσχε χερσὶ καὶ μήπω τῶν τῆς φιλανθρωπίας χειρῶν ἀπολέλυκεν. εἰ δ’ ὑπερβαῖέν ἐκείνας , σύμβολόν ἐστι τοῦτο , ὡς δῆθεν καὶ τὸ [*](D) βασίλειον κράτος τούτους ἀπώσατο. τῆς Τύχης οὖν ἐστι τὰ τῶν ὑπὸ τὴν τιμωρίαν ἀνθρώπων · ἣν ἐγὼ θείαν ψῆφον εἶναι λογίζομαι, καὶ δεῖ καλεῖν ἐκείνην εἰς ἀρωγήν. ἢ γὰρ τὰ τῆς συμπαθείας ἐντὸς ἔφθακε τῶν χειρῶν καὶ ἐξῄρηντο τῶν κινδύνων οἱ δυστυχοῦντες ἢ τὰς χεῖρας παρωδευκότες καὶ πόρρω σωτηρίας εἰσίν. ἐγὼ δὲ τὸ πᾶν εἰς τὴν τοῦ Θεοῦ ἀνατίθημι πρόνοιαν, ἣ καὶ τότε τὸν ἄνδρα τῆς ἐξορύξεως τῶν ὀμμάτων τοῦτον ἐξείλετο. Θεὸς γὰρ ἡμᾶς , ὡς ἔοικε, [*](V. 864) τὸ τηνικαῦτα ἐκίνησεν εἰς τὴν τούτου συμπάθειαν. ὁ γάρ τοι τῆς σωτηρίας ἄγγελος σπεύσας ἔνθεν τῆς ἁψῖδος, ἐν ᾗ αἱ χαλκαῖ χεῖρες ἦσαν ἐμπεπηγμέναι , τὸ τῆς συμπαθείας γραμμάτιον ἐπιδοὺς τοῖς τὸν Μιχαὴλ ἄγουσιν ἐκεῖθεν τοῦτον λαβὼν ὑπέστρεφε καὶ καταλαβὼν τὸν ἀγχοῦ τῶν ἀνακτόρων ᾠκοδομημένον πύργον κεῖθι τοῦτον καθεῖρξε· τοῦτο γὰρ ποιῆσαι κεκέλευστο.

Οὔπω δ’ οὗτος τῆς εἱρκτῆς ἠλευθεροῦτο καὶ τὸν Γρηγόριον αὖθις ἡ τοῦ Ἀνεμᾶ εἶχεν εἱρκτὴ. πύργος δ’ ἠν εἷς τις τῶν ἀγχοῦ τῶν ἐν Βλαχέρναις ἀνακτόρων διακειμένων τειχῶν τῆς πόλεως, ὁ τοῦ Ἀνεμᾶ καλούμενος, ὥσπερ τι [*](Β) λάχος τὴν ἐπωνυμίαν ταυτηνὶ κληρωσάμενος διὰ τὸ πρώτως τὸν Ἀνεμᾶν σιδηρόδετον δέξασθαι ἐπὶ πολὺν ἐν αὐτῷ χρονοτριβήσοντα χρόνον. καὶ γὰρ ἐπινεμήσεως παριππευούσης δωδεκάτης δοὺξ προβληθεὶς Τραπεζοῦντος ὁ ἤδη ῥηθεὶς Γρηγόριος ἀποστασίαν πάλαι ὠδίνων ἐν τῷ πρὸς Τραπεζοῦντα ἀπέρχεσθαι εἰς φῶς ἐξήγαγε τὸ ἀπόρρητον. ἐπανιόντι γὰρ πρὸς τὴν Κωνσταντινούπολιν τῷ Δαβατηνῷ τῆς δουκικῆς ἀρχῆς εἰς τὸν Ταρωνίτην μετατεθείσης συναντήσας [*](2 τούτων F 6 τὰ addidi 26 χρονοτριβήσοντα r: χρονοτριβήσαντα F)

164
δεσμώτην εὐθὺς αὐτὸν καὶ ἔμφρουρον εἰς τήβενναν εἶχεν, οὐ τὸν Δαβατηνὸν δὲ μόνον, ἀλλὰ καὶ τῶν ἐπιφανῶν Τραπεζπθμτίων [*](C) πεζουντίων ἱκανοὺς καὶ αὐτὸν δὴ τὸν τοῦ Βακχηνοῦ ἀδελφιδοῦν. ἐπεὶ δὲ τῶν δεσμῶν καὶ τῆς εἱρκτῆς οὐκ ἐλύοντο, ὁμοφρονήσαντες ἅπαντες τοὺς μὲν φρουροῦντας αὐτοὺς τοῦ ἀποστάτου αἰκίαις καθυποβαλόντες ἔξω τῶν τειχῶν ἐξαγαγόντες πόρρω που ἀπήλασαν, αὐτοὶ δὲ τὴν τήβενναν σφετερισάμενοι κατεῖχον. ὁ δ᾿ αὐτοκράτωρ πολλάκις διὰ γραφῶν ποτὲ μὲν μετεπέμπετο αὐτόν , ποτὲ δὲ καὶ ξυνεβούλευε τῆς κακίστης ἀποστῆναι πράξεως, εἰ βούλοιτο συμπαθείας τυχεῖν καὶ εἰς τὴν προτέραν ἀναχθῆναι κατάστασιν, ἐνίοτε δὲ καὶ ἠπείλει, εἰ μὴ πείθοιτο. ὁ δὲ τοσοῦτον ἀπεῖχε τοῦ ὑπακούειν τοῦ αὐτοκράτορος τὰ λῴονα συμβουλεύοντος , ὡς καὶ γραφὴν [*](D) πολύστιχον πρὸς αὐτὸν ἐκπεπομφέναι καθαπτομένην οὐ μόνον τῶν τῆς συγκλήτου καὶ τοῦ στρατοῦ λογάδων, ἀλλὰ καὶ αὐτῶν δὴ τῶν συγγενῶν καὶ γαμβρῶν τοῦ αὐτοκράτορος. ἐκ ταυτησὶ δὲ τῆς γραφῆς διαγνοὺς αὐτὸν ὁ αὐτοκράτωρ καθ’ ἑκάστην ἐπὶ τὸ χεῖρον προβαίνοντα καὶ εἰς παντελῆ ἀπόνοιαν ἤδη συνελαυνόμενον καὶ ἀπογνοὺς αὐτοῦ παντάπασι τῆς τεσσαρεσκαιδεκάτης ἐπινεμήσεως ἐφισταμένης Ἰωάννην τὸν ἴδιον ἀδελφιδοῦν τῆς πρωτοτόκου αὐταδέλφης, ἐξάδελφον δὲ πατρόθεν τοῦ ἀποστάτου πέμπει κατ’ αὐτοῦ κατὰ πρῶτον, [*](V. (??)) μὲν λόγῳ μᾶλλον συμβουλευσόμενον τὰ σωτήρια, οἰόμενος πεισθῆναι τούτῳ διὰ τὴν ἐκ τῆς συγγενείας γνησιότητα καὶ [*](Ρ. (??)) τὴν ἐκ ταὐτοῦ αἵματος ἀμφοῖν κοινωνίαν· εἰ δὲ μὴ βούλοιτο, ἀνδρικῶς ἀντικαταστῆναι διά τε ξηρᾶς καὶ θαλάσσης πολλὰς συνεπα.γόμενον δυνάμεις. μαθὼν δὲ τὴν τούτου ἔλευσιν ὁ Ταρωνίτης Γρηγόριος ἐζελθὼν ὡς πρὸς Κολώνειαν ἀπῄει (πολίχνιον δὲ τοῦτο ἐρυμνότατον καὶ ἀνάλωτον) ἐφ’ ᾧ μετακαλέσασθαι τὸν Τανισμάνην εἰς ἀρωγήν. τοῦτο ἐν τῷ ἀπιέναι μεμαθηκὼς ὁ Ἰωάννης τοὺς Κελτοὺς τοῦ ἰδίου στρατεύματος ἀποδιελόμενος καὶ λογάδας Ῥωμαίους κατ’ αὐτοῦ [*](3 βακαχηνοῦ C 8 δὲ F 23 λόγῳ r: λόγον συμβουλευσόμενον r: συμβουλευόμενον F)
165
ἐξέπεμψεν. οἳ καὶ προκαταλαβόντες καρτερὰν τὴν μετ’ αὐτοῦ [*](Β) ἀνεδήσαντο μάχην. δύο δὲ γενναῖοι ἐντυχόντες αὐτῶ κατέσχον διὰ τῶν δοράτων καταβαλόντες τοῦ ἵππου. κᾆθ᾿ οὕτως ἀναλαβόμενος αὐτὸν ὁ Ἰωάννης ζωγρίαν ἄγει τῷ αὐτοκράτορι ἐπομοσάμενος μηδὲ θεάσασθαι αὐτὸν τὸ παράπαν, μὴ ὅτι γε ὁμιλίας ἀξιῶσαι κατὰ τὴν ὁδόν. πολλὰ δὲ ὅμως ὑπὲρ αὐτοῦ παρεκάλει τὸν αὐτοκράτορα, ἐκείνου ὑποκρινομένου τῶν ὀμμάτων αὐτὸν βούλεσθαι ἀποστερῆσαι. μόγις οὖν ὁ αὐτοκράτωρ τὴν ὑπόκρισιν παρεγύμνωσε κατανεύσας δῆθεν ταῖς αὐτοῦ παρακλήσεσι πολλὰ παρεγγυησάμενος , μὴ ἔκρορον τὸν λόγον ποιήσασθαι. μετὰ δὲ τρίτην ἡμέραν τὴν ἐν [*](C) χρῷ κουρείαν κειράμενον τὴν κεφαλήν τε καὶ τὸν πώγωνα διὰ μέσης περιαχθῆναι τῆς ἀγορᾶς ἐκέλευσε κᾆθ’ οὕτως εἰς τὸν ἤδη ῥηθέντα πύργον τοῦ Ἀνεμᾶ εἰσαχθῆναι. ἐπεὶ δὲ καὶ ἔμφρουρος ὢν ἀσύνετος ἦν ἀπονοίας ῥήματα πρὸς τοὺς δεσμοφύλακας ὁσημέραι ἀποφοιβάζων, πολλῆς παρὰ τοῦ αὐτοκράτορος ἐπιμελείας διὰ μακρῶν ἠξιοῦτο χειρῶν, ὥστε μεταβαλεῖν καὶ μετανοίας ἐνδείξασθαι τρόπον. ὁ δὲ ὁ αὐτὸς καὶ αὖθις ἦν, μετεκαλεῖτο δὲ συχνῶς τὸν ἐμὸν Καίσαρα πάλαι πρὸς ἡμᾶς φιλίως ἔχων. καὶ παρεχώρει τούτῳ τηνικαῦτα καὶ ὁ αὐτοκράτωρ ἐφ’ ᾧ καὶ τῆς πολλῆς αὐτὸν ἀνα- [*](D) κτᾶσθαι ἀθυμίας καὶ συμβουλεύειν τὰ λῴονα. ὁ δὲ βραδὺς πρὸς τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν ἐφαίνετο. ἔνθεν τοι καὶ ἐπὶ πλείονα καιρὸν ἔμφρουρος ἦν. εἶτα συμπαθείας ἀξιωθεὶς τοσαύτης φιλοφροσύνης ἀπήλαυε καὶ δωρεῶν καὶ τιμῆς ὁπόσης οὐδὲ πρὸ τοῦ, ὁποῖος ὁ ἐμὸς βασιλεὺς περὶ τὰ τοιαῦτα.

Οὕτω μὲν οὖν τὰ κατὰ τοὺς ἐπιβούλους καὶ τὸν ἀποστάτην Γρηγόριον οἰκονομήσας οὐδὲ τὰ κατὰ τὸν Βαϊμοῦντον ἐλάθετο, ἀλλὰ μεταπεμψάμενος τὸν Κοντοστέφανον [*](66) Ἰσαάκιον μέγαν δοῦκα τοῦ στόλου προὐβάλετο καὶ πρὸς τὸ Δυρράχιον ἐξέπεμψεν ἐπαπειλησάμενος τὴν τῶν ὀφθαλμὴ [*](5 sq. μὴ ὅτι γε r: μήτε F 31 δούκαν F)

166
μῶν αὐτοῦ ἐκκοπὴν, εἰ μὴ φθάσας προκαταλάβοι τὴν πρὸς τὸ Ἰλλυρικὸν τοῦ Βαϊμούντου διαπεραίωσιν. πέμπει δὲ καὶ συνεχῆ γράμματα πρὸς τὸν δοῦκα Δυρραχίου Ἀλέζιον, τὸν ἀδελφιδοῦν αὐτοῦ , ἐπαλείφων τοῦτον καὶ παρασκευάζων ἐγρηγορέναι διὰ παντὸς καὶ τοὺς κατὰ τὴν θάλασσαν ἐπισκοποῦντας αὐτὸ τοῦτο ποιεῖν παρακελεύεσθαι, ὡς μὴ λάθοι ὁ Βαϊμοῦντος διαπεράσας , ἀλλ’ εὐθὺς δηλωθῆναι οἱ διὰ γραμμάτων. ταῦτα μὲν οὖν ὁ αὐτοκράτωρ · ὁ δὲ Κοντοστέφανος ἐντεταλμένον ἔχων μηδὲν ἄλλο ἢ τὸν ἀναμεrαξὺ [*](V.) [Λογγιβαρδίας] ἐπιμελῶς τηρεῖν πορθμὸν καὶ τοὺς πρὸς Δυρράχιον προπομποὺς τοῦ Βαϊμούντου καὶ πᾶσαν τὴν αύτοῦ [*](B) παρασκευὴν ἐκεῖθεν ἐνθάδε κομισομένους ἀπείργειν καὶ μηδὲ τὸ τυχὸν κομίζεσθαι οἱ ἐκ Λογγιβαρδίας παράπαν συγχωρεῖν ἀπελθὼν ἠγνόησε τὸν ἐπιτήδειον τόπον τῶν ἐκεῖθεν πρὸς τὸ Ἰλλυρικὸν διαπλῳζομένων· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ παραβλεψάμενος τὰ προστεταγμένα εἰς Ὑδροῦντα διαπερᾷ, ὅπερ πόλις ἐστὶ κατὰ τὴν παραλίαν τῆς Λογγιβαρδίας διακειμένη. ταύτην τὴν πόλιν γυνή τις ἐφρούρει, μήτηρ, ὡς ἐλέγετο, τοῦ Ταγγρέ, εἴτε ἀδελφὴ τοῦ ἐν πολλοῖς ἤδη ῥηθέντος Βαϊμούντου εἴτε καὶ μή, συνιδεῖν οὐκ ἔχω · οὐ γὰρ οἶδα σαφῶς , εἰ πατρόθεν ἢ μητρόθεν τὴν πρὸς τὸν Βαϊμοῦντον ὁ Ταγγρὲ σνγγένειαν ἐκέκτητο. ἐκεῖσε παρα- [*](C) γενόμενος καὶ προσορμίσας τὰς νῆας ἀπεπειρᾶτο τῶν [τοῦ Βρεντησίου] τειχῶν καὶ εἰς χεῖρας εἶχεν ἤδη. ὡς δὲ τοῦτο ἡ ἐντὸς οὖσα γυνὴ φρενήρης οὖσα καὶ σταθηρὰ τὴν γνώμην ἐθεάσατο, ὁπηνίκα τὰς ναῦς κεῖθι προσώρμισεν, εἰς ἕνα τῶν υἱῶν αὐτῆς ἀποστείλασα σπουδαίως τοῦτον μετεκαλεῖτο. τοῦ δὲ ναυτικοῦ παντὸς θαρσήσαντος ἤδη, ὡς ἐν χερσὶ τὴν πόλιν ἔχοντος, καὶ τὴν τοῦ βασιλέως εὐφημίαν ποιουμένων ἁπάντων, καὶ αὕτη ἐν ἀμηχανίᾳ καταστᾶσα ταὐτὸ τοῦτο παρεκελεύετο [*](10 Λογγιβαρδίας seclusi 16 ἱδροῦντά F 18 διακειμένη τῶι ἐκεῖθεν ἱσταμένῳ καὶ πρὸς τὸ ἰλλυρικὸν ἀποβλέποντι δεξιόθεν διακειμένη F: verba τῷ . . . διακειμένη scholiastae sunt 23 τοῦ Βρεντησίου seclusi: in F m rec add ἱδροῦντά)
167
ποιεῖν καὶ τοὺς ἐντός. ἅμα δὲ καὶ πρὸς τὸν Κοντοστέφανον πρέσβεις ἀποστείλασα δουλείαν ὡμολόγει τῷ αὐτοκράτορι καὶ εἰρηνικὰς μετ’ αὐτοῦ σπονδὰς ὑπισχνεῖτο ποιήσασθαι πρὸς [*](D) αὐτόν τε ἐξελεύσεσθαι τὰ κατὰ σκοπὸν ἀνακοινωσομένη, ὡς πάντα δι’ αὐτοῦ δηλωθείη τῷ αὐτοκράτορι. τοιαῦτα δὲ ἐμηχανᾶτο ἀπαιωροῦσα τὸν τοῦ Κοντοστεφάνου λογισμόν, εἴ που ἐν τῷ μεταξὺ καταλάβοι ὁ ταύτης υἱὸς καὶ τηνικαῦτα τὴν σκηνήν, καθάπερ τοὺς τραγικούς φασι, ῥίψασα μάχης ἀνθέξοιτο. συμμιγοῦς οὖν τῆς εὐφημίας ἀπό τε τῶν ἐντὸς [*](P. 367) ἀπό τε τῶν ἐκτὸς γινομένης καὶ πάντα τὰ πέριξ κατειληφυίας, ἐπεὶ τοιούτοις λόγοις καὶ ἐπαγγελίαις ψευδέσι τὸν τοῦ Κοντοστεφάνου ἀπῃώρει λογισμὸν ἡ στρατιῶτις ἐκείνη γυνὴ ὡς εἴρηται, καταλαμβάνει καὶ ὁ προσδοκώμενος μεθ’ ὧν συνυπήγετο κομητῶν καὶ ὁμόσε κατὰ τοῦ Κοντοστεφάνου χωρήσας ἧτται κατὰ κράτος. οἱ μὲν οὖν τοῦ ναυτικοῦ ἅπαντες ὡς ἄπειροι τῆς διὰ ξηρᾶς μάχης τῇ θαλάσσῃ ἑαυτοὺς προσέρριψαν· τῶν δέ γε Σκυθῶν προεκδραμόντων (παρῆσαν γὰρ ἱκανοὶ μετὰ τοῦ Ῥωμαϊκοῦ στρατεύματος) ἐν τῷ καιρῷ τῆς μάχης εἰς προνομήν, ὡς ἔθος τοῖς τοιούτοις βαρβάροις, συμβέβηκεν ἁλῶναι τούτων ἓξ τὸν ἀριθμόν, οὓς καὶ ἀποσταλέντας [*](Β) θεασάμενος ὁ Βαϊμοῦντος καθάπερ τι μέγιστον πόρισμα τούτους λαβὼν εὐθὺς πρὸς Ῥώμην ἀπῄει. καὶ καταλαβὼν τὸν ἀποστολικὸν θρόνον καὶ τῷ πάπᾳ διαλεχθεὶς καὶ πρὸς ὀργὴν ὅλον κινήσας κατὰ τῶν Ῥωμαίων καὶ τὴν ἀνέκαθεν τῶν βαρβάρων τούτων μῆνιν κατὰ τοῦ ἡμεδαποῦ γένους ἀνερεθίσας, ἴνα μᾶλλον τοὺς ἀμφὶ τὸν πάπαν Ἰταλοὺς ἐκμήνειεν, ὁ Βαϊμοῦντος καὶ τοὺς ἑαλωκότας τῶν Σκυθῶν παρεστήσατο ὥσπερ ἐξ αὐτῶν τῶν πραγμάτων ἐνδεικνύμενος, ὡς ἄρα ὁ αὐτοκράτωρ Ἀλέξιος δυσμενῶς ἔχων τὰ πρὸς Χριστιανοὺς βαρβάρους τινὰς ἀπίστους καὶ ἀλλοκότους ἱπποτοξότας [*](C) ἐφίστησι κατὰ τῶν Χριστιανῶν ὅπλον κινοῦντας καὶ τόξον ἐντείνοντας. καὶ ἐφ’ ἑκάστου λόγου τοιούτου ὑπεδείκνυ [*](V. 291) τοὺς Σκύθας ἐκείνους τῷ πάπᾳ σκυθικῶς ἐσταλμένους [*](21 ὁ βάρβαρος βαϊμοῦντος F; m ead βάρβαρος exrunxit)
168
καὶ κατὰ τὸ εἰωθὸς πρὸς τὸ βαρβαρικώτερον ἀποβλέποντας καὶ τούτους κατὰ τὸ ἔθος τῶν Λατίνων παγάνους ἄνω καὶ κάτω προσηγόρευε καταμωκώμενος καὶ τοὔνομα καὶ τὸ σχῆμα. πανούργως δέ, ὡς ἔοικε, τὸ πρᾶγμα μετεχειρίζετο τοῦ κατὰ Χριστιανῶν πολέμου, ἵνα δὴ καὶ ἀρχιερατικὴν γνώμην συμπείσειεν ὡς εὐλόγως ἄρα κατὰ τῆς τῶν Ῥωμαίων ἔχθρας κεκίνητο, ἐν ταὐτῷ μνηστευόμενος καὶ πολλῶν ἀνδρῶν αύτόματον συλλογὴν ἀγροικοτέρων καὶ ἀνοήτων. τίς γὰρ ἂν οὐχὶ τῶν ἀγχοῦ καὶ πόρρω βαρβάρων αὐτόμολος ἧκεν εἰς [*](D) τὸν καθ’ ἡμῶν πόλεμον ἀρχιερατικῆς γνώμης ἐπιτρεπούσης καὶ τοῦ φαινομένου εὐλόγου πᾶσαν ἵππον καὶ ἄνδρα καὶ χεῖρα στρατιωτικὴν ἐξοπλίζοντος ; τοῖς τούτου λόγοις οὖν συνελαθεὶς ὁ πάπας καὶ ὁμογνωμονήσας αὐτῷ τὴν πρὸς τὸ [*](Ρ. 3) Ἰλλυρικὸν ἐπέτρεψε διαπεραίωσιν. ἐπανακτέον δ’ αὖθις τὸν λόγον πρὸς τὸ προκείμενον. ἐκθυμότερον μὲν οὖν οἱ ἠπειρῶται στρατιῶται τῆς μάχης ἀντείχοντο · τοὺς δέ γε λοιποὺς τὸ τῆς θαλάττης ῥόθιον ὑπεδέξατο. κἀντεῦθεν λαμπρὰν οἱ Κελτοὶ εἶχον εἰς χεῖρας νίκην · οἱ δέ γε γενναιότεροι τῶν στρατιωτῶν καὶ μᾶλλον οἱ τῆς μείζονος τύχης, ὧν φέριστοι μᾶλλον] ἐκεῖνος Νικηφόρος Ἐξαζηνὸς ὁ Ὑαλέας καὶ ὁ τούτου ἐξάδελφος Κωνσταντῖνος Ἐξαζηνὸς ὁ καλούμενος Δούκας καὶ ὁ ἀνδρικώτατος Ἀλέξανδρος ὁ Εὐφορβηνὸς καὶ ἕτεροι τῆς αὐτῆς ἀξίας καὶ τύχης, μνησάμενοι θούριδος ἀλκῆς ἐπιστραφέντες καὶ τοὺς ἀκινάκεις σπασάμενοι ὅλῃ χειρὶ καὶ γνώμῃ [*](Β) πρὸς τοὺς Κελτοὺς ἐμάχοντο τὸν ὅλον ἀναδεξάμενοι πόλεμον καὶ ἡττήσαντες αὐτοὺς λαμπρὰν τὴν κατ’ αὐτῶν νίκην ἤραντο. ἀνακωχὴν οὖν ὁ Κοντοστέφανος ἐντεῦθεν λαβὼν τῆς Κελτικῆς ἐπελεύσεως λύσας ἐκεῖθεν τὰ πρυμνήσια μετὰ τοῦ ναυτικοῦ παντὸς τὸν Αὐλῶνα καταλαμβάνει. ἐπεὶ δέ, ὁπότε πρώτως τὸ Δυρράχιον καταλαβὼν τὰς ὑφ’ ἑαυτὸν πολεμικὰς ναῦς ἐξ αὐτοῦ Δυρραχίου μέχρι τοῦ Αὐλῶνος καὶ αὐτῆς τῆς καλουμένης Χιμάρας διέσπειρεν, ἀπέχοντος μὲν τοῦ [*](14 ἐπανακτέον r (cf. 13, 4): ἐπανιτέον F 19 μᾶλλον seclusi)
169
Δυρραχίου τοῦ Αὐλῶνος σταδίους ἑκατόν, τῆς δὲ Χιμάρας [*](C) του Αὐλῶνος αὖθις ἀπεχούσης σταδίους ἑξήκοντα , τὴν τοῦ Βαϊμούντου ἐπειγομένην ἤδη ἐμάνθανε διαπεραίωσιν, στοχασάμενος ἐνδεχόμενον εἶναι μᾶλλον εἰς τὸν Αὐλῶνα διαπερᾶσαι αὐτὸν διὰ τὸ ἥττονα εἶναι τὸν πρὸς τὸν Αὐλῶνα πλοῦν τοῦ πρὸς τὸ Δυρράχιον καὶ διὰ τοῦτο δεῖν πλείονα τὴν φυλακὴν τοῦ Αὐλῶνος ποιήσασθαι ἀπελθὼν μετὰ τῶν ἑτέρων δουκῶν ἐτήρει ἐπιμελῶς τὸν ἀναμεταξὺ πορθμὸν ἐκ τοῦ Αὐλῶνος καὶ κατὰ τὴν ἀκρολοφίαν τοῦ καλουμένου Ἰάσονος βουνοῦ σκοποὺς ἐπιστήσας ἐφ’ ᾧ τὴν θάλασσαν περιαθρεῖν καὶ τὰς ναῦς ἐπισκοπεῖν. Κελτὸς δέ τις ἐκεῖθεν ἄρτι διαπεραιωθεὶς ἐβεβαίου τούτοις τὴν τοῦ Βαϊμούν- [*](D) του ἐπὶ ξυροῦ εἶναι διαπεραίωσιν. τοῦτο οἱ Κοντοστέφανοι [*](P. 292) μεμαθηκότες καὶ ἀποδειλιῶντες πρὸς τὴν μετὰ τοῦ Βαϊμούντου ναυμαχίαν καὶ γὰρ καὶ φήμη μόνη τούτους κατέπληττε) νοσεῖν ἐσκήψαντο καὶ διὰ τοῦτο δεῖσθαι βαλανείων. καὶ ὁ Λαντοῦλφος καὶ τοῦ ναυτικοῦ παντὸς ἐξηγούμενος, ἐμπειρίαν πολλὴν τῆς ναυλοχίας καὶ τοῦ κατὰ θάλασσαν πολέμου ἐκ πολλοῦ κεκτημένος, πολλὰ τούτοις παρηγγυᾶτο ἐγρηγορέναι διὰ παντὸς καὶ τὴν τοῦ Βαϊμούντου καραδοκεῖν ἔφοδον. [*](V. 369) οἱ δὲ Κοντοστέφανοι ἐν τῷ πρὸς Χιμάραν ἀπιέναι βαλανείου χάριν τὸν καλούμενον δεύτερον τὸν δρουγγάριον τοῦ στόλου μετὰ τοῦ Ἐξκουσσάτου μονήρους κατ’ αὐτὴν τὴν Γλῶσσαν σκοπέα κατέλιπον οὐ πόρρω που τοῦ Αὐλῶνος διακειμένην. ὁ δέ γε Λαντοῦλφος κατὰ τὸν Αὐλῶνα προσέμενε μετά τινων συμμέτρων νηῶν.

Τούτων οὕτω διατεθέντων οἱ μὲν ἀπῄεσαν ἢ λουσόμενοι ἢ κατὰ σχῆμα λουσόμενοι· ὁ δὲ Βαϊμοῦντος δώδεκα μὲν λῃστρικὰς νῆας τάξας ἀμφ’ αὐτὸν διήρεις ἁπάσας οὔσας [*](Β) καὶ εἰρεσίαν πολλὴν κεκτημένας , ὡς καὶ ἠχητικόν τι καὶ κατάκροτον ἐπικτυποῦσαν ταῖς τῶν κωπῶν συνεχέσιν ἐπεμβολαῖς, κύκλῳ δὲ τοῦ τοιούτου στόλου συντάξας στρογγύλας [*](8 ἐκ addidi 30 ἠρεσίαν F)

170
νῆας ἐξ ἑκατέρου μέρους καθάπερ περίβολον ἐντὸς τὸν πολεμικὸν συνέκλειέ στόλον. καὶ εἶπες ἂν ἰδὼν καὶ πόρρωθεν ἀπὸ σκοπιᾶς θεασάμενος πόλιν εἶναι διαπόντιον τὴν πλέουσαν ναυστολίαν. συνεπέβαλε γάρ τι καὶ τὰ τῆς τύχης αὐτῷ. καὶ γὰρ ἥ γε θάλασσα ἀκύμαντος ἦν, εἰ μὴ ὅσον κατὰ τὸν νότον ἐπέφρισσεν αὔρας λιγείας ἐπιπνεούσης καὶ ὅσον ἐξογκύσης τὰ τῶν ὁλκάδων ἱστία. ἐποίει γὰρ ἐκείνας μὲν [*](C) οὐριοδρομεῖν, τὰς δ’ ἐρεσσομένας τῶν νηῶν ταῖς πλεούσαις εὐθυδρομεῖν καὶ κρότον ἐξάκουστον καὶ ἐν μέσῳ πελάγους τοῦ Ἀδριαντικοῦ ἑκατέραις ταῖς ἠπείροις ἠχεῖν. οὕτως ἦν θέαμα θάμβους ἄξιον ὁ βαρβαρικὸς οὗτος στόλος τοῦ Βαϊμούντου, ὃν εἰ καὶ οἱ περὶ τοὺς Κοντοστεφάνους ὠρρώδησαν, οὐκ ἂν μεμψαίμην οὔτ’ ἂν δειλίας τοὺς ἄνδρας γραψαίμην. καὶ γὰρ ἂν τοῦτον καὶ τὸν οὕτως ἔχοντα στόλον καὶ ὁ Ἀργοναυτικὸς ἐκεῖνος ἐδεδοίκει στόλος, μὴ ὅτι γε Κοντοστέφανοι [*](D) καὶ Λαντοῦλφοι καὶ τοιοῦτοί τινες. ὁ γάρ τοι Λαντοῦλφος τὸν Βαϊμοῦντον θεασάμενος οὕτω φρικτῶς διαπλῳζόμενον μετὰ μυριοφόρων ὁλκάδων, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν ἀκριβέστερον, ἐπεὶ οὐχ οἷός τε πρὸς τοσούτους μάχεσθαι ἦν, μικρὸν τοῦ Αὐλῶνος παρεκκλίνας ἄδειαν τῷ Μαϊμούντῳ δίδωσι. δεξιᾷ δὲ τύχῃ χρησάμενος ἐκ Βάρεως ἐπὶ τὸν Αὐλῶνα περαιωσάμενος ἅπαν τὸ διαπόντιον αὐτοῦ στράτευμα εἰς τὴν περαίαν ἀποβησάμενος πρῶτα [*](Ρ. (??)) μὲν ἐλῄσατο τὴν παραλίαν ἅπασαν ἀμύθητον στράτευμα ἐπαγόμενος Φραγγικόν τε καὶ Κελτικὸν καὶ ὅσοι ἀπὸ τῆς Θούλης νήσου στρατεύονται Ῥωμαίοις τότε δὴ αὐτῷ προσχωρήσαντες διὰ τὴν τοῦ καιροῦ δυναστείαν καὶ δὴ καὶ πλείους [*](V. (??)) τοῦ Γερμανικοῦ γένους καὶ ἀπὸ τῶν κελτιβήρων. τούτους γὰρ ἅπαντας συλλεξάμενος ἐπὶ πάσης τῆς ἐντὸς Ἀδρίου ὑφήπλωσε γῆς καὶ τὰ ἐφεξῆς ἅπαντα λῃσάμενος τῇ Ἐπιδάμνῳ προσέβαλεν, ἣν Δυρράχιον ὀνομάζομεν , ταύτην τὴν πόλιν σκοπὸν ἔχων ἑλεῖν κᾆθ’ οὕτως τὴν ἐπὶ τάδε μέχρι [*](5 γε r: τε F 15 ἀργωναυτικὸς F 29 ἐπὶ addidi)
171
[*](Β) τῆς Κωνσταντίνου λῄσασθαι. δεινὸς δὲ ὢν εἴπερ ἄλλος τις εἰς πολιορκίαν ὁ Βαϊμοῦντος καὶ τὸν Πολιορκητὴν ἐκεῖνον Δημήτριον ὑπερβαλλόμενος τὴν Ἐπίδαμνον πᾶσαν ἐν νῷ βαλλόμενος πάσας ὠδῖνας μηχανικὰς κατὰ τῆς πόλεως ταύτης ἐκίνησε. πρῶτα μὲν κύκλῳ περιβαλόμενος τὸ ἑαυτοῦ στράτευμα καὶ τὰ ἐγγὺς καὶ πορρωτέρω τῆς πόλεως Δυρραχίου πολιορκῶν καὶ ποτὲ μὲν ὑπαντιαζόντων αὐτῷ στρατευμάτων Ῥωμαϊκῶν, ποτὲ δὲ καὶ ἐρημίας οὔσης τῶν ἀποκωλυόντων αὐτόν. καὶ πολέμων πολλῶν καὶ κλόνων ἐγγινομένων καὶ φόνων, καθάπερ ἄνωθεν εἴρηται, πρὸς [*](C) τὴν πολιορκίαν αὐτὴν τῆς πόλεως Δυρραχίου ἀπέβλεψεν. ἀλλὰ πρὶν ἥκειν εἰς αὐτὴν ἐκείνην τὴν ἐπὶ τῷ Δυρραχίῳ μάχην τοῦ τυράννου Βαϊμούντου, ἀναγκαῖόν ἐστιν εἰπεῖν, ὅπως ἔχει θέσεως ἡ πόλις. κεῖται μὲν ἐπ’ αὐταῖς ᾐόσι τοῦ Ἀδριαντικοῦ πελάγους · ἐν τῷ μέσῳ δὲ ὑφήπλωται πέλαγος πολὺ καὶ μακρὸς καὶ κατὰ πλάτος μὲν παρατεῖνον εἰς τὴν περαίαν τῶν Ἰταλῶν, κατὰ μῆκος δὲ ἀνιὸν καὶ ἐπικάμπτον πρὸς ἀνατολάς τε καὶ πρὸς βορρᾶν πρὸς τοὺς Οὐέτονας βαρβάρους, ὧν καταντικρὺ κεῖται τῶν Ἀπουληίων ἡ χώρα. καὶ καθόλου μὲν ὁ Ἀδρίας ὧδε περατοῦται · τὸ [*](D) μέντοι Δυρράχιον ἢ Ἐπίδαμνος, ἀρχαία πόλις καὶ Ἑλληνίς, κατωτέρω μὲν κεῖται τοῦ Ἐλισσοῦ καὶ πρὸς τὰ εὐώνυμα [*](P. 371) μέρη τούτου, ἀνωτέρω δὲ ὁ Ἐλισσὸς καὶ δεξιώτερος. οὗτος δὲ ὁ Ἐλισσὸς εἴτε ἀπό τινος ποταμοῦ Ἐλισσοῦ ὀνομαζομένου συμμιγνυμένου τῷ Δρυμόνι μεγίστῳ ποταμῷ εἴτε οὔτως ἁπλῶς τὸ πολίχνιον ὠνόμαστο, οὐκ ἰχῶ σαφῶς εἰπεῖν. ὁ δὲ ’Eλισσὸς μετέωρόν ἐστι πολίχνιον καὶ πάντη δυσάλωτον, κάτω καὶ περὶ τὰς πεδιάδας ὁρῶν τὸ Δυρράχιον, ὡς λέγουσι, τοιοῦτον δὲ ἀσφαλές , ὥστε καὶ ἠπειρόθεν καὶ ἐκ θαλάττης πολλὴν ἀρωγὴν ποιεῖν Δυρραχίῳ. ᾧ πολιχνίῳ, τῷ Ἐλισσῷ , καὶ ἀποχρησάμενος ὁ αὐτοκράτωρ Ἀλέξιος εἰς [*](1 εἴπερ r: ἤπερ F 17 δὲ C καὶ F 19 Οὐέτονας r (cf. 14, 7): οὐέτωνας F 21 ἡ F)
172
βοήθειαν τῆς πόλεως Ἐπιδάμνου ἀπό τε τοῦ ποταμοῦ Δρυμόνος [*](B) ναυσιπόρου τυγχάνοντος καὶ ἀπὸ τῆς ἠπείρου τὴν πόλιν Δυρραχίου κατησφαλίσατο τὰ χρειώδη ἐκ γῆς καὶ θαλάττης εἰσάγων, ὅσα τε εἰς τροφὴν τῶν αὐτόθι στρατιωτῶν τε καὶ οἰκητόρων καὶ ὅσα πρὸς ὅπλα καὶ μάχας ἦν ἐπιτήδεια. ὁ δὲ Δρυμὼν οὗτος ὁ ποταμός, ἴνα τι καὶ περὶ [*](V. 294) τοῦ ῥεύματος τούτου προσιστορήσαιμι, ῥεῖ μὲν ἄνωθεν ἀπὸ τῆς Λυχνίτιδος λίμνης , ἣν ἡ νῦν γλῶττα ἐκβαρβαρώσασα Ἀχρίδα προσηγόρευσεν ἀπὸ Μόκρου τοῦ Βουλγάρων βασιλέως τὰ πρῶτα καὶ τὰ ἔσχατα Σαμουὴλ, τοῦ ἐπὶ τοῖν βασιλέοιν [*](C) Κωνσταντίνου καὶ βασιλείου τῶν πορφυρογεννήτων γεγονότος, διά τινων τάφρων ἑκατόν, ἃς γεφύρας ἐπονομάζομεν. καὶ γὰρ ἀπορρέουσιν ὥσπερ ἀπό τινων ἀρχῶν διαφόρων τῆς λίμνης διῃρημένοι ποταμοὶ καὶ εἰς ἑκατὸν ἥκοντες οὐ λήγουσι κᾆθ’ οὕτως τῷ ποταμῷ τῷ |κατὰ τὴν Δεύρην ἑνούμενοι, ἐξ οὗ καὶ Δρυμὼν ἐπονομάζεται, καὶ συνεχεῖς αὐτῷ γινόμενοι πλατύνουσι τε αὐτὸν καὶ μέγιστον ἐξεργάζονται. ὃς τοὺς ἐσχάτους τῶν Δαλματῶν παραμείβων καὶ πρὸς βορρᾶν ἀνιὼν ἔπειτα ἐπικάμπτει πρὸς νότον καὶ περὶ τὰς ῥίζας τοῦ Ἐλισσοῦ γινόμενος εἰς τὸν Ἀδριαντικὸν ἐκδίδωσι κόλπον. ταῦτα μὲν περί τε τῆς θέσεως Δυρραχίου [*](D) καὶ Ἐλισσοῦ καὶ τῆς ἀσφαλείας ἑκατέρων τῶν τόπων γεγράφθω· ὁ δὲ βασιλεὺς ἔτι εἰς τὴν βασιλεύουσαν ἐνδιατρίβων μεμαθηκὼς διὰ γραφῶν τοῦ δουκὸς Δυρραχίου τὴν τοῦ Βαϊμούντου διαπεραίωσιν ἐπετάχυνε τὴν ἐξέλευσιν. ἀνύστακτος γὰρ ὢν ὁ δοὺξ Δυρραχίου , μὴ διδοὺς τὸ παράπαν ὕπνον τοῖς ὀφθαλμοῖς, ὁπηνίκα διέγνω διαπλῳσάμενον τὸν Βαϊμοῦντον παρὰ τὴν τοῦ Ἰλλυρικοῦ πεδιάδα καὶ τῆς νηὸς ἀποβεβηκότα καὶ αὐτόθι που πηξάμενον χάρακα, [*](Ρ. 37) Σκύθην μεταπεμψάμενος ὑπόπτερον τοῦτο δὴ τὸ τοῦ λόγου πρὸς τὸν αὐτοκράτορα τὴν τούτου διαπεραίωσιν ἐδήλου. [*](12 γεφύρας] στρουγὰς Ducangius γε φόσσας? 30 τοῦτο addidi)
173
ὃς ἐπανιόντα τὸν αὐτοκράτορα τοῦ κυνηγεσίου καταλαβὼν δρομαῖος εἰσελθὼν καἰ προσουδίσας τὴν κεφαλὴν τὴν τοῦ [*](Β) Βαϊμούντου διαπεραίωσιν τρανῶς ἐβόα. ἅπαντες μὲν οὖν οἰ τότε παρόντες ἐπάγησαν, οὗπερ ἕκαστος ἔτυχε, καὶ πρὸς μόνην τὴν τοῦ Βαϊμούντου κλῆσιν ἀποναρκήσαντες. ὁ δὲ αὐτοκράτωρ πλήρης θυμοῦ καὶ φρονήματος ὢν λύων τὸν ἱμάντα τοῦ ὑποδήματος “πρὸς ἄριστον” ἴφη “τὸ παρὸν τραπώμεθα · τὰ δέ γε κατὰ τὸν Βαϊμοῦντον αὖθις κατασκεψόμεθα”.