Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae Alexiadis, Volume 1. (Corpus Scriptorum Historiae Byzantinae, Volume 38). Schopen, Ludwig; Niebuhur, B.G., editors. Bonn: Weber, 1839.

Οὕτως οὖν τὰ κατὰ τὸν Ἰωάννην καἰ Γρηγόριον τὸν [*](Ρ. 245) Γαβρᾶν ὁ αὐτοκράτωρ οἰκονομήσας, ἀπάρας τῆς Φιλιππου- [*](V. 194) πόλεως, τὰ ἀναμεταξύ Δαλματίας καὶ τῆς ἡμεδαπῆς τέμπη καταλαμβάνει. καὶ τὸν οὖλον αὐχένα διαδραμὼν τοῦ οὑτωσί πως ἐγχωρίως καλουμένου Ζυγοῦ, οὐκ ἐποχούμνος, (οὐ

[*](ΑΛΕΞΙΑΔΟΣ Θ G. 1. οὕτως G, οὗτος Ρ. 2. γαυρὰν G. 5.πως ἐγχωρίως om. CG. Ζυγοῦ srripsi, ζυγοῦ PG. ἐποχούμενος CG, ἐποχούμενον P.)
424

ἐδίδου τοῦτο ἐς ἀεὶ ὁ τόπος ὀχθώδης τε καἰ χαραδρώδης ὢν καὶ συνηρεφὴς καὶ μικροῦ ἄβατος,) ἀλλὰ πεζῇ ἅπαντα διερχόμενος καὶ οἰκείοις περιαρθρῶν ὀφθαλμοῖς, μὴ διαλάθῃ τι ἀφύλακτον, δι᾿ οὖ ῥᾳδία τοῖς πολεμίοις πολλάκις ἡ δίοδος γένηται, καὶ οὗ μὲν διώρυχας ἐπιτρέπων γενέσθαι, οὖ δὲ καὶ [*](Β) ξυλίνους κατασκευασθῆναι πύργους καὶ πολίχνια, ἔνθα ὁ τόπος παρεῖχε, γενέσθαι διὰ πλίνθων ἢ λίθων ἐπέταττε, τὰ ἀπ’ ἀλλήλων διαστήματα καὶ τὰ μεγέθη αὐτὸς διαμετρῶν· ἔστι δ᾿ οὖ καὶ οὐρανομήκη δένδρα ῥιζοτομηθέντα κατατεθῆναι εἰς τὸ ἔδαφος διετάξατο. καὶ οὕτω τὰς τῶν πολεμίων διόδους ἀποταφρεύσας, ἐπάνεισι πρὸς τὴν μεγαλούπολιν. ἀλλ’ ὁ μὲν λόγος ῥᾳδίαν ἴσως τὴν τοιαύτην οἰκονομίαν τοῖς ἀκροαταῖς παρίστησιν· ὁπόσον δὲ τὸν ἱδρῶτα ὁ αὐτοκράτωρ [*](C) τῷ τότε ὑπέστη, μαρτυροῦσι πολλοὶ τῶν τότε παρόντων καὶ εἰς ἔτι καὶ νῦν περιόντων. ἀλλ’ οὐ πολὺς παρεληλύθει καιρός, καὶ τὰ κατὰ τὸν Τζαχᾶν ἀκριβέστερον αὐτῷ ἐπηγγέλλετο, ὡς οὐδὲν τῶν συμβάντων αὐτῷ κατά τε τὴν θάλατταν καὶ τὴν ἤπειρον τῆς πρότερον γνώμης ἀπέστησαν ἀλλὰ τοῖς προσήκουσι βασιλεῦσι χρᾶται παρασημοις, βασιλέα ἑαυτὸν ὀνομάζων, καὶ τὴν Σμύρνην οἰκῶν καθαπερεὶ βασίλειά τινα στόλον εὐπρεπίζει, ἐφ’ ᾦ τάς τε νήσους αὖθις δῃώσασθαι καὶ μέχρι αὐτοῦ φθάσαι Βυζαντίου καὶ εἰς αὐτε

[*](1. om. G. 3. περιαρθρεῖν G. lege περιαθρῶν. 9. δὲ G. 10. πολέμων G. 11. lege μεγαλόπολιν. 18. lege ἀπέστησεν. jg. χρῶται G.)
425

τῳ δέ, εἰ δυνατόν, τὴν τῆς βασιλείας ἀνενεχθῆναι περιωπήν. [*](D) ταῦτα ὁ αὐτοκράτωρ βεβαιούμενος ὁσημέραι, δεῖν ἔγνω μὴ ἀναπίπτειν, μηδὲ μαλακίζεσθαι πρὸς τὰ θρυλλούμενα, ἀλλὰ παρασκευάζεσθαι διὰ τοῦ ἔτι λείποντος ἐαρινοῦ καιροῦ καὶ τοῦ μετ᾿ αὐτὸν χειμῶνος κατὰ τὸ ἐπιὸν ἔαρ καρτερῶς πρὸς αὐτὸν ἀντικαταστῆναι καὶ σπεῖσαι διὰ πάσης μηχανῆς, [*](Ρ. 246) μὴ μόνον φροῦδα τὰ ἐκείνου ἀναδεῖξαι ἅπαντα, τὰς βουλάς, τὰς ἐλπίδας, τὰς ἐγχειρήσεις, ἀλλὰ καὶ αὐτῆς ἀπελάσαι τῆς Σμύρνης καὶ ὅσα ἄλλα προφθάσας κατέσχε, τῆς ἐκείνου χειρὸς ῥύσασθαι. τοῦ χειμῶνος δὲ ἤδη παρωχηκότος, ἔπει προσμειδιῶν ἤδη τὸ ἔαρ παρῆν, μεταπεμψάμενος ἀπὸ τῆς Ἐπιδάμνου τὸν γυναικάδελφον, αὐτοῦ Ἰωάννην τὸν Δούκαν, μέγαν δοῦκα τοῦ στόλου προεχειρίσατο. καὶ ἠπειρώτας δὲ στρατὸν ἐπίλεκτον ἐπιδούς, παρεκελεύσατο αὐτὸν μὲν διὰ τῆς ἠπείρου τὴν πρὸς τὸν Τζαχᾶν πορείαν ποιεῖσθαι, τῷ δέ γε Κωνσταντίνῳ τῷ Δαλασσηνῷ τὴν τοῦ στόλου ἡγεμονίαν ἐγχείρισαι ἐντειλάμενον οὕτω τὴν ἠϊόνα παραθέειν. ἵν᾿ ἅμα τὴν Μιτυλήνην [*](B) καταλαβόντες ἐξ ἀμφοῖν θαλάττης τε καὶ ἠπείρου τὸν μετὰ τοῦ Τζαχᾶ συνάψωσι πόλεμον. καταλαβὼν τοίνυν τὴν Μιτυλήνην ὁ Δούκας παραχρῆμα ξυλίνους κατεσκεύασε πύργους [*](V. 195) κω ὥσπερ ἐξ ὁρμήματός τινος ἐκεῖθεν ἀφορμῶν καρτερώτερον τοῖς βαρβάροις ἀντικαθίστατο. ὁ δὲ Τζαχᾶς τὴν τῆς Μιτυλήνης φρουρὰν τῷ ἀδελφῷ αὐτοῦ Γαλαβάτζῃ προαναθέμενος, ἔπει μὴ ἐξαρκοῦντα τοῦτον πρὸς μάχας τοιούτου ἀν-

[*](1. lege δὴ. τήν βασίλειον CG. 4. ἐαρινοῦ: an θερινοῦ? 5. καὶ κάτα coni. Brockhonius. 17. ᾐόνα C. 23. αὐτοῦ add. CG.)
426

δρὸς ἐγίνωσκε, θᾶττον φθάσας καὶ πολέμου σχῆμα διατυπώσας, [*](C) ξυμμίγνυται τῷ Δούκᾳ. καρτερᾶς δὲ τῆς μάχης γενομένης, ἡ νὺξ ταύτην διέλυσε. κἄκτοτε ὁ Δούκας διὰ τριττῆς σεληνιακῆς περιφορᾶς οὐκ ἐνεδίδου καθ’ ἑκάστην ἡμέραν προσβάλλων τε τοῖς τείχεσι Μιτυλήνης καὶ μέτα τοῦ Τζαχᾶ λαμπροὺς πολέμους συναίρων ἔξ ἡλίου ἀνατολῆς μέχρι δυσμῶν. καὶ οὐδὲν πλέον ἦν τῷ Δούκᾳ τοῦ τοσούτου καμάτου. ὅπερ μανθάνων ὁ αὐτοκράτωρ ἠνιᾶτο καὶ ἤσχαλλεν. ἐπερωτήσας δέ ποτε τὸν ἐκεῖθεν ἐλθόντα στρατιώτην καὶ διαγνούς, ὡς οὐδὲν ἄλλο τῷ Δούκᾳ ἢ μάχαι τε καἰ πόλεμοι, καὶ περὶ τοῦ καιροῦ ἤρετο, καθ’ ὁποίαν ὥραν αἱ μετὰ τοῦ Τζαχᾶ μάχαι συνίστανται. τοῦ δὲ περὶ αὐτὰς τὰς τοῦ ἡλίου αὐγὰς [*](D) εἰρηκότος, ὁ βασιλεὺς αὖθις “καὶ τινες τῶν μαχομένων πρὸς ἀνατολὰς ἀποβλέπουσι;" καὶ ὁ στρατιώτης “τὸ ἡμέτερον" ἔφη “στράτευμα." ξυνεὶς οὖν τηνικαῦτα τὴν αἰτίαν, ὁποῖος ἐκεὶνος ἐν ἀσκέπτῳ χρόνῳ τὸ δέον εὑρίσκων, γράμμα πρὸς τὸν Δούκαν σχεδιάζει, ξυμβουλεύων ἀποστῆναι τῆς κατὰ τὰς αὐγὰς τοῦ ἡλίου μετὰ τοῦ Τζαχᾶ μάχης, καὶ μὴ ἕνα πρὸς δύο μάχεσθαι, τὰς ἡλιακὰς ἀκιῖνας δηλαδὴ καὶ αὐτὸν τὸν Τζαχᾶ· ἐπὰν δὲ ὁ ἥλιος τὸν μεσημβρινὸν κύκλον διελθὼν πρὸς δυσμὰς ἀποκλίνῃ, τηνικαῦτα προσβάλλειν τοῖς ἐναντίοις. ἐγχειρίσας οὖν τὸ γράμμα τῷ στρατιώτῃ καὶ [*](Ρ. 247) περὶ τούτου παραγγείλας, τέλος ἀποφαντικῶς ἔφη “ἐὰν κλίἀνατολῶν

[*](6. CG. 17. ξυμβουλεῦον C. 20. lege Τζαχᾶν.)
427

νοντος τοῦ ἡλίου προσβαλεῖτε τοῖς ἐναντίοις, νικῆται παραχρῆμα ἔσεσθε.” ταῦτα τοῦ Δούκα διὰ τοῦ στρατιώτου μεμαθηκότος καὶ μηδέποτε τοῦ αὐτοκράτορος μηδὲ τὴν ἐπὶ τῷ τυχόντι παραβλεψαμένου συμβουλήν, τῇ μετ᾿ αὐτὴν κατὰ τὸ σύνηθες οἱ βάρβαροι ὁπλισάμενοι, ἐπεὶ τῶν ἀντιμάχων οὐδεὶς ἐφαίνετο, (ἠρέμουν γὰρ αἱ 'Ρωμαϊκαὶ φάλαγγες κατὰ τὰς τοῦ αὐτοκράτορος ὑποθήκας,) τὴν μάχην ἀπηλπικότες κατὰ τὴν ἡμέραν ἐκείνην, αὐτοῦ που μεμενήκασιν, τὰ ὅπλα ἀποθέμενοι. ἀλλ’ ὁ Δούκας οὐκ ἠρέμει. εἰς μεσουράνημα γὰρ τοῦ ἡλίου ἤδη ἐφθακότος, αὐτός τε καὶ τὸ στρατιωτικὸν ἅπαν ἐπὶ [*](Β) τοῖς ὅπλοις ἦν. καὶ κλίνοντος ἤδη τοῦ ἡλίου, πολέμου τάξιν διατυπώσας, σὺν ἀλαλαγμῷ καὶ βοῇ πολλῇ αἰφνηδὸν κατὰ τῶν βαρβάρων ἴεται. οὐ μέντοι οὐδ᾿ ὁ Τζαχᾶς ἀνέτοιμος ἐφάνη. ἀλλ’ εὐθὺς καρτερῶς ὁπλισάμενος συμμαίγνυσι ταῖς 'Ρωμαϊκαῖς φάλαγξιν. πνεύσαντος δὲ τηνικαῦτα καὶ ἀνέμου σφοδροῦ καὶ ἀγχεμάχου τῆς μάχης γεγονυίας ὁ κονίσσαλος ἐς οὐρανὸν αὐτὸν ἦρτο. καὶ τὸ μέν τοι κατὰ πρόσωπον τὸν ἥλιον λάμποντα ἔχοντες, τὸ δέ τι καὶ τοῦ ἀνέμου τὰς ὄψεις διὰ τῆς κόνεως τρόπον τινὰ κατασβολοῦντος, τῶν τε 'Ρωμαίων καρτε- [*](C) ρώτερον εἴπερ ποτὲ προσβαλόντων, ἡττήθησαν τὰ νῶτα δεδωκότες. καὶ οὕτω μὴ φέρων ὁ Τζαχᾶς τὴν ἔπι πλέον πολιορκίαν κὼ πρὸς τὴν ἀδιάστατον μάχην μὴ ἐξαρκῶν, τὴν περὶ εἰρήνης ἐπερωτᾷ, τοῦτο καὶ μόνον ἐξαιτούμενος, ἐκχωρηθῆναι

[*](4. τῇ CG, τῷ P. 17. lege τὸ μέν τι. 20. προβαλόντων C. 22. lege τὰ περὶ.)
428
[*](V. 196)

οἱ ἀβλαβῆ τὸν πρὸς τὴν Σμύρνην ἀπόπλουν. πείθεται τούτῳ ὁ Δούκας, καὶ λαβὼν ὁμήρους δύο τῶν ἐκκρίτων σατραπῶν, ἐπεὶ κἀκεῖνος αὖθις ἄλλους ᾐτεῖτο τὸν Δούκαν, ἐφ’ ᾧ τὸν μὲν μηδένα τῶν Μιτυληναίων ἀδικῆσαι ἐξερχόμενον ἣ συνεπαγαγέσθαι ἀποπλέοντα πρὸς Σμύρνην, τὸν δὲ διατηρῆσαι [*](D) αὐτὸν ἀβλαβῆ τὸν ὡς πρὸς Σμύρνην ἀπόπλουν ποιούμενον, δέδωκε τούτῳ τόν τε Εὐφορβηνὸν Ἀλέξανδρον καὶ Μανουὴλ τὸν Βουτουμίτην· ἄνδρες οὗτοι φιλοπόλεμοι τε καὶ γενναῖοι. εἶτα πίστεις ἐξ ἀλλήλων λαβόντες, ὁ μὲν ἀμεριμνίαν ἤδη εἶχε τοῦ μὴ ἐν τῷ ἐξέρχεσθαι τὸν Τζαχᾶν βλάβην τινὰ τοῖς Μιτυληναίοις ἐπαγαγεῖν, ὁ δὲ ἐν τῷ διαπερᾷν μὴ παρὰ τοῦ Ῥωμαϊκοῦ στόλου κάκωσιν ἐσχηκέναι. ἀλλ᾿ ὁ καρκίνος ὀρθῶς βαδίζειν οὐκ ἐμάνθανεν, οὐδ’ ὁ Τζαχᾶς τῆς πρότερον ἀφίστατο πονηρίας. πάντας γὰρ τοὺς Μιτυληναίους ἐπεπειρᾶτο σὺν γυναιξὶ καὶ τέκνοις ἑαυτῷ συνεπαγαγέσθαι. ἐν ὅσῳ δὲ ταῦτα ἐγένετο, ὁ Δαλασσηνὸς Κωνσταντῖνος θαλασσοκράτωρ [*](P. 248) τηνικαῦτα ὢν καὶ μήπω ἐφθακώς, κατὰ τὰ ἐντεταλμένα παρὰ τοῦ αὐτοκράτορος Δούκα εἰς ἀκρωτήριόν τι τὰς ναῦς προσορμίσας, ἐπεὶ ταῦτα μεμαθήκοι, ἐλθὼν ἠξίου τὸν Δούκαν παραχωρηθῆναί οἱ μετὰ τοῦ Τζαχᾶ συνάψαι πόλεμον. ὁ δὲ τὸν προγεγονότα εὐλαβούμενος ὅρκον, ἀνεβάλλετο τέως. ὁ δὲ Δαλασσηνὸς ἐνέκειτο λέγων, ὡς “σὺ μὲν ὀμώμοκας, ἐγὼ δ’ οὐ παρῆν· καὶ σὺ μὲν τήρει ἃς δέδωκας πίστεις ἀραγεῖς, ἐγὼ

[*](5. τὸν : τοῦ C. 7. τε om. G. Μιχαὴλ G. 8. Βουτομίτην C constanter. 11. ἐπιγαγεῖν P, recte CG. 16. Δαλασηνὸς C seniper. θαλασσοκρατήσας CG. 18. προσορμίσας C, προσορμήσας PG. 23. ἀρωγῖς C. lege ἀρραγεῖς.)
429

δ᾿ ὁ μήτε παρών, μήτ᾿ ὀμωμοκώς, μήτε τι τῶν συνδοξάντων ἀμφοῖν γινώσκων, ἐπαποδύσομαι πρὸς τὸν κατὰ τοῦ Τζαχᾶ πόλεμον." ἐπεὶ δ’ ὁ Τζαχὰς τὰ πρυμνήσια λύσας, ὡς εἶχε κατευθὺ Σμύρνης τὸν ἀπόπλουν ἐποιεῖτο, καταλαμβάνει τοῦτον [*](B) ὁ Δαλασσηνὸς θᾶττον ἢ λόγος, κὼ παραχρῆμα προσβαλὼν ἐδίωκεν. ἀλλὰ καὶ ὁ Δούκας τὸ ἐπίλοιπον τοῦ ναυτικοῦ τοῦ Τζαχᾶ λύον τὰ πρυμνήσια ἐφθακώς, κατέσχε μὲν τὰς ναῦς καὶ τῆς βαρβαρικῆς χειρὸς τοὺς δορυαλώτους ἅπαντας καὶ τοὺς ἐν αὐτοῖς δεσμώτας αἰχμαλώτους ἐρρύσατο. ὁ δὲ Δακασσγβίςμ πολλὰ τῶν τοῦ Τζαχᾶ λῃστρικῶν πλοίων κατασχών, τοὺς ἐνόντας σὺν αὐτοῖς ἐρέταις ἀναιρεῖσθαι παρεκελεύετο. τάχα δ’ ἂν καὶ ὁ Παγὰς αὐτὸς ἑαλώκει, εἰ μὴ πανοῦργος ὢν καὶ τὸ μέλλον ὑφορώμενος, εἰς ἓν τῶν κουφοτέρων ἀκατίων μεταβὰς, διὰ τὸ ἀνύποπτον διεσώθη λαθών. [*](C) στοχαζόμενος γὰρ τοῦ συμπεσόντος αὐτῷ, ἐκ τῆς ἠπείρου Τούρκους παρεσκευάκει εἰς τι ἀκρωτήριον ἑστάναι καὶ ὁρᾶν, μέχρις ἂν ἢ τὴν Σμύρνην ἀκινδύνως αὐτὸς καταλάβοι ἢ πολεμίοις περιτυχὼν πρὸς αὐτοὺς τὴν ναῦν ἐξορμίση καθάπερ εἰς τι κρησφύγετον. καἰ δὴ τοῦ σκοποῦ οὐκ ἠστόχει. ἀλλ’ ἐκεὶ τὴν ναῦν προσορμίσας, μετὰ τῶν ἀπεκδεχομένων αὐτὸν Τούρκων ἑνωθεὶς, ὡς πρὸς Σμύρνην ᾤχετο. καὶ δὴ καὶ ταύτην κατέλαβεν. ὁ δὲ Δαλασσηνὸς νικητὴς ὑποστρέψας ἑνοῦὡς

[*](3. om. G. 9. αὐτῷ G. 13. ὑφορώμενος G, ὑποφορώμενος P. 15. στοχασάμενος G. 18. ἐξορμίσῃ C, ἐξορμήσῃ PG. 19. τι add. C. ἠστοχήκει CG.)
430

τᾶι τῷ μεγάλῳ δουκί. ταὶ ὁ Δούκας τὰ κατὰ τὴν Μιτυλήνην [*](D) ἀσφαλισάμενος, ἔπει καὶ ὁ Δαλασσηνὸς ἐκεῖθεν ὑπέστρεψεν, τοῦ Ῥωμαϊκοῦ στόλου πολὺ μέρος ἀφελόμενος, κατὰ τῶν παρὰ τοῦ Τζαγᾶ κατεχομένων (καὶ γὰρ ἱκανὰς ἔφθασε νήσους χειρώσασθαι) ἐξαπέστειλε. καἰ ἐξ ἐπιδρομῆς τήν τε Σάμον καί τινας ἄλλας νήσους κατασχών, ἐπανέρχεται πρὸς τὴν βασιλεύουσαν.

Οὐ πολλαὶ παρῆλθον ἡμέραι, καἰ μεμαθηκὼς ἑ αὐτοκράτωρ τὴν τοῦ Καρύκη ἀποστασίαν καὶ ὅτι τὴν Κρήτην κατέσχεν, ἐκεῖθεν δὲ ὁ Ῥαψομάτης τὴν Κύπρον, μετὰ στόλου [*](V. 197) μεγάλου κατ’ αὐτῶν τὸν Δούκαν Ἰωάννην ἐξέπεμψε. καὶ καταλαβόντα δὲ τὸν Δούκαν τὴν Κάρπαθον οἱ Κρῆτες νμεμαθηκότες, ἐπεὶ οὐ πόρρω ταύτην εἶναι ἐγίνωσκον ἐπιθέμενοι τῷ Καρύκῃ, δεινὸν τὸν φόνον κατ’ αὐτοῦ ἀπειργάσαντο. καἰ οὕτω τὴν Κρήτην τῷ μεγάλῳ δουκὶ παραδεδώκασιν. κατα- [*](Ρ. 249) σφαλισάμενος δὲ τὰ περὶ αὐτὴν ὁ Δούκας καὶ ἀποχρῶσαν δύναμιν εἰς τὴν αὐτῆς φρουρὰν καταλιπών, ἔπι· τὴν Κύπρον τὸν κατάπλουν ποιεῖται. καὶ ἅμα τῷ ταύτῃ προσκεῖλαι, ἐξ ἐφόδου τὴν Κυρήνην κατέσχεν. ὁ δὲ Ῥαψομάτης τοῦτο μεμαθηκώς, καρτερῶς ὁπλίζεται κατ’ αὐτοῦ. ἀπὸ Λευκουσίας τοιγαροῦν ἀπάρας καὶ τὰς ἀκρολοφίας τῆς Κυρήνης καταλαρών, ἐκεῖ που τὸν χάρακα ἐπήξατο, ἀναβαλλόμενος τέως τὸν πόλεμον, ὡς ἀπειροπόλεμος καὶ στρατηγικῶν τεχνασμάτων ἀδαής. χρεὼν γὰρ τούτοις ἀνετοίμοις ἐπεισπεσεῖν ὁ δὲ ἀνεβάλῥαψομμάτης

[*](10. A. 11. αὐτὸν G, καὶ om. C. 12 δὲ om. Α. φόνον τούτου τούτου Α. 20. Λευκωσίας Ducaugius, sed vid. Cinnam. IV. p. 179, 1. 24. ἀνεβάλλετο — μάλα. om. G.)
431

λετο τέως τὴν μάχην, οὐχ ὅπως εἰς συμβολὴν πόλεμον παρασκευασθησόμενος, ὡς δῆθεν ἀνετοίμως ἔχων, (παρεσκεύαστοΒ γὰρ εὖ μάλα, καὶ εἴπερ ἐβούλετο, συνεκρότησεν ἂν αὐτίκα τὸν πόλεμον,) ἀλλ’ ὡς ἂν μηδὲ συμπλακῆναι βουλόμενος, ὥσπερ ἐν παιδιαῖς μειρακίων τὰ τοὺ πολέμου ἐπικεχειρήκει, μαλακῶς τε πρὸς αὐτοὺς διαπρεσβευόμενος κω μειλιχίοις λόγοις ἐφέλκεσθαι τούτους ὥσπερ οἰκονομούμενος. καὶ οἶμαι ἢ δι’ ἀπειρίαν πολέμων ταῦτ’ ἐποίει, (ἧν γάρ, ὡς ἔγωγε περὶ τούτου χθὲς καἰ πρώην ἡμμένος ξίφους καὶ δόρατος καὶ μηδ’ ἐπιβῆναι νᾶι ἐφ’ ἵππον εἰδώς, ἀλλ’ εἰ καὶ τύχοι ἐπιβεβηκώς, κἆν οὕτως ἐξιππάσασθαι βούλοιτο, ταραχὴν εἶχε καὶ σάλον οὕτως [*](C) εἶχε περί τὴν στρατιωτικὴν ἐμπειρίαν ἀπείρως ὁ Ῥαψομάτης,) ἥ τοίνυν διὰ ταῦτα ἢ καταπλαγεὶς τὴν ψυχὴν τῷ αἰφνιδίῳ τῆς ἐφόδου τῶν βασιλικῶν στρατευμάτων, τὰς φρένας περιπεπλάνητο. ἔνθεν τοι καὶ τὸν πόλεμον μέτα τινος δυσελπιστίας ἐπιχειρήσαντι οὐκ εἰς καλὸν αὐτῷ ἀπηντήκει τὰ πράγματα. ὁ γὰρ Βουρουμίτης ὑποποιησάμενός τινας τῶν ἐκείνῳ συναραμένων, αὐτομολήσαντας τῷ ἰδίῳ συγκατέλεξε στρατεύματι. τῇ δὲ μετ’ αὐτὴν τὰς φάλαγγας στήσας ὁ Ῥαψομάτης, τὸν 20μετὰ τοῦ Δούκα ἐζήτει πόλεμον, διὰ τοῦ πρανοῦς τῆς βααδεῖ ποδὶ στείχων. ὡς δὲ τὸ μεσαίχμιον ἀμφοῖν τοῖν στρατοπέδοιν ἀπεστενοῦτο ἤδη, ἀπόμοιρά τις τῶν τοῦ [*](D) Ῥαψομάτου εἰς ἑκατὸν ποσουμένη τὸν ἀριθμόν, διακριθεῖσα

[*](5. τὰ τοῦ πολέμου om. G. 16. ἐπεχειρήσατο G. 17. γὰρ: γοῦν CG. ai. μεταίχμιον G. 23. ποσούμενοι G.)
432

ὡς τάχα κατὰ τοῦ Δούκα τὰς ἡνίας ὅλας ἐνδόντες, τὰς ἀκωκὰς τῶν δοράτων ὄπισθεν στρέψαντες, προσχωροῦσιν αὐτῷ. τοῦτο θεασάμενος ὁ Ῥαψομάτης, τὰ νῶτα παραχρῆμα δίδωσιν, ὅλας ἡνίας εἰς φυγὴν χαλάσας, ὡς πρὸς τὴν Νέωσόν ἀπονενευκώς, εἰ που γένοιτό οἱ ταύτην καταλαβόντι πλοίω ἐντυχεῖν, δι’ οὖ τῇ Συρίᾳ προσορμίσας τὴν σωτηρίαν ἑαυτῷ περιποιήσαιτο. Μανουὴλ δὲ ὁ Βουτουμίτης ἐξ ὀπισθίων αὐτοῦ διώκων ἤλαυνε. ὁ δὲ ὑπ’ αὐτοῦ κατεπειγόμενος καὶ τῆς ἐλπίδος διημαρτηκώς, τῷ ἐπὶ θάτερα προσεχώρησεν ὄρει, εἰς τὸν ἐπ’ ὀνόματι τοῦ τιμίου σταυροῦ ἀνεγερθέντα πάλαι νεὼν προσπεφευγώς. ὁ δὲ Βουτουμίτης, οὗτος γὰρ τὴν αὐτοῦ διωκὴν παρὰ τοῦ Δούκα ἐπετέτραπτο,) τοῦτον αὐτοῦ που καταλαβών, λόγον ἀπαθείας αὐτῷ δίδωσι καὶ συμπαραλαβὼν [*](P. 250) ἄγει πρὸς τὸν μέγαν δοῦκα. κἀντεῦθεν πάντες τὴν Λευκουσίαν καταλαμβάνουσι. κἀκεῖθεν τὴν ὅλην νῆσον ὑπὸ τὴν ἰδίαν ὢ χεῖρα ποιησάμενοι, ἠσφαλίσαντο κατὰ τὸ ἐγχωροῦν, τῷ αὐτοκράτορι τὰ συμπεσόντα ἅπαντα διὰ γραμμάτων δηλώσαντες. ὁ δὲ βασιλεὺς ἀποδεξάμενος αὐτῶν τὸν ἀγῶνα, δεῖν ἔγνω τὰ κατὰ τὴν Κύπρον ἀσφαλίσασθαι. κριτὴν μὲν οὖν τηνικαῦτα καὶ ἐξισωτὴν τὸν Καλλιππάριον προυβάλλετο· · ἀνὴρ δὲ οὗτος [*](V. 198) τῶν ἐπισήμων, μαρτυρίαν δὲ πολλὴν δικαιοπραγίας τε καὶ

[*](3. δίδωσιν καὶ CG. 4. Λέμεσον G. 5. ἀπονένευκεν CG. 6. προσορμίσας C, προσορμήσας PG. 7. Μιχαὴλ CG. g. ἡμαρτηκὼς G. 11 προπεφευγὼς C. 14. μέγαν δοῦκα Α, Δούκα PG. Λευκοσίαν G. 17. ἐμπεσόντα G. ἅπαντα add. CG. 21. τε om. G.)
433

ἀφιλοχρηματίας καὶ ταπεινοφροσύνης συνεπαγόμενος. ἐπεὶ δὲ καί τινος ἡ νῆσος ἐδεῖτο τοῦ ταύτην φρουρήσοντος τὸν [*](Β) Φιλοκάλην Εὐμάθιον, τὴν ταύτης ἀναθέμενος φρουράν στρατοπεδάρχην προεχειρίσατο ναῦς πολεμικὰς δεδωκὼς αὐτῷ κὼ ἱππότας, ἐφ’ ᾧ τὰ κατὰ τὴν· Κύπρον διά τε θαλάσσης καὶ ἠπείρου ἀσφαλίζεσθαι. ὁ μέντοι Βουτουμίτης ἀναλαβόμενος τὸν Ραψομάτην καὶ τοὺς συναποστατήσαντας αὐτῷ ἀθανάτους, ἐπάνεισι πρὸς τὸν Δούκαν. καὶ οὕτως εἴσεισι πρὸς τὴν βασιλεύουσαν.

Τοιαῦτα μὶν οὖν τὰ κατὰ τὰς νήσους, τὴν Κύπρον φημὶ καὶ Κρήτην. ὁ δέ γε Ταζχᾶς, ἀνὴρ ὢν φιλοπόλεμος, δραστηριότητι γνώμης οὐκ ἤθελεν ἠρεμεῖν, ἀλλὰ μετ’ οὐ πολὺ τὴν Σμύρνην ἐπελθὼν κατέλαβε. καὶ αὖθις λῃστρικὰς ἐπιμελῶς [*](C) κατεσκεύαζε ναῦς, δρόμωνάς τε καὶ διήρεις καὶ τριήρεις και ἀλλ' αττα τῶν κουφοτέρων νηῶν. τοῦ αὐτοῦ σκοποῦ ἐχόμενος. ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ, οὐκ ἀνέπιπτεν αὐθις. οὐθ' ἀνεβάλλετο , ἀλλ’ ἐκ θαλάττης καὶ ἠπείρου ἔσπευδε τοῦτον καταγωνίσασθαι. τὸν μὲν οὖν Κωνσταντῖνον τὸν Δαλασσηνὸν θαλασσοκράτορα προχειρισάμενος, τηνικαῦτα μετὰ τοῦ ναυτικοῦ παντὸς ἐξέπεμψε κατὰ τοῦ Τζαχᾶ. τὸν δέ γε σουλτάνον συνοῖσον ἐδόκει διὰ γραμμάτων ἐρεθίσαι κατ’ αὐτοῦ. εἶχε δ’ οὕτω τὰ γράμματα. “οἶδας, μεγαλοδοξότατε

[*](D)[*](3. Εὐστάθιον G. 11. τζαχᾶς πάλιν οὐκ ἤθελεν ἠρεμεῖν, φιλοπόλεμος ὤν, καὶ αὖθις τὴν Σμύρνην κατέλαβε καὶ δρόμωνας A. 12. ἔθελεν G. 13. ὑπελθὼν CG. 21. διερεθίσαι κατ’ αὐτοῦ διὰ γραμμάτων G.)
434

σουλτὰν Κλιτζιασθλάν, ὅτι τὸ σουλταντιὸν ἀξίωμά σοι πατρόθεν προσήκει. ὁ δὲ σὸς γαμβρὸς ὁ Τζαχᾶς κἂν κατὰ τῆς βασιλείας Ῥωμαίων τῷ φαινομένῳ ὁπλίζηται, βασιλέα ἑαυτὸν ἀποκαλῶν, ἀλλὰ τοῦτο πρόδηλος σκῆψίς ἐστιν. οὐ γὰρ λέληθεν αὐτὸν πολυπειρίαν ἔχοντα καὶ ἀκοριβῶς γινώσκοντα , ὡς οὐ προσήκει τούτῳ ἡ βασιλεία Ῥωμαίων, καὶ ἀδύνατον τοιαύτης ἐπιδράξασθαι. τὸ δὲ πᾶν σκαιώρημα κατὰ σοῦ ἐξαρτύεται. οὐ χρὴ τοιγαροῦν ἀνέχεσθαι αὐτοῦ, οὔτε μὴν ἀναπεπτωκέναι, ἀλλ’ ἐγρηγορέναι μᾶλλον, ἕνα μὴ τῆς ἀρχῆς παραλυθῇς. ἐγὼ μὲν οὖν τοῦτον τῶν ὑπὸ τὴν βασιλείαν Ῥωμαίων P. 251[*]( ὁρίων ἀπελάσω, θεοῦ ἀρήγοντος· κηδόμενος δὲ σοῦ) παρεγγυῶμαι, ὡς ἂν καὶ αὐτὸς τῆς ἰδίας φροντίσῃς ἀρχῆς καἰ ἐξουσίας, καὶ πὴ μὲν μετ’ εἰρήνης, πὴ δέ, εἰ μὴ ταύτην ἀσπάζοιτο, μετὰ ξίφους σπεύσῃς αὐτὸν καθυποτάξαι." τούτων οὕτω παρὰ τοῦ βασιλέως οἰκονομηθέντων, καταλαμβάνει τὴν Ἄβυδον ὁ Τζαχᾶς μετὰ τῶν ὑπ’ αὐτὸν δυνάμεων ἔξ ἠπείρου, καὶ ἐπολιόρκει ταύτην δι’ ἑλεπόλεων καὶ παντοίων πετροβόλων ὀργάνων. οὐδὲ γὰρ παρῆσαν τούτῳ ἔτι λῃστρικαὶ νῆες μήπω ἀπραρτισθεῖσαι. ὁ δέ γε Δαλασσηνὸς εἴχετο μὶν μετὰ τῶν ὑπ' αὐτὸν δυνάμεων τῆς πρὸς Ἄβυδον φερούσης, φιλοκινδυνότατος καὶ εὐψυχότατος [*](B) ὢν ὁ ἀνήρ · ὁ δὲ σουλτὰν Κλιτζιασθλὰν δεξάμενος τὰ

[*](1. Κλισιασθλὰν CG, κυτζασθλᾶν Α. 2. γαμβρὸς : κηδεστὴς Α. 3. ὁπλίζεται G. 5. καὶ add. C. 6. τούτων G. τῶν ὑπὸ ῥωμαίους ὁρίων A. 11 δὲ om. G. 12. ὡς τῆς οἰκείας ἀρχῆς καὶ ἐξουσίας φροντίσῃς A. 14. σπεύσῃς C, σπεύσεις PA. 15. τὰ παρὰ PG , τὰ om. CA. 18. ἔτι τούτῳ Α. οὔπω A. ἐπαρτισθεῖσαι G. 21. κλυτζασθλᾶν Α.)
435

παρὰ τοῦ βασιλέως διαμηνυθέντα , ἔργου εὐθὺς εἴχετο, τῆς πρὸς τὸν Τζαχᾶν φερούσης ἁψάμενος σὺν παντὶ τῷ στρατεύματι. τοιοῦτον γὰρ τὸ βάρβαρον ἅπαν ἕτοιμον πρὸς σφαγὰς καὶ πολέμους. ἔγγιστα δὲ τοῦτό γενομένου, ἐπεὶ ἐξ ἠπείρου καὶ θαλάττης τοὺς πολεμίους ἑώρα ἐπιόντας, πλῶον δὲ οὐδαμοῦ, μήπω τῶν παρ’ αὐτοῦ ἑτοιμαζομένων νηῶν ἀπαρτισθεισῶν, μήτε δυνάμεις ἀποχρώσας ἔχων πρός τε τὸ Ῥωμαϊκὸν καὶ τὸ τοῦ κηδεστοῦ αὐτοῦ σουλτὰν κλιτζιασθλὰν στράτευμα, [*](V. 199) ἐν ἀμηχανίᾳ καθειστήκει. πτοούμενος δὲ κὼ τοὺς ἐποίκους καὶ στρατιώτας Ἀβύδου δεῖν ἐληίσατο προσεληλυθέναι [*](C) τῷ σουλτάν, ἀγνοῶν τὴν τοῦ αὐτοκράτορος κὰτ αὐτοῦ κάτα. σκευασθεῖσαν τυρείαν. ὁ δὲ σουλτὰν τοῦτον θεασάμενος, ἱλαρὸν εὐθὺς ἐδείκνυ βλέμμα καὶ ἀσπασίως ἐδέχετο. τράπεζα,, τοίνυν, ὡς ἔθος, ἑτοιμάσας καὶ συνδειπνῶν μετ' αὐτοὶ, ζωρότερον πιεῖν τὸν Τζαχᾶν κατηνάγκαζεν. ὁπηνίκα δὲ τοῦτον ἐμφορηθέντα τοῦ οἴνου διέγνω, σπασάμενος ξίφος κατὰ τῶν λαγόνων ὦσεν αὐτοῦ. καὶ αὐτὸς μὲν αὐτοῦ που νεκρὸς ἔκειτο· ὁ δέ γε σουλτὰν τὰ πέρι· εἰρήνης τοῦ λοιποῦ πρὸς τὸν αὐτοκράτορα διαπρεσβεύεται. καὶ δὴ τοῦ σκοποῦ οὐ διήμαρετ. δέχεται γὰρ αὐτοῦ τὴν αἴτησιν ὁ αὐτοκράτωρ. καὶ [*](D) τῶν εἰρηνικῶν σπονδῶν ὡς ἔθος, τελεσθεισῶν, ἐν καταστάσει τὰ παρὰ θάλασσαν ἤσαν οὔρια.

[*](1. μηνυθέντα Α. 8. σουλτὰν om. CG. 9. εἱστήκει A. 12 θεασάμενος τοῦτον G. 15. πιεῖν Α, πίνειν PG. 16. ἐμφορηθῆναι οἴνου PG, alterum Α. 17. που add. A.)
436

Μήπω δὲ τοσούτων φροντίδων ὁ αὐτοκράτωρ ἀπαλλαγείς, μηδὲ τῶν ἀπὸ τούτου κακώσεων καθαριεύσας, εἰ γὰρ καὶ αὐτὸς μὴ παρῆν ἴν τισιν, ἀλλά γε ταῖς φροντίσι καὶ ταῖς οἰκονομίαις συμπαρῆν καὶ συνέπραττε,) εἰς ἕτερον ἀγῶνα αὖθις ἠπείγετο. ὁ γὰρ Βολκάνος, ἀνὴρ δὲ οὗτος τὸ πᾶν τίς ἀρχῆς τῶν Δαλματῶν φέρων, δεινὸς μὲν εἰπεῖν, δεινὸς δὲ καταπράξασθαι,) μετὰ διττὴν ἡλίου περιφορὰν τῆς τῶν Σκυθῶν καταλύσεως, τῶν ἰδίων ὅρων ἐξεληλυθώς, τὰς παρακειμένας [*](P. 252) ἐληίζετο πόλεις καὶ χώρας καὶ αὐτὸ δὴ τὸ Λιπένοιν κατασχών πῦρ ἐμβαλὼν ἐνέπρησε. ταῦτα ὁ βασιλεὺς μεμαγηοχώς, οὐκέτ’ ἀνεκτῶς εἶχεν, ἀλλ' ἀποχρώσας δυνάμεις συναγηοχώς, κατὰ τῶν Σέρβων κατευθὺ τοῦ Λιπενίου ἤλαυνε, τοῦτο δὲ πολίχνιόν τι μικρὸν περὶ τοὺς πρόποδας τοῦ Ζυγοῦ τοῦ διαιροῦντος τὴν Δαλματίαν ἀπὸ τῆς ἡμεδαπῆς χώρας,) ἐφ' ᾧ τῷ Βολκάνῳ, εἰ τύχοι, ἀντικαταστῆσαι πόλεμον συνάψαι καρτερόν, καἰ εἰ τὴν νίκην δοίη αὐτῷ θεός, τό τε Λιπένιον καὶ τὰ λοιπὰ ἅπαντα ἀνεγεῖραι καὶ εἰς τὸ πρότερον ἀποκαταστῆσαι σχῆμα. ὁ δὲ Βολκάνος τὴν τοῦ αὐτοκράτορος [*](Β) μεμαθηκὼς ἔλευσιν, ἀπάρας ἐκεῖθεν καταλαμβάνει τὸ Σφεντζάνιον· πολίχνιον δὲ τοῦτο ἄνωθεν τοῦ ἤδη ῥηθέντος Ζυγοῦ διακείμενον ἐν μεσαιχμίῳ τῶν Ῥωμαϊκῶν ὁρίων καὶ τῆς Δαλματίας. ὁπηνίκα δὲ τὰ Σκόπια ὁ αὐτοκράτωρ κατειλήφει, ἀποστείλας ὁ Βολκάνος διετίθετο τὰ πέρι εἰρήνης, καὶ

[*](6. δὲ oni. G. 9. αὐτὸ δὴ 15. τύχοιεν CG. post ἀντικαταστῆσαι excidit καὶ. G καταστῆναι.)
437

ἑαυτὸν ἅμα τῆς αἰτίας τῶν κακῶς γεγονότων ἀπολύων καὶ τὸ αἴτιον ὅλον τοῖς σατράπαις τῶν Ῥωμαίων ἀνατιθείς , λέγων ὡς “ἐκεξῖνοι τοῖς οἰκείοις ὅροις μὴ ἐμμένειν βουλόμενοι, διαφόρους ἐκδρομὰς ποιούμενοι, οὐ μικρὰν τὴν βλάβην τῇ Σερβίᾳ προσῆξαν. ἐγὼ δὲ οὐκέτι τοιοῦτον τοῦ λοιποῦ διαπράξομαι, ἀλλ' ἐπαναστρέψας καὶ Ὁμήρους ἀποστελῶ τῶν ἐμῶν [*](C) συγγενῶν τῇ σῇ βασιλείᾳ καὶ τῶν οἰκείωκ ὅρων οὐχ ὑπερβήσομαι." πρὸς ταῦτα ὁ βασιλεὺς κατένευσε. κω καταλείψας ἐκεῖσε τοὺς μέλλοντας τὰς ἐριπωθείσας πόλεις ἀνεγεῖραι καἰ ἀναλαβέσθαι, ἀναλαβέσθαι πρὸς τὴν βασιλεύουσαν ἐπανέζευξεν. ὁ δὲ Βολκάνος τοὺς ὁμήρους ἀπαιτούμενος, οὐκ· ἐδίδου τούτους, ἀλλ' ἡμέραν ἐξ ἡμέρας ὑπερετίθετο. ἐνιαυτοῦ δὲ μήπω παρωχηκότος ὅλου , αὖθις εἰς προνομὴν τῶν Ῥωμαϊκῶν χωρῶν ἐξεληλύθει. καὶ διαφόρους γραφὰς τοῦ αὐτοκράτορος δεξάμενος, ἀναμιμνήσκοντος αὐτὸν τῶν συνθηκῶν καὶ ὑποσχέσεων, ἃς φθάσας πρὸς αὐτὸν ἐποιήσατο, οὐδ’ οὕτως τὰ [*](D) ὑπεσχημένα τελέσαι ἤθελε. μεταπεμψάμενος οὑν ὁ βασιλεὺς Ἰωάννην τὸν υἱὸν τοῦ σεβαστοκράτορος καὶ αὐταδέλφου αὐτοῦ, [*](V. 200) κὰτ αὐτοῦ ἐξέπεμψε μετὰ ἀποχρώσης δυνάμεως. ὁ δὲ οἱα ἀπειροπόλεμος κίκι σφαδάζων ὡς νέος πρὸς μάχας, ἀπελθὼν καὶ τὸν τοῦ Λιπενίου ποταμὸν διαβάς, περὶ τοὺς πρόποδας τοῦ Ζυγοῦ κατευθὺ τοῦ Σφεντζανίον τὸν χάρακα ἐπήξατο. οὐκ ἔλαθε τοῦτο τὸν Βολκάνον. καὶ πάλιν πέρι εἰρή-

[*](9. τὰς om. G. ἐρειπωθείσας supra 185, 18. 243, a. 288, 4. 363, 15. vid. Hasius ad Leon. Diacon. p. 433. 23. an τὰ περὶ εἰρήνης?)
438

νῆς καὶ πρὸς αὐτὸν ἠρώτα, ὑπισχνούμενος καὶ τούς ὑπεσχημένους ὁμήρους δοῦναι καὶ καθαρὰν τὴν εἰρήνην μετὰ τῶν Ῥωμαίων τοῦ λοιποῦ τηρῆσαι. ἀλλὰ ταῦτα μὶν ἐν μόναις ψιλαῖς ὑποσχέσεσιν · αὐτὸς δὲ ἔζωπλίζετο ἀγνώστως ἀυτῶ [*](P. 253) προσβαλεῖν. καὶ τῆς πρὸς τὸν Ἰωάννην φερούσης τοῦ Βολκάνου ἁψαμένου, μοναχός τις προκαταλαβὼν τὸ μελετώμενον ἀπαγγέλλει τῷ Ἰωάννῃ καὶ καταλαμβάνειν τὸν ἐχθρὸν ἤδη διισχυρίζετο. ὁ δὲ μετὰ θυμοῦ τοῦτον ἀπεπέμψατο , ψεύστην καὶ ἀπατεῶνα ἀποκαλῶν. ἀλλὰ τὸ ἔργον τὸν λόγον προέφθασεν πιστώσασθαι. νυκτὸς γὰρ ἐπεισπεσὼν αὐτῷ πολλοὺς μὶν τῶν στρατιωτῶν ἐντὸς τῶν σκηνῶν ἀνεῖλε, πολλοὶ δὲ καὶ ἀνὰ κράτος φεύγοντες ταῖς δίναις τοῦ κάτω ῥέοντος ποταμοῦ παρασυρέντες ἀπεπνίγησαν. ὁπόσοι δὲ σταθηροτέρας [*](Β) γνώμης ἦσαν, τὴν τοῦ Ἰωάννου ἀναζητήσαντες σκηνήν, ἐκθύμως μαχόμενοι ταύτην ἔπι ταυτοῦ μόγις διετήρησαν. οὕτω γοῦν τὸ μὲν πλεῖστον τοῦ Ῥωμαϊκοῦ στρατεύματος ᾤχετο. ὁ δὲ Βολκάνος τοὺς ἰδίους ἀναλεξάμενος καὶ ἀνελθὼν ἄνωθεν τοῦ Ζυγοῦ κατὰ τὸ Σφεντζάνιον ἔστη. οἱ δ’ ἀμφὶ τὸν Ἰωάννην τούτους θεασάμενοι, ὀλιγοῖ ὄντες καὶ μὴ μετὰ τοσούτων μάχεσθαι δυνάμενοι, ἐβουλεύσαντο εἰς τοὐπίσω διαπερᾶσαι τὸν ποταμόν. τούτου δὲ γεγονότος, καταλαμβάνουσι τὸ Λιπένιον, ὡσεί δώδεκα σταδίους τούτου ἀπέχον· ἐπιπλέον δ' ἀντέχειν τοὺς πλείστους ἀπολωλεκὼς μὴ δυνάμενος , τὴν ὡς πρὸς τὴν βασιλεύουσαν ἀνεζήτησε· κᾆθ' οὕτως τεθαρρηδὲ

[*](18. G. 20. δυνάμενοι μάχεσθαι μετὰ τοσούτων G. 21. γενομένου CG. 22. ἀπέχοντος CG. 24. ὡς add. C.)
439

κὼς ὁ Βολκάνος, ὡς μή τινος του ἀντικαθισταμένου περιλειφθέντος, ἐληίζετο τὰς παρακειμένας πόλεις κω χώρας. καὶ τῶν Σκοπίων τὴν ἔξω χώραν τελείως ἠρίπωσε, τὸ δέ τι καὶ κατέκαυσεν. οὐ μέχρι δὲ τούτου. ἀλλὰ καἰ τὸν Πόλοβον καταλαβὼν καὶ ἄχρι Βρανέας φθάσας καὶ δῃώσας ἅπαντα, πολλήν τε λείαν ἐκεῖθεν ἀφελόμενος , εἰς τὴν οἰκείαν ὑπέστρεψε χωραν.

Ταῦτα ὁ βασιλεὺς μεμαθηκὼς οὐκέτ’ ἀνεκτῶς εἶχεν. ἀλλ’ εὐθὺς αὖθις ἐξωπλίσατο, μὴ πάνυ τι μηδὲ τοῦ αὐλητοῦ Τιμοθέου πρὸς τοῦτο δεόμενος, καθάπερ Ἀλέξανδρος περιμείνας τὸν ὄρθιον νόμον. αὐτὸς τε οὖν ὁ ἀυτοκράτωρ περιθέμενος [*](D) ὅπλα καἰ τοὺς ἄλλους ὁπλίσας τοὺς τότε παρατυχόντας, τῆς κατευθὺ Δαλματίας φερούσης εἴχετο, σπεύδων τὰ μὲν φθάσαντα ἐριπωθῆναι τῶν κάστρων ἀνεχεῖραι αὖθις καὶ εἰς τὸ πρότερον ἀποκαταστῆσαι σχῆμα καὶ ἀντίποινα τῶν παρ’ αὐτοῦ πεπραγμένων ἐν περιουσίας κατ’ αὐτοῦ διαπράξασθαι. ἀπάρας οὖν τῆς μεγαλοπόλεως καὶ τὸ Δαφνούτιον καταλαβών, πόλις δὲ τοῦτο παλαιά , τῆς Κωνσταντίνου σταδίους ἀπέλουσα τεσσαράκοντα,) καὶ τοὺς μήπω ἐφθακότας τῶν συγγενῶν ἐκδεχόμενος, αὐτοῦ που ἐκαρτέρει. τῇ γοῦν μετ' [*](P. 254) αὐτὴν καταλαμβάνει Διογενὴς ὁ Νικηφόρος πλήρης θυμοῦ

[*](4. Πολοβὼν G. καταλαβὼν add. C. 5. Βρανίας CG. 9. τοῦ om. Α. 12. τῆς κατὰ Α. 13. σπεύδοντα μὲν φθάσαι τὰ ἐριποθέντα G. 17. μεγαλουπόλεως CG. Δαφνούσιον CG. 18. τοῦτο : αὕτη G. Κωνσταντινουπόλεως CG. 19. ἀπέχουσα σταδίους G. 20. lege ἐγκαρτερεῖ. 21. ὁ διογένης νικηφόρος Α.)
440
[*](V. 201)

καὶ φρονήματος· τῷ συνήθει δὲ χρώμενος προσωπείῳ, τῳ ἀλωπεκῆν περιεβέβλητο, καὶ τὴν ὄψιν χαριεστέραν διατιθείς, τῷ βασιλεῖ προσφέρεσθαι ἐλευθέρως ἐσχηματίζετο. τὴν μέντοι σκηνὴν οὐ τῷ συνήθει ἀποστήματι τοῦ βασιλικοῦ κοιτῶνος ἐπήξατο , ἀλλ’ ἀγχοῦ τῆς πρὸς τὸν βασιλέα εἰσαγούσης ἀνόδου. Μανουὴλ δὲ ὁ Φιλοκάλης τοῦτο θεασάμενος καὶ ὡς ὑπὸ κεραυνοῦ βληθεὶς. ἔπει οὐδὲ τὰ παρ’ αὐτοῦ μελετώμενα τοῦτον διελάνθανεν, αὖος παραχρῆμα εἱστήκει. μόλις δὲ [*](Β) συναγαγὼν τὸ φρονοῦν τῆς ψυχῆς , πρόσεισιν εὐθὺς τῷ βασιλεῖ καί φησιν “οὐχ ἁπλοῖν τὸ γινόμενον μοι δοκεῖ, ἀλλὰ δέος μοι ἔπεισι, μή τι νυκτὸς κατὰ τῆς σῆς νεωτερισθῇ βασιλείας. ῥήμασι γοῦν τισι πρὸς αὐτὸν χρησάμενος, ἐκεῖθεν μεταβῆναι τοῦτον παρασκευάσω." ὁ δέ, ὁποῖος ἐκεῖνος ἀκατάσειστον ὡς ἐπίπαν ἔχων τὸ φρόνημα, οὐδαμοῦ παρεχώρει τοῦ ἔργου τῷ Φιλοκάλῃ. πολλὰ δὲ τούτου βιαζομένου, “ἔα" φησιν. “οὐ χρὴ πρόφασιν τοῦτον ἐξ ἡμῶν ἐσχηκέναι. ἔστω τῆς καθ’ ἡμῶν μελέτης αὐτὸς ὁ αἴτιος πρός τε θεὸν καὶ ἀνθρώπους." ἀχθόμενος δὲ ὁ Φιλοκάλης ναί τύπτων τὰς χεῖρας, μεματαιωμένον τε τὸν βασιλέα ἀποκαλῶν, μεθίστατο. σού πολὺ τὸ ἐν μέσῳ , καὶ τοῦ βασιλέως σὺν αὐτῇ τῇ βασιλίδι ἀπεριμερίμνως ὑπνώττοντος περὶ μέσην φυλακὴν τῆς νυκτὸς ἄνεισιν ὁ Διογενὴς, ξίφος ὑπὸ τὴν μάλην φέρων· καἰ

[*](5. ἐπήξατο κοιτῶνος G. 8. παραυτίκα A. 11. μή τι κατὰ τῆς βασιλείας σου νεωτερισθῇ Α. 13. παρεσκεύαστο Α. 17. ὁ om. G. 19. μεθίσταται CG. 20. αὐτῇ om. A. 22. εἴσεισιν A.)
441

ἐπιβεβηκὼς τῶν οὐδῶν ἔστη. κοιμωμένῳ γὰρ τούτῳ τῷ βασιλεῖ οὔτε θύραι ἐπεζυγοῦντο, οὔτ’ ἐκτὸς ἐπηγρύπνει φρουρά. ἀλλὰ ταῦτα μὲν τὰ πέρι τὸν βασιλέα. τὸν δέ γε Νικηφόρον θεία τις τῷ τότε δύναμις ἀπεῖρξε τοῦ ἐγχειρήματος. τὴν παιδίσκην γὰρ θεασάμενον τὴν τὸν ἀέρα καὶ πόρρω ποι τοὺς κώνωπας ἀπωθουμένην τοῦ τῶν βασιλέων χρωτός, παραχρῆμα ὑπό τε τρόμος ἔλλαβε γυῖα , ὦχρός τέ μιν εἶλε παρειάς, κατὰ τὸν ποιητὴν φάναι, ἐς νέωτα τὸν φόνον [*](D) ἀναρτήσαντα. καὶ οὗτος μὲν τὴν ἀποφάσιστον τοῦ αὐτοκράτορος σφαγὴν ἐμελέτα διαπαντός , ἐκεῖνον δὲ οὐδὲν τῶν μελετηθέντων κατ’ αὐτοῦ διελάνθανε. ταχὺ γὰρ ἡ παιδίσκη τοῦτο προσελθοῦσα τὸ δρᾶμα ἀπήγγειλε. τοιγαροῦν ἐκεῖθεν τῇ μετ’ αὐτὴν ἀπάρας, τῆς προκειμένης ὁδοῦ εἴχετο, τὸν ἀγνοοῦντα μὲν ὑποκρινόμενος, οἰκονομῶν δὲ καὶ τὰ κατ’ αὐτὸν τοσοῦτον, ὡς ἅμα μὲν καὶ φυλάττεσθαι, ἅμα δὲ καὶ ἡντιναοῦν εὔλογον λαβὴν διδόναι τῷ Νικηφόρῳ. έν τοῖς μέρεσιν [*](P. 255) οὖν γενόμενος τῶν Σερρῶν, ἐπεὶ ὁ Πορφυρογέννητος Κωνσταντῖνος ὁ Δούκας συνεπόμενος τῷ αὐτοκράτορι ᾐτεῖτο εἰς τὸν ἴδιον ἀγρὸν καταλῦσαι ἐπιτερπῆ ὄντα καὶ ὕδασι ψυχροῖς καἰ ποτίμοις κατάρρυτον καὶ ἀποχρῶντα οἰκήματα ἔχοντα πρὸς τὴν τοῦ βασιλέως ὑποδοχήν, (Πεντήγοστις τούτῳ

[*](1. κοιμωμένου γὰρ τούτου G. 3. τὰ om. CG. 5. θεασάμενος Α. τὴν alterum om. G. ἀναριπίζουσαν PG, recle Λ. 8. φάναι μὶν Α. τὸ φαῦλον Α. 12. lege τούτῳ. 15. μῖν add. CG. 21. τοῦ add. CG.)
442

ὄνομα,) ὁ βασιλεὺς ὑπείξας τῷ τούτου θελήματι αὐτοῦ που κατέλυσεν. ἀλλ’ οὐδὲ τῇ μετ' αὐτὴν βουλομένῳ ἔξελθεῖν ὁ Πορφυρογέννητος συνεχώρει· ἠξίου δὲ μᾶλλον ἐγκαρτερῆσαι καὶ ἔτι, ἐφ’ ᾧ ἀνακτήσασθαι τε ἑαυτὸν τῆς ὁδοιπορίας καἰ [*](Β) τὸ σῶμα τοῦ κονιορτοῦ καθαρᾶι λουσάμενον. ηὐτρέπιστο γὰρ αὐτῷ ἤδη καὶ τὰ πρὸς εὐωχίαν δαψιλῆ. ὁ δὲ καὶ αὖθις τῷ τοῦ Πορφυρογεννήτου ὑπεῖξε θελήματι. ὡς δὲ λουσάμενον [*](V. 202) καὶ τοῦ βαλανείου ἐξελθόντα τοῦτον μεμαθήκοι Νικηφόρος ὁ Διογενὴς, πάλαι τυραννιῶν, ἐπιτηρῶν δὲ εἴ που καὶ αὐτό χειρ δυνηθῇ τούτου γενέσθαι, περιζωσάμενος τὸν ἀκινάκην εἰσίει , ὡς δῆθεν ἐκ θήρας ἐπανιὼν κατὰ τὸ σύνηθες. τοῦτον οὖν ὁ Τατίκιος θεασάμενος καὶ πάλαι γινώσκων τὸ πὰρ αὐτοῦ μελετώμενον, ἀπώσατο ἐπειπὼν “ἵνα τί ἀσυντάκτως οὕτω καὶ ξιφήρης εἰσέρχῃ ; καιρὸς βαλανείου καὶ οὐχὶ ὁδοιπορίας [*](C) οὐδὲ θήρας μάχης ἐστίν." ὁ δὲ τοῦ σκοποῦ διημαρτηκὼς ὑπεχώρησεν. ὑπολαβὼν δὲ ὡς ἤδη ἐπέγνωσται, δεινὸς γὰρ ἔλεγχος ἡ συνείδησις,) δρασμῷ τὴν ἑαυτοῦ σωτηρίαν πραγματεύσασθαι ἐβουλεύετο , καὶ εἰς τοὺς ἐν Χριστουπόλει ἀγροὺς τῆς βασιλίδος Μαρίας ἢ εἰς τὸν Πέρνικον ἢ εἰς τὸν Περιτζὸν προσχωρῆσαι, κἀκεῖθεν αὖθις πρὸς τὰ συμπίπτοντα τὰ κατ’ αὐτὸν εὖ διαθέσθαι. προεφθάκει γὰρ ἡ βασιλὶς Μαρία τοῦτον προσλαβέσθαι, ἀδελφὸν ὄντα μητρόθεν τοῦ προβεβασιλευκότος ἀνδρὸς αὐτῆς Μιχαὴλ τοῦ Δοὐκα,

[*](8 lege μεμαθήκει. 12. Πατρίκιος G. 14. καὶ prius om. A. καὶ οὐχ ὁδοιπορίας ἥ θήρας A. 20. Πετριτζὸν G. τῷ συμπίπτοντ . . G. 22. προσλαβέσθαι C, προλαβέσθαι PG.)
443

κἂν τὰ ἐς πατέρας διήλλαττον. καὶ ὁ μὲν βασιλεὺς τριταῖος ἐκεῖθεν ἔξεισι. τὸν δὲ Κωνσταντῖνον αὐτοῦ που καταλελοίπει [*](D) ῥᾳστώνης χάριν δεδιὼς τὸ ἁπαλὸν καὶ ἀσύνηθες τοῦ νεανίου τότε πρώτως τῆς ἐνεγκαμένης πρὸς ἐκστρατείαν ἐξεληλυθότος. ἦν γὰρ μονογενὴς τῇ μητρί. καὶ ὁ αὐτοκράτωρ σφόδρα τοῦ νεανίσκου κηδόμενος πάσης ἀνέσεως συνεχώρει ἐκαπολαύειν αὐτὸν σὺν τῇ βασιλίδι μητρί, ἅμα δὲ καὶ ὡς ἴδιον ἀπαρτὶ τέκνον ἐξοχως φιλῶν τοῦτον.

Ἀλλ' ἵνα μὴ συγκεχυμένος ὁ λόγος προΐῃ, τὰ κατὰ τὸν Διογένην Νικηφόρον ἐξ αὐτῆς ἀρχῆς ἱστορείτω. ὅπως μὲν οὖν ὁ τούτου πατὴρ 'Ρωμανὸς εἰς τὴν βασίλειον ἀνήχθη περιωπὴν καὶ ὁποῖον τέλος ἔσχε τὰ κατ’ αὐτόν, διαφόροις τῶν ἱστοριογράφων ἐμέλησε, κἀκεῖθεν ἐξέσται τὰ περὶ τούτου ἀναλέγεσθαι [*](P. 256) τοῖς βουλομένοις. ἐπὶ παῖσι δὲ ὅμως τετελευτήκει τῷ τε Λέοντι καὶ τῷ Νικηφόρῳ. ὁ δὲ αὐτοκράτωρ Ἀλέξιος ἐκ προοιμίων τῆς αὐτοῦ ἀναρρήσεως παραλαβὼν τούτους ἰδιώτας ἐκ βασιλέων, (καὶ γὰρ ἅμα τοῦ τῆς βασιλείας ἐπιβῆναι ὁ Μιχαὴλ καὶ αὐτάδελφος αὐτῶν αὐτοὺς μὲν τῶν ἐρυθρῶν ἀπογυμνοῖ πεδίλων καὶ τὰ στέφη τούτων ἀφαιρεῖται , καὶ ὑπερορίαν ξὺν τῇ μητρὶ αὐτῶν τῇ βασιλίσσῃ Εὐδοκίᾳ εἰς τὴν μονὴν τοῦ Κυπερούδη καταψηφίζεται,) παντοίας θεραπείας ἤξίου, τὸ μέν τι δι’ ὃ πεπόνθασιν οἰκτείρων αὐτούς,

[*](B)[*](4. ἐκστρατείαν C, ἐκστρατίαν PG. 10. ἀρχῆς αὐτῆς G. 11. ἀνηνέχθη G. 14. τετελευτήκοι PG. correxi. 17. τοὺς CG. lege τῷ. 18. καὶ : ὁ CG. τῶν om. G. 19. τῶν πεδίλων G. 21. καταψηφίζεσθαι G. 22. τι : τοι G.)
444

τὸ δέ τι καὶ τοὺς νέους ὁρῶν κατά τε σώμ τος ὥραν καἰ ῥώμην διαφέροντας τῶν πολλῶν , χνοάζοντας μ(??)ν καἰ ἀρτιφυεῖς τὸ γένειον , ὑψηλοὺς καὶ ἰσομέτρους ὡσπερ ὑπὸ κανόνα τὸ μέγεθος καὶ αὐτὸ τὸ νεοτήσιον ἤδη ἐκφύοντας ἄνθος, ἐξ αὐτῆς τε ὄψεως τὸ θυμοειδὲς αὐτῶν καὶ γενναῖον τοῖς μὴ διὰ πάθος τυφλώττουσιν ἀριδήλως ἐμφαίνοντας, καὶ σκύμνους οἷον λέοντος· καὶ ἄλλως δέ, ὁποῖος ἐκεῖνος μὴ ἐπιπολαίως ὁρῶν, μήτε πρὸς τὴν ἀλήθειαν μύων, μηδὲ πάθεσιν ἁλισκόμενος ἐπιψόγοις, ἀλλὰ ταλαντεύων τὸ ὂν έν ἰσορρόπῳ στάθμη τῆς συνειδήσεως , καὶ τὸ ὕψος ἕξ οὗπερ ἐπεπτώκεσαν λογιζόμενος, ἐνηγκαλίζετο ἶσα καὶ τέκνοις ἰδίοις, τί μὶν οὐ λέγων, τί δὲ οὐ πράττων ἀγαθὸν ἐς αὐτούς, τί δὲ οὐ προμηθευόμενος; [*](V. 203) κἂν ὁ φθόνος βάλλων αὐτοὺς τοῖς τοξεύμασιν οὐκ ἀνίει. ἐκ πολλῶν γὰρ κατ’ αὐτῶν ἐρεθιζόμενος ὁ αὐτοκράτωρ, αὐτὸς μᾶλλον πάσης αὐτοὺς ἐπικουρίας ἠξίου, ἱλαρὸν ἐνατενίζων ἀεὶ καὶ ἐνωραϊζόμενος οἷον ἔπι αὐτοῖς, ξυμβουλεύων τε διαπαντὸς τὰ συνοίσοντα. ἄλλος μὲν γὰρ ἴσως καἰ ὑπόπτους ἂν [*](D) ἐλογίσατο τούτους καἰ ἐκποδὼν διὰ παντοίας μεθόδου ἐξ ἀντῇς ἀρχῆς ποιῆσαι ἐσπούδασεν ἄν· οὗτος δὲ ὁ αὐτοκράτωρ τὰς τῶν πολλῶν κάτα τῶν νέων εἰσηγήσεις παρ’ οὐδὲν ἐτίθετο, ἔξόχως τούτους φιλῶν, τὴν μέντοι μητέρα τούτων Εὐδοκίαν καὶ δωρεῶν ἀξιῶν καὶ τιμῆς τῆς προσηκούσης βασιλίσσαις μὴ ἀπο-

[*](13. τπὸς om. CG. 16. ἀεὶ· αὐτοῖς CG. ἐπ’ G. 18. ἀρχῆς αὐτῆς G. 19. ποιῆσαι om. G.)
445

στερῶν, καὶ αὐτῷ δὲ τῷ Νικηφόρῳ τὴν τῆς νήσου Κρήτης ἀρχὴν ἀνέθετο εἰς ἐνδιαίτημα ἴδιον. ἀλλὰ ταῦτα μὲν ὁ βασιλεύς. τούτων δὲ ὁ μὲν Λέων, φρονήματος ὢν ἀγαθοῦ καὶ [*](Ρ. 257) γνώμης ἐλευθέρας, ὁρῶν δὲ κω τὴν βασιλέως εἰς αὐτοὺς εὐμένειαν, ἔστεργε τὴν λαχοῦσαν ἐπαναπαυόμενος Οἶον ἐπὶ τοῖς παροῦσι κατὰ τὸν εἰπόντα "Σπάρταν ἔλαχες ταύταν κόσμει." ὁ δέ γε Νικηφόρος δύσοργος καὶ βαρύμηνις ὤν, καὶ βυσσοδομεύων κατὰ τοῦ αὐτοκράτορος κὼ τυραννήσειν μελετῶν οὐκ ἐπαύετο· ὑποβρύχιον δὲ ὅμως εἶχε τὴν βουλήν. ἤδη δὲ καὶ τοῦ ἔργου ἀπαρξάμενος, γνησιώτερόν τισι προσωμίλει. οὐκ ἐλάνθανε τοῦτο τοὺς πλείστως· ὄι· ὦν καὶ εἰς τὰς ἀκοὰς ἔφθανε τοῦ βασιλέως. ὁ δὲ βασιλεύς [*](Β) καινόν τι ποιῶν, μεταπεμπόμενος τούτους ἐν καιροῖς ἁρμοδίος, οὐκ ἐνέφαινε μὶν τὸ ἀκουσθέν, εὐφυῶς δὲ παρῄνει καὶ τὰ εἰκότα συνεβούλευε. καὶ ὅσῳ μᾶλλον τῆς ἐπιβουλῆς ἐν γνώσει ἐγίνετο, τοσούτῳ μᾶλλον ἐλευθερώτερον πρὸς αὐτοὺς διετίθετο, οὕτω βουλόμενος τούτους κερδανεῖν. ἀλλ’ Αἰθίοψ οὐκ ἐλευκαίνετο. ἔμενε γὰρ ὁ αὐτὸς καὶ μετεδίδου τῆς λύμης, ὁπόσοις ἂν προσεπέλασε, τοὺς μὶν δι’ ὅρκων, τοὺς δὲ δι' ὑποσχέσεων σφετεριζόμενος. τοῦ μὶν οὖν κοινοῦ τοῦ στρατοῦ οὐ τοσοῦτον ἔμελλε τῷ Νικηφόρῳ· ἤδη γὰρ ἅπαντες πρὸς αὐτὸν ἀπονενεύκασι· ἀλλ’ ὅλος πρὸς τοὺς μεγι-

[*](C)[*](4. lege τε καὶ. 6. ἔλαβες G. ταύτην CG. 7 δύσοργος ὢν καὶ βαρύμηνις G. 8. καὶ prius om. G. τυραννεῖν συμμελετῶν οὐκ ἐπαύσατο CG. 17. κερδάνειν PG, recte C. 21. lege ἔμελεν. 22. ἀπονενεύκασι πρὸς αὐτὸν G. μεγιστάνους CG.)
446

ατᾶνας ἀπονενευκώς, τῶν τε ἡγεμόνων καὶ τῶν τῇ συγκλήτῳ κατειλεγμένων προκρίτων ἀνδρῶν πολλὴν φροντίδα ποιούμενος, ὑπεποιεῖτο αὐτούς. ἥν γὰρ τὴν φρένα μὲν ὀξύτερος ἀμφιστόμου ξίφους, στάσιμος δὲ οὐδαμῶς, εἰ μὴ ὅσον πρὸς τὸ τυραννήσειν τὸ ἀμετάθετον ἐνεδείκνυτο· μελιχρὸς ἐν λόγοις, ἐν συναναστροφαῖς ἡδύς, ταπεινοφροσύνην μὲν ὡς ἀλωπεκῆν ποτε περιβαλλόμενος, ἔστιν οὑν καὶ τὸ θυμοειδὲς καθάπερ λέων ἐμφαίνων ποτέ, ῥωμαλέος καὶ πρὸς Γίγαντας ἐγκαυχώμενος [*](D) ἁμιλλᾶσθαι, σιτόχρους τὴν ὄψιν, εὐρὺς τὰ στέρνα, ὑπερωμίας τῶν τότε καιροῦ ὄντων ἀνδρῶν. εἰ δὲ σφαιρίζοντα τοῦτον [*](V. 204) εἶδέ τις, εἰ δὲ ἱππαζόμενον, εἰ δὲ ὀϊστὸν πέμποντα, εἰ δόρυ κραδαίνοντα καὶ ἱππασίας ποιούμενον, θαῦμα ἐδόκει καινὸν θεᾶσθαι, ἐκεχήνει τε καὶ μόνον οὐ πεπηγὼς ἦν. διὰ [*](P. 258) τοῦτο καὶ μᾶλλον τὴν τῶν πολλῶν ἐπεσπᾶτο εὔνοιαν. τοσοῦτον δὲ τὸ σπουδαζόμενον αὐτῷ προῄει, ὡς καὶ αὐτὸν τὸν ἐπ᾿ ἀδελφῇ τοῦ αὐτοκράτορος γαμβρὸν Μιχαὴλ τὸν Ταρωνίτην τῷ τοῦ πανυπεσεβάστου τιμώμενον ἀξιώματι ὑποποιήου- σθαι.

Ἀλλ’ ἐπανακτέον τὸν λόγον αὖθις ὅθεν ἀπερρύη καὶ καθ' εἱρμὸν ἑκτέον τῆς διηγήσεως. ὁ μὲν οὖν αὐτοκράτωρ τοῖς λογισμοῖς ἀνατρέχων, ἐξ οὔπερ τὴν καθ’ ἑαυτοῦ τοῦ

[*](3. ὑποπιεῖτο PG, recte C. 5. τυραννίσειν G. 7. lege ἔστιν οὗ. τὸν add. C.)
447

Διογενοῦς μελετὴν ἀνέγνωκεν, καὶ ὅπως ἔξ ἀρχῆς αὐτῆς τῆς αὐτοῦ ἀναρρήσεως ἀμφοῖν ἐχρήσατο τῶν ἀδελφοῖν, ὁπόσης τε φιλοφροσύνης καὶ κηδεμονίας ὲν τοσούτοις ἔτεσιν αὐτοὺς ἠξίου κὰν οὐδὲν τούτων τὴν τοῦ Νικηφόρου γνώμην ἐπὶ τὸ βέλτιον [*](Β) μετηλλοίωσεν, εἰς ἀμηχανίαν ἐνέπιπτεν. ταῦτ’ οὖν ὁ βασιλεὺς ἀναλογιζόμενος πάντα καὶ ὅπως μετὰ τὸ σφαλῆναι αὖθις εἰσῄει, ὅπως ἀπώσθη πάρα τοῦ Τατικίου, καὶ ποὺς ὅπως τὸ φονουργὸν σιδήριον θήγων κατ’ αὐτοῦ αἵμασιν ἀναιτίοις στεύδει χράναι τὰς χεῖρας, καὶ ὁ τέως ἐφεδρεύων καὶ νυκτὸς τὸν φόνον ἐπιτηρῶν τελέσαι ἀπαρακαλύπτως τοῦτον ἤδη ἐπισπεύδει, πολλοῖς ἐκυμαίνετο λογισμοῖς. ῆθελε μὲν οὖν οὐδαμῶς τὸν Διογένην μετελεύσεσθαι δι’ ὂν πρὸς αὐτὸν ἐγκάρδιον ἐκέκτητο πόθον, ἐξόχως τὸν ἄνδρα φιλῶν. ·ἁπαξαπλῶς δὲ ἅπαντα συνελών, ὅπη τε προβήσεται τὸ δεινὸν ἐννοῶν ἔπει [*](C) τὸν περὶ ψυχῆς κίνδυνον αὐτῷ ἐφιστάμενον ἔγνω, πλήττεται τὴν καρδίαν. καὶ εἰς ἳν τὸ πᾶν συναγαγὼν, δεῖν ἔκρινεν κατασχεῖν τὸν Νικηφόρον. ἐκεῖνος δὲ τὸν μελετώμενον ἐπισπεύδων δρασμὸν καὶ βουλόμενος νυκτὸς τῆς πρὸς Χριστουπόλεως φερούσης ἅψασθαι, ἑσπέρας ἀποστείλας εἰς τὸν Πορφυρογέννητον Κωνσταντῖνον τὸν δοθέντα αὐτῷ παρὰ τοῦ βασιλέως ταχυδρόμον ἵππον ᾐτεῖτο ἀποχαρίσασθαί οἱ. ὁ δὲ καὶ ἀνένευσε, λέγων μὴ δύνασθαι δῶρον τοιοῦτον αὐθήμερον τοῦ βα-

[*](4. κἂν: καὶ G. 7. πατρικίου G. γνοὺς om. CG. 13. ἐκέκτητο ἐγκάρδιον G. 20 αὐτοῦ G. ui. καὶ οm. CG. lege ὁ δέ γε)
448
[*](D)

σιλέως ἀποποιήσασθαι. ἔπει δὲ πρωίας ὁ βασιλεὺς τῆς προκειμένης ὁδοῦ ἥψατο, συνείπετο τούτῳ καὶ ὁ Διογενὴς τοῦ διασκεδάζοντος βουλὰς καὶ λογισμοὺς ἀθετοῦντος λαῶν θεοῦ τοῦτον σφήλαντος, γνωσιμαχοῦντα μὲν τὸν δρασμόν, ὑπερτιθέμενον δὲ ὥραν ἐξ ὥρας ὁποῖα τὰ τοῦ θεοῦ κρίματα. κατασκηνώσας οὖν ἀγχοῦ τῶν Σερρῶν, ὅπου καὶ ὁ βασιλεύς αὐτὸς μὲν τῶν συνήθων εἴχετο λογισμῶν, ὡς πεφωραμένος ἤδη καἰ δεδιὼς τὸ μέλλον. ὁ δὲ βασιλεὺς μετακαλεῖται τηνικαῦτα τὸν ἴδιον [*](P. 259) ἀδελφὸν Ἀδριανὸν καὶ μέγαν δομέστικον κὰτ αὐτὴν τὴν ἐσπέραν, ἐν ᾗ καὶ ἡ τοῦ μεγαλομάρτυρος Θεοδώρου ἐτελεῖτο μνήμη. καὶ κοινοῦται αὖθις τούτῳ τὰ τοῦ Διογενοῦς, μηδὲ τὸ πρότερον ἀγνοοῦντι, ὡς ξιφήρης εἰσῄει, ὡς ἀπώσθη τῆς θύρας, ὡς τὸ πάλαι βεβουλευμένον, εἰ δυνατόν, σπεύδων τελέσαι. τηνικαῦτα οὖν ἐπισκήπτει τῷ δομεστικῳ ὁ βασιλεὺς [*](V. 205) τὸν Διογένην εἰς τὴν ἰδίαν μετακαλέσασθαι σκηνὴν καὶ διὰ μειλιχίων λόγων καὶ παντοίων ὑποσχέσεων πεῖσαι ἀνακαλύψαι ἅπαντα τὰ βεβουλευμένα, ἀπάθειαν αὐτῷ ὑπισχνουμένῳ καὶ ἀμνηστίαν τοῦ λοιποῦ τῶν κακῶν, εἰ μηδ' ὁτιοῦν ἀποκρύψειεν, [*](Β) ἀλλὰ καὶ τοὺς συνίστορας ἔξείποι ἅπαντας. ὁ δὲ ἀθυμίας πλήρης γενόμενος, ὅμως ἐπλήρου τὸ κελευσθέν. ποτὲ μὲν οὖν ἀπειλῶν, ὁτὲ δὲ ὑπισχνούμενος, ὁτὲ δὲ καἰ συμβουλὰς

[*](3. om. G. 4. ἀφείλαντος G. τὸν δρασμόν om. CG. 6 Σερῶν C. g. Ἀνδριανὸν G. 16. πείραι P, δεῖσαι G, πεῖσαι C. 17. ὑπισχνούμενος CG. 20. τὰ κελευσθέντα CG. 21 ὁτὲ prius: ποτὲ CG.)
449

βουλεύων, οὐκ ἔπειθε τὸν Διογένην ὅλως οὐδ' ότιοῦν τῶν βεβουλευμένων ἀνακαλύψαι. τί τὸ ἔπι τούτοις; ἤχθετο μὲν ὁ μέγας δομέστικος καὶ ἠνιᾶτο, οὖ κακῶν φέρεται ὁ Διογένης, στοχαζόμενος. ἔσχε γὰρ τοῦτον προφθάσας ὁ Διογένης γαμβρὸν ἐπὶ τῇ ὑστάτῃ τῶν ἑτεροθαλῶν αὐτοῦ ἀδελφῶν. ἔνθεν τοι καὶ μετὰ δακρύων ἐκλιπαρῶν αὐτὸν οὐκ ἀνίει· ἔπειθε δὲ οὐδαμῶς, κἂν αὐτὸς ἐνέκειτο ἀναμιμνήσκων ἅμα καἰ ὦν οπισθεν. σφαιρίζοντι γάρ ποτε τῷ αὐτοκράτορι κατὰ τὸ [*](C) ἐν τῷ μεγάλῳ παλατίῳ ἱππηλάσιον ἀνήρ τις βάρβαρος ἐξ Ἀρμενίων καὶ Τούρκων φύς, ξίφος ἔσωθεν τῶν αμφίων φέρων, ἐπὰν τὸν αὐτοκράτορα τῶν συσφαιριζόντων ἀνασειράσαντα τὸν χαλινὸν ἀπολειφθέντα ἐθεάσατο, ἐφ’ ᾦ πνευστιῶντα τὸν ἵππον ἀναψῦξαι, πρόσεισι μὲν τῷ αὐτοκράτορι γονυπετῶν ἅμα καὶ αἰτεῖσθαι ὑποκρινόμενος. ὁ δὲ ἀνασειράζει τὸν ἵππον εὐθὺς καἰ ἐπιστραφεὶς ἐπυνθάνετο, τι ἂν τὸ αἰτούμενον εἴη. ὁ δὲ φονεὺς μᾶλλον ἢ προσαίτης ὤν, τὴν χεῖρα ὑποβαλὼν καὶ τοῦ ξίφους ἁψάμενος εἷλκε τοῦ κουλεοῦ. τὸ δ' [*](D) οὐ συνείπετο τῇ χειρὶ. ἅπας οὖν καὶ δὶς τοῦ μὶν ξίφους ἀποπειρώμενος, τοῖς δὲ χείλεσι ψευδεῖς αἰτήσεις συνείρων, ἀπογνοὺς καὶ προσουδίσας ἑαυτὸν τῇ γῇ, ἔκειτο συγγνώμην ἐξαι- [*](P. 260) τούμενος. ὁ δὲ πρὸς αὐτόν στρέψας τὸν χαλινόν, ἠρώτα ὅτου χάριν συγγνώμην αἰτεῖ. καὶ ὃς τὸ ξίφος σὺν αὐτῷ κουλεῷ

[*](3. lege οἶ κακῶν. 8, τὸ ἐν om. G. ΙΙ. ἐπὰν: ἐπ’ αὐτὸν CG. σφαιριζόντων CG. 19. συνεὶς CG.)
450

ἐδείκνυ· στερνοτυπῶν δ’ ἅμα καὶ ἐκθαμβούμενος κω βοῶν ἔλεγε “νῦν σε δοῦλον τοῦ θεοῦ γυήσιον ἔγνωκα, νῦν τὸν μέγαν θεὸν σκέποντά σε ἐν ὀφθαλμοῖς τεθέαμαι ίαι τῇ σφαγῆ γὰρ τῇ σῇ τουτὶ τὸ ξίφος κατασκευάσας καὶ. λαβὼν οἴκοθεν, ἐνταῦθα πάρειμι, ἐφ’ ᾧ κατὰ τῶν σῶν ὠθήσω σπλάγχνων. ἅπαξ δὲ καἰ δίς καὶ τρὶς τοῦτο σπασάμενος, οὐδαμῶς ὑπεῖκον ἔσχον τῇ βίᾳ τῆς ἐμῆς χειρός." ὁ μὲν γὰρ βασιλεὺς καθαπερεὶ [*](Β) μηδέν τι τοιοῦτον ἀκηκοώς, ἐπὶ ταὐτοῦ σχήματος θαρσαλέος εἱστήκει. συνέδραμον δὲ πρὸς αὐτὸν παραχρῆμα ἅπαντες, οἱ μὲν ἀκροασόμενοι τῶν λεγομένων, οἱ δὲ ἐκθαμβούμενοι ἐπὶ τούτοις. οἱ δὲ εὐνούστερον πρὸς τὸν αὐτοκράτορα διακείμενοι, καὶ διασπαράττειν αὐτὸν ἐπεχείρουν, κἂν αὐτὸς νεύματί τε καὶ χειρὶ καὶ συχνοῖς ἐμβριμήμασιν ἀπεῖργε τῆς ἐγχειρήσεως. τί τὸ ἐπὶ τούτοις; παντελῶς ἀφέσεως ὁ φονεὺς ἐκεῖνος παραχρῆμα τυγχάνει στρατιώτης, οὐκ ἀφέσεως δὲ μόλον, ἀλλὰ καὶ μεγίστων δωρεῶν· ἔπι τούτοις καὶ ἐλευθερίας [*](C) παραπολαύει. πολλοὶ μὲν οὖν τούτων καὶ ὀχλοῦντες [*](V. 206) ἐνέκειντο τῆς βασιλευούσης ἀπελαθῆναι τὸν φονέα ἐκεῖνον. ὁ δὲ οὐκ ἐπείθετο, λέγων “ἐὰν μὴ κύριος φυλάξη πόλιν εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. λοιπὸν θεῷ ἐπεύχεσθαι δεῖ, τὴν ἡμετέραν ἐκεῖθεν ἐξαιτουμένους διαμονὴν καἰ φρουράν."

[*](1, στερνοκτυπῶν CG. vid. Lobeck. Phryn. p. 593. 7. γὰρ: lege οὖν. 9. θαῤῥαλέος G. 10. ἀκροασάμενοι G. τῶν λεγομένων om. G. δ’ G. 11. εὐνούστερον C, εὐνούστεροι PG. 13 τε om. G.)
451

ὑπεψιθύριζον οὑν τινές, μετὰ τῆς τοῦ Διογενοῦς γνώμης τῷ τοῦ αὐτοκράτορος φόνῳ ἐπικεχειρηκέναι τὸν ἄνδρα ἐκεῖνον ἐκεῖνον, κἂν ὁ βασιλεὺς οὐδ’ ὅλως ὑπεῖχε τούτοις τοῖς λόγοις τὰ ὤτα ἀλλὰ μᾶλλον ἐβαρυμηνία κὰτ αὐτῶν, τοσοῦτον αὐτοῦ ἀνεχόμενος, ὡς μέχρις αὐτοῦ λαιμοῦ τῆς ἀκωκῆς τοῦ ξίφους φθανούσης, τὸν ἀγνοοῦντα ὑποκρίνεσθαι. ἀλλὰ ταῦτα μὲν οὕτω. τούτων οὑν ἀναμνήσας αὐτὸν ὁ μέγας δομεστίκος [*](D) καὶ μηδαμῶς πείθων, προσελθὼν ἀπαγγέλλει τῷ βασιλεῖ τὴν τοῦ Διογενοῦς ἔνστασιν καὶ ὅτι ἔξαρνος παντάπασιν ὁ Διογενὴς ἐστί καίτοι πολλὰ παρακληθεὶς, ὡς ἔλεγε, παρ’ αὐτοῦ.

παραπέμπεται τοίνυν τὸν Μουζάκην. καὶ ἐπισκήπτει ἔνοπλον μεθ’ ἑτέρων παραγενόμενον, ἀναλαβέσθαι τοῦτον τῆς τοῦ μεγάλον δομεστίκου σκηνῆς καὶ εἰς τὴν ἰδίαν ἀπαγαγεῖν κἀκεῖσε μετὰ ἀσφαλείας τηρεῖν, δεσμῶν ἄτερ καὶ ἑτέρας κακώσεως. ὁ δ’ εὐθὺς τὸ κελευσθὲν ἐπλήρου. καἰ παραλαβὼν τοῦτον εἰς τὴν ἰδίαν ἀπάγει σκηνήν. ἔπει δὲ δι’ ὅλης [*](P. 261) νυκτὸς παρακαλῶν αὐτὸν καὶ συμβουλεύων οὐ μόνον οὐκ ἔπει. θὲν, ἀλλά καὶ ἀναισχύντως αὐτῷ προσφερόμενον ἑώρα, θυμοῦ πλησθείς, καὶ ὃ μὴ προστέτακτο ἐπιχειρεῖν ἠπείγετο. δοκιμάσας οὐν ἐτάσαι αὐτόν, ἤδη δὲ καὶ ἐτάζων, ἔπει οὐδὲ πρὸς τὴν πρώτην προσβολὴν ὁ Διογενὴς ἀντισχὼν ἅπαντα ἀνομολογῆσαι διεβεβαιοῦτο, τῶν μὲν δεσμῶν λύει παραχρῆμα, καὶ γραφεὺς

[*](10. ὡς παρ’ αὐτοῦ ἔλεγε P, recte G. 20 πλησθεὶς C, πλεισθεὶς PG.)
452

τηνικαῦτα προκαλεῖται γραφίδα κατέχων’ Γρηγόριος δὲ ᾦ ὁ Καματηρὸς νεωστὶ· προσληφθεὶς καὶ ὑπογραμματεύων ᾦ αὐτοκράτορι. καὶ Διογενὴς ἅπαντα ἀπαγγέλλων, οὐδὲ τὸν φόνον [*](Β) παρεσιώπα. ἀναλαβόμενος δὲ πρωίας ὁ Μουζάκης τά τε ἐγγράφους αὐτοῦ ὁμολογίας καὶ ἅς ἀναζητήσας εὗρε πα ῥά τινων πρὸς αὐτὸν πεμπομένας γραφάς, δι' ὧν ἐφαίνετο καὶ ἡ βασιλὶς Μαρία τὴν μὲν ἀποστασίαν τοῦ Διογενοῦς εἰδέναι, τὸν δὲ φόνον μηδαμῶς συγχωρεῖν, ἀλλὰ καὶ μετ’ ἐπιμελείας ἀπείργειν αὐτὸν οὐκ ἀπὸ τοῦ φόνου μόνον ἀλλὰ καὶ ἐξ αὐτῆς ψιλῆς ἐννοίας, κομίζει τῷ βασιλεῖ. ὁ δὲ ταύτας ἐπαναγνοὺς καὶ πλείων τῶν ὑποπτευομένων ἐγγεγραμμένοις εὑρηκὼς καὶ τούτους ἐκκρίτους ἅπαντας, ἐν ἀμηχανίᾳ ἥν. οὐδὲ γὰρ ἔμελλεν τῷ Διογενεῖ τοσοῦτον τῆς κοινότητος· εἶχε [*](C) γὰρ αὐτοὺς πάλαι ὅλῃ ψυχῇ κεχηνότας καὶ πρὸς αὐτὸν ἀτονενευκότας· ἀλλὰ πᾶν τὸ τὰ πρῶτα φέρον τοῦ στρατιωτικοῦ τε καὶ πολιτικοῦ συντάγματος ἔσπευδεν ὑποποιήσασθαι. ὁ μὲν οὖν αὐτοκράτωρ τὰ τῆς βασιλίδος Μάριας ἀνέκφορα μένειν ἠβούλετο καὶ μέντοι καὶ διετήρησε τὸν ἀγνοοῦντα ὑποκριθεὶς δι' ἣν πρὸς αὐτὴν εἶχε πίστιν καὶ ὁμολογίαν καὶ πρὸ τοῦ τὰ τῆς βασιλείας ἀναδέξασθαι σκῆπτρα. διεδίδοτο δὲ

[*](1. an προσκαλεῖται? γραφίδια G. 3. φθόνον G. 5. ἃς om. G. 11. ἐπαναγνοὺς G, ὑπαναγνοὺς P. lege πλείους. lege ἐγγεγραμμένους. 13. lege ἔμελε. καὶ transponendum videtur post αὐτὸν. 18 διετήρει G. 19. ὁμολόγως G.)
453

πανταχοῦ, τὴν τοῦ Διογενοῦς βουλὴν παρὰ τοῦ Πορφυρογεννήτου Κωνσταντίνου τοῦ βασιλέως καἰ νἰοῦ αὐτῆς διαμηνυθῆναι τῷ βασιλεῖ, κἂν ἄλλως εἶχε τὸ πρᾶγμα. ἐξ αὐτῶν δὲ τῶν ἔξυπηρετουμένων τῷ Διογενεῖ τὰ τίς βουλῆς ἠρέμα διεπορ- [*](D) μεύετο. ἔπει δὲ ὁ Διογενὴς περιωρᾶτο καἰ δέσμιος ἤδη καὶ ὑπερόριοις καθίστατο, καὶ οἱ τῆς αὐτοῦ βουλῆς ἔκκριτοι ὑπόπτους εαυτοῦς οἱ μὴ φθάσαντες ἁλῶναι ηδη γεγενημένους διαγνόντες, περίφοβοί τε ἐφαίνοντο καὶ σκεπτόμενοι ὅ τι καὶ δράσαιεν τούτους οἱ ἀμφὶ τὸν βασιλέα οὕτω κυμαινομένους κατανοοῦντες, έν ἀμηχάνοις ἑστάναι ἐδόκουν. ἐν στενῷ κομιδῆ τὰ κατ' αὐτὸν ὁρῶντες, ὡς εἰς ὑητούς τινας περιγραφείσης ἤδη τῆς τοῦ αὐτοκράτορος ἀγωγῆς, τὸν κίνδυνον ὑπὲρ κεφαλῆς ἐφιστάμενον ἤδη ἔχοντος. ὁ δὲ βασιλεὺς τοῖς λογισμοῖς ἀναλύων [*](Ρ. 262) εἰς τὰ ἐξ ἀρχῆς καὶ ποσάκις κατ’ αὐτοῦ ὁ Διογένης ὁρμήσας καἲ σφαλείς ἐκ θείας δυνάμεως, αὐτὸς αὐτόχειρ τούτου φονεὺς ἤδη ἐφίστατο, πολλοῖς ἐκυμαίνετο λογισμοῖς. καὶ πολλὰς νοημάτων λαμβάνων μεταβολὰς καὶ τροπὰς πὰρ· ἑαυτῷ ἐποεὶ ἅπαν τοῦ τε πολιτικοῦ καὶ στρατιωτκοῦ συντάγματος διαφθορὸς ταῖς τοῦ Διογενοῦς θωπείαις ἐπέγνω, ἀποχρῶσαν μὴ ἔχων δύναμιν ὥστε φρουρὰν πρὸς τοσούτους ἐπιστῆσαι, μήτε

[*](3. αὐτοῦ G. 3. τῷ αὐτοκράτορι CG. δὲ: lege γὰρ. 5. an ἐπεφωρᾶτο? 6 ὑπόπτους ἑαυτοὺς transpone post ἁλῶναι. 9. κυμαινόμενοι CG. 11. ὡς — ἐφιστάμενον om. G. an μετρητούς? idem supra 237, 11. 282 13 296, 21. 12. lege ἀρωγῆς. 15. φονεὺς τούτου G.)
454

μὴν ἀκρωτηριάσαι λαὸν παμπληθῆ ἐθέλων, τὸν μὲν Διογένην καὶ κεκαυμένον τὸν Κατακαλὼν τοὺς πρωταιτίους ἐς Καισαρόπολιν [*](Β) ἐξέπεμψεν, ἐφ᾿ ᾧ ἐμφρούρους καὶ δεσμώτας εἶναι μόνον, μηδὲν ἄλλο δεινὸν τέως κατ᾿ αὐτῶν βουλευςάμενος, κἂν πάντες ἀκρωτηριάσαι τούτους αὐτῷ ξυνεβούλευον. ἠγάπα γὰρ τὸν Διογένην διαφερόντως καὶ τῆς προτέρας ἔτι περὶ αὐτὸν εἴχετο κηδεμονίας. ὑπερόριον δὲ καὶ τὸν ἐπ᾿ ἀδελφῇ γαμβρὸν αὐτοῦ Μιχαὴλ τὸν Ταρωνίτην καὶ τὸν * * * * καὶ τὰς περιουςίας αὐιτῶν ἀφελόμενος. τὰ δέ γε κατὰ τοὺς λοιποὺς ἀσφαλὲς ἐλογίσατο μηδὲ εἰς ἐξέτασιν ἀγαγεῖν ὅλως, ἀλλὰ διὰ συμπαθείας τούτους μᾶλλον καταμαλθάξαι. κατὰ μὲν οὖν τὴν ἑσπέραν ἕκαστος τῶν ὑπερορίων τὴν λαχοῦσαν αὐτῷ κατελάμβανεν, [*](C) καὶ ὁ Διογένης τὴν Καισαρόπολιν· τῶν δ᾿ ἄλλων οὐδεὶς τῆς οἰκείας μεθίστατ καταστάσεως, ἀλλὰ ἐπὶ ταὐτοῦ ἅπαντες μεμενήκεσαν.

Ἐν τούτοις δὲ τοῖς δεινποῖς ὄντων, τῇ μετ᾿ αὐτὴν βουλομένου τοῦ ἀυτοκράτορος μετακαλέσασθαι πάντας καὶ τὸ δοκοῦν αὐτῷ διαπράξασθαι, ὁπόσοι εἰς τὸν αὐτοκράτορα πόθον ἐγκάρδιον ἔτρεφον τῶν τε ἐξ αἵματος καὶ ἀγκχιστείας αὐτῷ προσηκότων, καὶ ὁπόσοι πατρῷα θεράποντες τότε παρῆσαν, ὀβριμοεργοὶ καὶ ταχεῖς μὲν συνιδεῖν τὸ μέλλον, ἀγχίνοοι δὲ τὸ συνοῖσον ἐν ἀσκέπτῳ καταπράξασθαι χρόνῳ, δεδιότες μη

[*](2. Καυμένον CG. 4. μηδὲ G. 7. εἶχεν G. 10. ἀσφαλῶς G. 14. ἀλλ᾿ G, ὁμβριμοεργοὶ P. ἀγχίνοες CG. vid. Lobeck. Paralip. p. 174.)
455

πως τῇ μετ’ αὐτὴν τοῦ πλήθους συρρεύσαντος ἐφορμήσαντό τινες διαμελίσωσιν αὐτὸν ἔνι τοῦ θρόνου, πολλάκις ξίξη ὑπὸ [*](D) τυ άμφία φέροντες, ὥσπερ ποτὲ ἐκεῖνος ὁ σφαιρίζοντι τούτῳ ἐν σχήματι προσαίτου προελθών ·(τὸ δὲ οὐκ ἄλλην εἶχε τὴν θερμπείαν ἢ τὸ τὰς πρὸς τὸν Διογένην ἁπάντων περιελεῖν ἐλπίδας, τὴν τῶν τούτου ὀμμάτων ὡς ἐν παραβύστῳ διαφημισάντων ἐκτύφλωσιν,) μεταπεμψάμενοι τινας διαπέμπονται τοὺς τοῦτο πρὸς πάντας διακηρυκεύσοντας ἐν ἀπορρήτοις, κἀν μηδ’ εἰς νοῦν οὔπω τοῦτο τοῦ αὐτοκράτορος ὅλως ἀνῄει. ὁ δὲ [*](Ρ. 263) λόγος οὗτος κἂν ψιλὸς τότ’ ἦν, εἰς ἔργον ὅμως προύβέβηκε, καθὼς ὁ λόγος κατωτέρω διατρανώσειεν. ἐπὰν δὲ ὁ ἥηιος τοῦ [*](V. 208) ὁρίζοντος ὑπερκύψας λαμπρὸς ἀνέθορεν, ὁπόσοι τῶν περὶ τὸν αὐτοκράτορα μὴ τῆς τοῦ Διογενοῦς λύμης μετειλήχασι καὶ αὐτοὶ δὲ οἱ πάλαι τῶν βασιλικῶν σωμάτων τεταγμένοι φύλακες, πρῶτοι πρὸς τὴν βασιλικὴν ἐχώρουν σκηνήν, οἱ μὲν ξίφη περιεζωσμένοι, οἱ δὲ δόρατα φέροντες, οἱ δὲ τὰς βαρυσιδήρους ῥομφαίας ἔπι τῶν ὤμων ἔχοντες, ἐκ διαστήματός τινος τοῦ βασιλικοῦ θρόνου εἰς μηνοειδὲς σχῆμα ἑαυτοῖς ἱλάδὸν καταστήσαντες καὶ οἶον ἐναγκαλισάμενοι τὸν αὐτοκράτορα, [*](Β) θυμῷ στρατηγούμενοι πάντες καὶ θήγοντες κἂν μὴ τὰ ξίφη ἀλλὰ τὰς καρδίας. ὅσον δὲ συγγενὲς ἐξ αἵματός τε καὶ ἀγχι-

[*](1. lege ἐφορμήσαιντό τινες καὶ διαμελ. vid. anaotat. 3. τούτού G. 4. lege προσελθών. 10 προβέβηκε CG. 11. πρανώσειεν CG. 14. lege δὴ. 16. δῶρα CG. 18. μηνοειδὲς F, μηνειοδὲς P, μοειδὲς G. 21 δὲ om. CG.)
456

στείας τούτῳ προσῆκον, ἀγχοῦ τοῦ βασιλικοῦ θρόνου ἐφ’ ἑκάτερα ἵσταντο. δεξιόθεν δὲ καὶ ἐξ εὐωνύμων ἕτεροι καθίσταντο ὑπασπισταὶ. ὁ δὲ βασιλεὺς ἐπὶ θώκου φοβερὸς προυκάθητο, οὐ βασιλικῶς ἐσταλμένος μᾶλλον ἢ στρατιωτικῶς, οὐδὲ πολὺ μετέωρος, ὁποῖα τὰ ἐκείνου μὴ ἐπηρμένα. χρυσὸς δὲ ὅμως τὸν θρόνον ὑπήλειφεν, ὑπερανεστήκει τε τὴν κεφαλήν συνέσταλτο δὲ τούτου τὸ ἐπισκύνιον, τὴν δὲ παρειὰν ἐπιπλέον τότε ὁ ἀγὼν κατεφοίνισσε, τὰ δὲ ὄμματα πεπηγότα ἐπὶ συννοίας κω πλήρη ἐνθυμημάτων ὑπεμφαίνοντα τὴν ψυχήν. συνέθεον δὲ ἅπαντες ὁμοῦ πεφοβημένοι καὶ τὰς ψυχὰς μικροῦ ἐς ἀέρα ὑπὸ φόβου ἔξερεύξασθαι ἐκβιαζόμενοι, τῶν μὲν ὄξύτερον βέλους ὑπὸ τῆς σφῶν συνειδήσεως κεντουμένων, τῶν δὲ τὴν καινὴν ὑποψίαν δεδιότων. φωνὴ δέ τις παρ’ οὐδενὸς ἐξηκούετο ἀλλ’ ἀτενὲς πρὸς τὸν ἐφεστηκότα τῇ πύλῃ τῆς σκηνῆς ἀπονεύοντες ἐπτοημένοι ἑστήκεσαν. ἀνὴρ δὲ οὗτος καὶ εἰπεῖν συνετὸς καὶ καταπράξασθαι δυνατός· Τατίκιος τούτῳ τὸ ὄνομα. τούτω ὁ βασιλεὺς ἐνατενίσας, δοῦναι τοῖς ἔξωθεν τὴν εἴσοδον διὰ τοῦ βλέμματος [*](D) ἐνέφηνεν. ὁ δὲ παραχρῆμα τῆς εἰσόδου τούτοις παραχωρεῖ. οἱ δὲ καίπερ δεδιότες, ἀλλ’ ὅμως εἰσῄεσαν, τετρεμμένοι τε τὰς ὄψεις καὶ βραδεῖ ποδὶ στείχοντες. κατὰ στοίχους δὲ τὴν στάσιν λαχόντες, ἐκαροδόκουν τὸ μέλλον ἕκαστος δεδιώς, ὡς τὸν περὶ ψυχῆς λοίσθιον δρόμον δραμούμενος. ἀλλ' οὐδὲ αὐτὸς ὁ αὐτοκράτωρ ἐθάρρει παντάπασιν, (κατ'

[*](1. αὐτῶ CG. 3. φοβεροῦ G. 4. μηδὲ CG. 5. ἐπηρμένου G. 6. lege ὑπείληφεν. 10. ὑπὸ ἐξερεύξασθαι φόβου P, recte CG. 11. βιαζόμενοι CG. 15 συνετὰ — δυνατὰ G. 17. ἔξω CG. 19. lege τετραμμένοι.)
457

ᾶνθρωπον λέγω, εἰ μὴ ὅσον εἰς θεὸν ἀναφέρων τὸ πᾶν,) δεδιὼς τὸ σύμμικτον τῶν παρεστώτων, μὴ ἄλλο τι ὀξὺ καὶ δεινὸν κατ’ αὐτοῦ μελετήσαιεν. στερροτέροις δὲ λογισμοῖς ἑαυτὸν ἑδράσας καὶ ἅπαξ τοῖς ἀγῶσιν ἐγκαταστάς, τῆς πρὸς [*](Ρ. 264) αὐτοὺς δημηγορίας ἤρχετο· οἱ δὲ καὶ αὐτῶν ἰχθύων ἀφωνότεροι ἑστήκεσαν, καθαπερεὶ τὰς γλώττας ἐγκεκομμένοι· οἴδατε," λέγων, “ὡς οὐδὲν δεινὸν παρ’ ἐμοῦ ὁ Διογενὴς ἐπεπόνθει ποτέ. οὔτε γὰρ τὴν ἀρχὴν ταυτησὶ τῆς βασιλείας ἐκ τοῦ πατρὸς αὐτοῦ ἀφειλόμην ἐγώ, ἀλλ’ ἕτερος, οὐδέ τι δεινὸν ἢ λυπηρὸν τὸ παράπαν εἰς αὐτὸν πέπραχα. καὶ τῆς βασιλείας εἰς ἐμὲ θεοῦ πάντως νεύσει μεταβιβασθείσης, οὐ· μόνον αὐτὸν καὶ τὸν αὐτοῦ ἀδελφὸν Λέοντα ἔπι ταὐτοῦ διεφύλαξα, ἀλλ’ ὡς οἰκείους παῖδας καὶ ἐπόθησα κω ἐχρησάμην. τὸν δὲ Νικηφίρον καὶ πολλάκις κατ’ ἐμοῦ βουλευόμενον φωράσας, τοσαυτάκις [*](Β) συμπαθείας ἠξίωσα. καὶ μηδὲ πάλιν διορθούμενον ἠνειχόμην ἐπικρύπτειν τὰ πολλὰ τῶν αὐτοῦ μηνιμάτων κατανοῶν τὴν [*](V. 209) τῶν ἁπάντων πρὸς αὐτοὺς δυσμένειαν, κἀν μηδὲν τῶν παρ’ ἐμοῦ εἰς αὐτὸν γενομένων ἀγαθῶν τὸ δολερὸν τῆς αὐτοῦ γνώμης ἠλλοίωσεν. ἀλλ’ αὐτὸς ἀντὶ πάντων θάνατόν μοι ἐπεψηφίσατο." ἐπεβόησαν δ’ ἐπὶ τούτοις ἅπαντες ὡς οὐ βούλοιντ' ἂν ἕτερον προεστηκότα έν βασιλείῳ ἰδεῖν σχήματι, οὐ τοῦτο οἱ πλείους βουλόμενοι, ἀλλ’ ἦσαν θῶπες αὐτῶν 01 λό-

[*](3. στεῤῥότερον CG. 15. an διορθουμένου, ἠνειχόμην ἐπικρύπιων? 17. αὐτὸν τὴν G.)
458
[*](C)

γοι, τὸν ὑπόγυιον διαδρᾶναι κίνδυνον ἐντεῦθεν μηχανώμενοι. ὁ δὲ βασιλεὺς προαρπάσας τὸν καιρόν, συμπαθείας κοινῆς τοὺς πλείονας ἠξίου, ὡς τῶν αἰτίων τῆς βουλῆς ὑπερορίαν πρότερον κατακριθέντων. ἐπὶ τούτου θροῦς ἦρτο πολύς, οἶον οὐδείς πω τῶν τότε παρόντων εἰς ἔτι καὶ νῦν τῶν ὤτων, ὡς λέγουσιν, ἐντὸς εἰσεδέξατο, τῶν μὲν ἐπαινούντων τὸν βασιλέα καὶ θαυμαζόντων τῆς ἀνεξικακίας καὶ πρᾳότητος, τῶν δὲ τοὺς ὑπερορίους διασυρόντων καὶ θανάτου ἀξίους εἶναι διενισταμένων, ὁποῖα τὰ τῶν ἀνθρώπων. ὂν γὰρ τὴν σήμερον μακαριισμοῦ ἀξιοῦσι, προπέμπουσί τε καὶ διὰ τιμῆς ἄγουσιν, ἐπὰν [*](D) περιτραπέντα τούτῳ τοῦ βίου τὸν κύβον θεάσοιντο, πᾶν τοῦναντίον εἰς αὐτὸν ἐνδεικνύμενοι οὐκ αἰσχύνονται. ὁ δὲ βασιλεὺς νεύματι τούτους κατασιγάσας, αὖθις ἔφη· “οὐ χρὴ θορυβεῖσθαι, οὐδὲ συγχεῖν τὴν προκειμένην ὑπόθεσιν. ἔγωγε γάρ, καθὼς ἔφην, ἅπαντας συμπαθείας ἀξιώσας, πάλιν ὁποῖος τὰ πρότερα πρὸς ὑμᾶς ἔσομαι.’’ ἐν ᾦ δὲ τούτους συμπαθείας ὁ βασιλεὺς ἠξίου, ἄτερ τῆς αὐτοῦ γνώμης ἀποστείλαντες οἱ [*](p. 265) τὴν βουλὴν ἐκείνην βουλευσάμενοι τῶν ὀμμάτων τὸν Διογένην ἐστέρησαν. ταὐτὰ τούτῳ καὶ κατὰ τοῦ Κεκαυμένου Κατακαλὼν ὡς τῆς αὐτοῦ βουλῆς κεκοινωνηκότα τῷ Διογενεῖ κατεψηφίσαντο. ἡμέρα δὲ ἦν, ὲν ᾗ ἡ τῶν κορυφαίων Ἀποστό-

[*](1. an μηχανωμένων? 5. πω add. CG et in margine P. ὤτων C, ὄντων PG. totum locum sic corrige τῶν τότε παρόντων καὶ εἰς ἔτι καὶ νυν περιόντων τῶν ὤτων. 9. μακαρισμῶν C, μακαρισμὸν G. 18. ἐκείνου CG. ao. lege αὐτῆς. lege κεκοινωνηκοτος.)
459

λων μνήμη ἐτελεῖτο. ἀλλὰ ταῦτα μὲν ἔκτοτε καὶ μέχρι σήμερον λογοποιεῖται. εἰ δὲ καὶ ὁ βασιλεὺς πέρι τούτου παρ’ αὐτῶν εἰσηγηθεὶς ἐνδέδωκεν, ἥ καὶ τὸ πὰν τῆς ἐκείνου γνώμης ἦν, θεὸς ἂν εἰδείη· ἔγωγε τέως οὐ πάνυ τι γινώσκειν ἔχω βεβαίως.

Τοιαῦτα μὲν οὖν τὰ ἐκ τοῦ Διογενοῦς συμπεσόντα τῷ αὐτοκράτορι, παραδόξως τῆς ἀμάχου του ὑψίστου χειρὸς ῥυσαμένης τοῦτον ἐξ ὑπογυΐου κινδύνου. αὐτὸς δὲ πρὸς οὐδὲν [*](B) τῶν συμπιπτόντων ἔμαλακίζετο, ἀλλὰ καὶ ὣς κατευθὺ Δαλματίας ἤλαυνε. μεμαθηκὼς δὲ ὁ Βολκάνος τὴν εἰς τὸ Λιπένιον τοῦ αὐτοκράτορος ἔλευσιν καὶ ἔπικαταλαβόντα τοῦτον θεασάμενος, καὶ πρὸς ῾Ρωμαϊκὰς παρατάξεις καὶ τὸν συνασπισμὸν ἐκεῖνον καὶ τὴν στρατηγικὴν πανοπλίαν μηδ ᾿ ἀντωπῆσαι δυνάμενος, ἀποστείλας παραχρῆμα τὸ πέρι εἰρήνης ἠρώτα, ὑπισχνούμενος ἅμα καὶ αὐτοὺς τοὺς προὐπεσσχεθέντας ὁμήρους ἀποστεῖλαι καὶ μηδέν τι δεινὸν τοῦ λοιποῦ διαπράξασθαι. δέχεται τοίνυν τὸν βάρβαρον ἀσμένως ὁ αὐτοκράτωρ, ἀκηδιῶν οἷον καὶ ἀποστρεφόμενος τὴν ἐμφύλιον μάχην· [*](C) κἀν γὰρ Δαλμάται ἦσαν ἀλλ’ ὅμως Χριστιανοί. ἐκεῖνος δ’ εὐθὺς τεθαρρηκὼς προσεληλύθει συνεπαγόμενος τούς τε συγγενεῖς καἰ ἐκκρίτους τῶν ζουπάνων, καὶ προθύμως ὁμήρους τοὺς αὐτοῦ ἀνεψιαδεῖς τῷ αὐτοκράτορι παραδέδωκε, τόν τε

[*](15. τοὺς ὁ, G. προυπεσχημένους CG. 18. τὴν ἐμφύλων om. CG. 19. κὰλ G. δὲ G.)
460

Οὔρεσιν καλούμενον καὶ Στέφανον τὸν Βολκάνον, καὶ ἐτέρους τὸν εἴκοσι ἀριθμὸν ἀποπληροῦντας. οὐ γὰρ ἐνὸν ἥν αὐτῷ ἄλλως πως τοῦ λοιποῦ διατεθήσεσθαι. ὁ δὲ αὐτοκράτωρ ὁπόσα διὰ μάχης καὶ σιδήρου ἀνύεσθαι πέφυκεν, εἰρηνικῶς διαλύσας, πρὸς τὴν βασιλεύουσαν ἐπανέστρεψεν. τοῦ μέντοι [*](D) Διογενοῦς ἐκήδετο πάνυ, καὶ δακρύων ὡρᾶτο καὶ βύθιον στένων δι᾿ αὐτὸν ἐξηκούετο. πολλήν τε τὴν πέρι αὐτὸν φιλοφροσύνην ἐπεδείκνυτο, καὶ ἀνακτᾶσθαι τοῦτον ἔσπευδεν, καὶ τοῖς πλείοσι τῶν ἐς αὐτοῦ ἀφαιρεθέντων αὖθις τοῦτον ἀποκατέστησεν. αὐτὸς δὲ κατακώχιμος ὑπὸ τῆς λύπης ἂν ὦι τὴν έν μεγαλοπόλει διατριβὴν ἀποστρεφόμενος, τοῖς ἱδίοις [*](P. 266) ἀγροῖς ἐμφιλοχωρῶν ἦν, ταῖς τῶν παλαιῶν προσανέχων διόλου βίβλοις, ἄλλων ὑπαναγινωσκόντων ἀντῶ. στερούμενος γὰρ φωτός, ἑτέρων ἐχρᾶτο πρὸς τὴν ἀνάγνωσιν ὄμμασιν. ἀνὴρ δὲ οὗτος τοσοῦτος τὴν φύσιν, ὡς καὶ μὴ ὁρῶν τὰ τρὶς ὁρῶσι δυστέκμαρτα ῥᾳδίως καταλαμβάνων. πᾶσαν μὲν δὴ ἔκτοτε παιδείαν διελθὼν καὶ αὐτὴν δὴ τὴν περίκλυτον γεωμετρίαν, τὸ καινότατον, φιλοσόφων τινὶ ἐντυχὼν διὰ στερεῶν τούτῳ τὰ σχήματα παρέχειν ἐπέταττεν · ὁ δὲ τῇ τῶν χειρῶν ψηλαφήσει ἁπάντων τῶν τῆς γεωμετρίας θεωρημά- [*](B) τῶν τε καἰ σχημάτων ἔσχε κατάληψιν, καθάπερ ἐκεῖνος ὁ Δίδυμος, ὃς δι’ ὀξύτητα νοῦ καὶ ἄνευ ὀμμάτων μουσικῆς καὶ

[*](1. Βελκάνον CG. 5. ἐπανέστρεφεν CG. 14. ὄμμασιν om. P, recte CG. 15. ὁρῶντα PG, eni. Brockhoflius. 16. lege καταλαμβάνειν.)
461

γεωμετρίας εἰς ἄκρον ἐλήλυθεν, εἰ καὶ μετὰ τὴν γνῶσιν τούτων εἰς αἵρεσιν ἄτοπον συνηλάθη, τὸν νοῦν ἐκτυφλωθεὶς ὑπὸ κενοδοξίας, καθάπερ ὑπὸ πάθους τὰ ὄμματα. θαυμάζει μὲν οὖν ἅπας ταῦτα ἀκούων. ἐγὼ δὲ καὶ τεθέαμαι τὸν ἄνδρα καὶ τεθαύμακα καὶ πέρι τοιούτων λαλοῦντος ἀκήκοα · μηδ’ αὐτὴ δὲ τῶν τοιούτων παντάπασιν ἀμελέτητος οὖσα , ἐπεγίνωσκον [*](C) τοῦτον ἀκριβῆ τῶν θεωρημάτων νῶσιν ἔχοντα. εἰ δὲ καὶ πέρι λόγους ἠσχόλητο, τῆς παλαιᾶς ὅμως κατὰ τοῦ αὐτοκράτορος οὐκ ἀφίστατο μηνίδος, ἄλλα τὸν τῆς τυραννίδος λογισμὸν ὑποτυφόμενον εἶχε διόλου. καἰ μέντοι καί τισιν αὖθις τοῦ ἀπορρήτου τούτου κεκοινώνηκε λογισμοῦ, ἀφ᾿ ὡν εἷς τις τὰ βεβουλευμένα προσελθὼν προσαγγέλλει τῷ αὐτοκρότορι. μεταπεμψάμενος δὲ τὸν Διογένην, ἐπυνθάνετο πέρι ὧν τε βεβο΄λευται [*](D) καὶ περὶ τῶν τίς βουλῆς αὐτῷ κεκοινωνηκότων. καὶ ἐς πάντα θᾶττον ἀνομολογήσας, παραχρῆμα συμπαθείας ἠξίωτο.

[*](1. συνηλάθη τὸν νοῦν, ἐκτυφλωθεὶς PG. correxi. 5. τούτων G. 12 an ἀπαγγέλλει ? 14 αὐτοῦ G. 15. ὃς : οὐ G.)