Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae Alexiadis, Volume 1. (Corpus Scriptorum Historiae Byzantinae, Volume 38). Schopen, Ludwig; Niebuhur, B.G., editors. Bonn: Weber, 1839.

Ἐπεὶ δὲ τὴν ἐκκλησίαν ἅσπερ τι δεῦμα κακίας ὁ [*](Ρ.269) Νεῖλος ἐκεῖνος ἐπικλύζων πολὺν τὸν σάλον ταῖς τῶν ἁπάντων [*](v. 213) ἐνεποίει ψυχαῖς μετ’ οὐ πολὺ τῆς τῶν τοῦ Ἰταλοῦ δογμά-

[*](3 τοῦ om. GV. Ἰταλῶν GV.)

2
τῶν καθαιρέσεως ἀναφανεὶς καὶ πολλοὺς ταῖς δίναις τῆς αὐτοῦ κακοδοξίας ἐβύθισεν (ἀνὴρ δὲ οὗτος δεξιὸς μὲν τὴν ἀρετὴν ὑποκρίνασθαι οὐκ οἶδα μέν ὅθεν, τέως δ᾿ οὖν τῇ μεγαλοπόλει ἐφοίτησε καὶ ἐγγωνιάζων Θεῷ μόνῳ δῆθεν καὶ ἑαυτῷ προσανεῖχε διὰ παντὸς ταῖς ἱεραῖς βίβλοις ἐνασχολούμε- [*](Β) νος, ἀμύητος δέ πάσης Ἑλληνικῆς παιδείας ὢν καὶ μηδὲ καθηγητήν τινα ἐσχηκὼς ἀρχῆθεν τὸν ὑφαπλοῦντα τούτῳ τὸ τῆς θείας γραφὶς βάθος ἐνεκεκύφει μέν τοῖς τῶν ἁγίων συγγράμμασιν, ἄγευστος δὲ πάσης παιδείας λογικῆς ὢν ἐπεπλάνητο περὶ τὸν νοῦν τῶν γραφῶν, οὐκ ἀγενῆ δέ τινα χορὸν ὑποσυρόμενος ἐν μεγάλαις οἰκίαις. εἰσέδυ διδάσκαλος αὐτοχειροτόνητος, τὸ μέν τι διὰ τὴν ἐπιφαινομένην αὐτῷ ἀρετὴν καὶ τὸ κατεσκληκὸς ἐ·κεῖνο ἦθος, τὸ δέ καὶ διὰ τὴν ὑποκεκρυμμένως ἐμφαινομένην αὐτῷ τάχα γνῶσιν· ἔνθεν τοι [*](C) καὶ τὴν καθ’ ὑπόστασιν ἕνωσιν τοῦ καθ’ ἡμᾶς ἀγνοήσας μυστηρίου καὶ μήθ’ ὅ τι ἐστὶν ἕνωσις ἁπλῶς συνιέναι δυνάμενος μήθ’ ὅ τι ἐστὶν ὅλως ὑπόστασις εἰδώς οὔτε διακεκριμένως ὑπόστασιν ἢ ἕνωσιν νοεῖν δυνάμενος μήτ’ αὖθις ἡνωμένως καθ’ ὑπόστασιν ἕνωσιν μήθ’ ὅπως ἐθεώθη τὸ πρόσλημμα παρὰ τῶν ἁγίων διδασκομενος, πόρρω του οντος ἐξενεχθεὶς φύσει τοῦτο θεωθῆναι ἐδόξαζεν ἀπατώμενος), [*](1. πολλαῖς GV. 3. ὑποκρίνεσθαι V. μὶν οὑν P. οὑν om. CGV. τῇ FACGV, τοῦ P. 4. ἀγωνιάζων G. δῆθεν om. GV. 7. τούτῳ τὸ] τοῦτο C. 9. λογικῆς παιδείας AGV. 10. ἀγεννῆ V. 11. ὑποσυρόμενος] ἐπαγόμενος CGV. 12. τοι VA. ἐμφαινομένην V. 13. κατεσηληκός V. 15. ὑμᾶς V. 17. διακεκριμμένος C, διακεκρυμμένως V. 21. τοῦτο] τοῦ τε G, τὸ τε V. θεωθῆναι] θεὸν εἶναι Α.)
3
οὐδὲ τοῦτο διέλαθε τὸν αὐτοκράτορα · ἀλλ᾿ ὡς ᾔσθετο τὰ περὶ τούτου ὀξύρροπον ἐπινοεῖ τὴν βοήθειαν καὶ τὸν ἄνδρα μετακαhσαμενος πολλὰ τοῦ θράσους καὶ τῆς ἀμαθίας [*](D) ἐμέμφετο καὶ πολλὰ τοῦτον ἐλέγξας τὴν τε καθ᾿ ὑπόστασιν ἕνωσιν τοῦ θεανθρώπου λόγου τρανῶς ἐδίδασκε καὶ τὸν τῆς ἀντιδόσεως τρόπον παρίστα καὶ ὅπως ἐθεώθη τὸ πρόλημμα μετὰ τῆς ἄνωθεν ἐδίδασκε χάριτος. ὁ δὲ τῆς [*](P. 270) ἰδίας ψειδοδοξίας ἀπρὶξ εἴχετο καὶ πρὸς πᾶσαν κάκωσιν, στρεβλάς τε καὶ δεσμὰ καὶ ξεσμοὺς σαρκὸς ἑτοιμότατος ἦν ἢ ἀποστῆναι τοῦ μὴ θεωθῆναι φύσει διδάσκειν τὸ πρόσλημμα. εἶχε δὲ τότε καὶ πολλοὺς τῶν Ἀρμενίων ἡ μεγαλόπολις, οἶς τῆς ἀσεβείας ὑπέκκαυμα ὁ Νεῖλος ἐκεῖνος ἐγίνετο· ἐντεῦθεν διλέξεις τε συχναὶ πρὸς τὸν Τιγράνην ἐκεῖνον καὶ τὸν ᾿Αρσάκην, οὓς ἐπὶ πλέον τὰ τοῦ Νείλου δόγματα πρὸς ἀσέβειαν ἠρέθιζε. τί τὸ ἐντεῦθεν; τὴν ἀσέβειαν πολλῶν [*](V. 214) ἐπινεμομένην ψυχὰς ὁρῶν ὁ αὐτοκράτωρ καὶ ἀλλήλοις τὰ B τοῦ Νείλου καὶ τῶν ᾿Αρμενίων ἐπιπλεκόμενα καὶ ἁπανταχῆ τὸ φύσει θεωθῆναι τὸ πρόσλημμα λαμπρᾷ φωνιῇ κηρυττόμενον ἀθπουμένας τε τὰς τῶν ἁγίων πατέρων περὶ τούτου γραφὰς καὶ τὴν καθ᾿ ὑπόστασιν ἕνωσιν ἀγνοουμένην σχεδὸν, [*](1. τούτου V. ἤθετο V. 3. ἀμαθείας V. 4. ἐμέμψατο CGV. 8. πρὸς om. V. 9. στρέβλας CGV, στρέβλαν P. 11. πολλὰ GV. 12. τοῖς V. ἀσεβείας ἐκείνης . 13. διισάξεις CGV. Τικράνην P, correxi. 16. ἐπινεμομένων CG. 17. ἐπιπλεκόμενοι GV. 19. δὲ GV. 20. σχεδὸν, στῆσαι] σφενδονῆσαι GV.)
4
στῆσαι τὴν σφοδρὰν τοῦ κακοῦ ῥύμην βουληθείς, τοὺς τῆς ἐκκλησίας λογάδας συναγαγὼν σύνοδον περὶ τούτους γενέσθαι κοινὴ συνεσκέψατο. καὶ παρῆν τηνικαῦτα ἅπαν τὸ τῶν ἀρχιερέων πλήρωμα καὶ αὐτὸς ὁ πατριάρχης Νικόλαος. καὶ ὁ Νεῖλος εἰς τὸ μέσον μετὰ τῶν Ἀρμενίων ἵστατο, καὶ τὰ [*](C) τούτου ἀνεκαλύπτοντο δόγματα, καὶ ὃς λαμπρᾷ τῇ φωνῇ ταῦτα ἐδίδασκε καὶ ἰσχυρῶς αὐτῶν διὰ πλειόνων ἀντείχετο. τί τὸ ἐντεῦθεν; ἡ σύνοδος, ἵνα πολλῶν ἀπαλλάξῃ ψυχὰς τῆς διεφθαρμένης αὐτοῦ διδαχῆς, αἰωνίῳ τοῦτον καθυπέβαλεν ἀναθέματι καὶ τὴν καθ’ ὑπόστασιν ἕνωσιν κατὰ τὰς τῶν ἁγίων παραδόσεις ἐμφανέστερον ἀνεκήρυξε. μετὰ τοῦτον ἢ μᾶλλον εἰπεῖν σὺν τούτῳ καὶ ὁ Βλαχερνίτης δεδημοσίευτο ἀσεβῆ καὶ ἔκφυλα τῆς ἐκκλησίας φρονῶν, κἂν ἱερωμένος ἦν. Ἐνθουσιασταῖς γὰρ ὁμιλήσας καὶ τῆς τούτων λύμης μετασχὼν πολλούς τε ἐξαπατῶν καὶ μεγάλας τῶν ἐν τῇ μεγαλο- [*](D) πόλει οἰκίας ὑπορύττων καὶ παραδιδοὺς τὰ τῆς ἀσεβείας δόγματα, ἐπεὶ πολλὰ πολλάκις μεταπεμπόμενος καὶ διδασκόμενος παρὰ τοῦ αὐτοκράτορος οἱδ’ ὅλως τῆς οἰκείας κακοδοξίας ἀφίστατο, τῇ ἐκκλησίᾳ καὶ τοῦτον ὁ αὐτοκράτωρ παρέπεμψεν. οἱ δέ ἐπὶ πλέον τοῦτον ἐξετάσαντες, ὡς [*](P. 271) ἀμετάθετον καὶ αὐτοὶ ἐγνώκεσαν, αὐτόν τε αἰωνίῳ ἀναθέματι καὶ τὰ τούτου δόγματα καθυπέβαλον.

[*](1. σφοδρὰν F, σφόδρα P. 2. τούτου AV. 3. συνεσκέψατο CGV, συνεσκέψατο P. 5. εἰς τὸ om. GV. 10. τῶν om G. 12. ὁ FGVA, om. Ρ. 15. τε FGV, δὲ P. τῶν] τὰς CGV. 22. καθυπέβαλον FV, καθυπέβαλλον P.)
5

Οὕτω μὲν οὖν ὥσπερ τις ἀγαθὸς κυβερνήτης ὁ αὐτοκράτωρ τὰς ἀλλεπαλλήλους τῶν κυμάτων ἐπιδρομὰς ὥσπερ διανηξάμενος καὶ πολλὴν ἀποκλυσάμενος ἅλμην τῆς οἰκουμένης καὶ τὰ κατὰ τὴν ἐκκλησίαν εὖ διαθέμενος ἐπ’ ἄλλ᾿ ἄττα πάλιν πελάγη πολέμων καὶ θορύβων ἐπάγεται ἀεὶ γὰρ ἕτερον ἐφ’ ἑτέρῳ προσίστατο καὶ θάλασσά φασιν ἐπὶ θαλάσσῃ καὶ ποταμὸς κακῶν ἐπὶ ποταμῷ, ὡς μηδ’ ἀναπνεῖν ἐᾶν τὸ τοῦ λόγου τὸν βασιλέα μηδ’ ἐπιμύσαι τὰ βλέφαρα. κἂν ἡμεῖς σταγόνα μικράν, εἶπεν ἄν τις εἰκότως, [*](B) ἐκ του Ἀδριαντικοῦ πελάγους ἀνιμησάμεθα ὀλίγα τῶν κατ’ ἐκεῖνο καιροῖ πεπραγμένων τῷ βασιλεῖ περιγράψαντες μᾶλλον ἢ γράψαντες, ἀλλ’ ἐκεῖνος ἀντέσχε πρὸς ἅπαντα κύματά τε καὶ κλύδωνας, ἴως τὴν τῆς βασιλείας οὐριοδρομοῦσαν ναῦν εἰς λιμένας ἀκλύστοις ὁρμίσειε. καὶ τίς ἂν ἢ Δημοσθένους ἠχὼ ἢ ῥοῖζος Πολέμωνος ἢ Ὁμηρικαὶ πᾶσαι Μοῦσαι τὰ ἐκείνῳ κατωρθωμένα πρὸςἀξίαν ὑμνήσειαν; ἐγὼ δ᾿ ἂν φαίην, Οὐδ̓ ἂν αὐτὸς πάτων οὐδ’ ἂν ξύμπασα στοὰ καὶ ἀκαδημία εἰς ταὐτὸ ξυνεληλυθυῖαι προσῆκον τῆς ἐκείνου ψυχῆς ἐφιλοσόφησαν. μήπω γὰρ παυσαμένων τῶν χειμώνων ἐκείνων καὶ [*](C) τῶν πολυπλόκων πολέμων μηδὲ τοῦ κλύδωνος ἀφυβρίσαντος

[*](V. 215)[*](1. κυβερνίτης F. 5. ἄλλα τὰ P, correxi. πάλιν om. CG. 6. ἐφ’ scripsi: ὑφ’ P. ἑτέρω F, ἑτέρου P. 8. ἐᾶν τὸ] έν αὐτῷ CG. 9. πικρὰν G. 11. ἐκεῖνο F, ἐκείνου P. περιγρἀψαντες scripsi: παραγράψαντες P. 12. πρὸ G. 15. Ὁμηρικαὶ καὶ Α. 16. ἐκείνου G. 18. ταὐτὸ FA, ταὐτὸν P. ξυνεληλυθυῖαι F, συνεληλυθυῖαι PA. ἐφιλοσόφησαν** F. 19. ἐκείνων . . . μηδὲ τοῦ om. G. 20. ἀφυβρίσαντος] ἡσυχάσαντος CG.)

6
ἕτερος χειμὼν οὐδενὸς τῶν εἰρημένων ἐλάττων αὐτῷ ἐπεγείρεται. καὶ γὰρ ἄνθρωπός τις οὐ τῶν ἐπιφανῶν, ἀλλὰ τῆς κάτω τύχης ἐκ τοῦ χάρακος ὁρμώμενος τὸν τοῦ Διογένους υἱὸν ἑαυτὸν εἶναι ἔλεγε, κἀν ἐκεῖνος φθάσας ἀνῃρέθη, ὁπηνίκα τὸν μετὰ τῶν Τούρκων κατὰ τὴν Ἀντιόχειαν πόλεμον ὁ Κομνηνὸς Ἰσαάκιος καὶ αὐτάδελφος τοῦ αὐτοκράτορος συνεκρότησεν· ὅπως δὲ τῷ λεπτομερέστερον ἐθέλοντι μανθάνειν ἐξέσται ἀπὸ τῶν τοῦ κλεινοῦ Καίσαρος συγγραμ- [*](D) μάτων διεντυχεῖν. παρὰ πολλῶν μὲν οὖν ἐπιστομιζόμενος ὁ τοιοῦτος ἐπαύετο οὐδαμῶς. καὶ γὰρ ἦλθε μὲν οὗτος ἐξ ἀνατολῆς πένης τε καὶ σισυροφορῶν, πανουργότατος δέ ὢν καὶ τὸ ἦθος πολύτροπος περιενόστει τὴν πόλιν κατ’ οἴκους τε καὶ ῥυμοτομίας περὶ ἑαυτοῦ ὑψηλά τινα διαγγέλλων καὶ ὡς εἴη τοῦ προβεβασιλευκότος Διογενοῦς υἱὸς Λέων ἐκεῖνος, ὃς κατὰ τὴν Ἀντιόχειαν ὑπὸ βέλους, ὡς εἴρηται, πληγεὶς [*](P. 272) ἐτετελευτήκει. ἀναβιώσκων τοίνυν τὸν τεθνηκότα οὑτος ὁ ἀλαζὼν τοὔνομά τε τὸ ἐκείνου ἑαυτῷ περιετίθει καὶ φανερῶς ἐβασιλεία καὶ τοὺς κουφοτέρους ὑπήγετο. καὶ ἦν ἄρα καὶ τοῦτο τὸ δεινὸν ἐπιθήκη τῶν τοῦ βασιλέως συμφορῶν, ὡσπερ τι δρᾶμα ἐπιτραγῳδούσης αὐτῷ τῆς Τύχης τοῦτον τὸν κακοδαίμονα· καὶ ὥσπερ, οἶμαι οἱ τρυφῶντες μετὰ τὸν κόρον ἐπιτραγηματίζονται τῶν μελιπήκτων τινὰ προσ- [*](1. αὐτῶν CG. ἐπεγχείρεται G. 2. ἀλλὰ καὶ P, καὶ om. F. ἀλλ᾿ ἐκ τῆς κάτω τύχης τοῦ χάρακος Α. 3. τοῦ om. G. 4. ἔλεγε FA, ἔλεγεν P. 5. Ἀντιόχου CG. 9. μὶν οὑν om. CG. διεντυχόντι? 11. ἀνατολῶν CG. σισυρφορῶν F, σισσυροφορῶν Ρ. 12. περιεγνώσθη A. 14. tovtovG. 15. βέλη G. 16. ἐτελευτήκει G. 17. τὸ om. F. 21. οἴμαι] ἄρα CG.)
7
φερόμενοι, οὕτω δῆτα καὶ ἡ τῶν Ῥωμαίων Τύχη πολλοῖς ἐπορχησαμένη κακοῖς καὶ διακορὴς γεγονυῖα τοῖς τοιούτοις ψευδοβασιλεῦσι τὸν βασιλέα προσέπαιζεν. ὁ μέντοι αὐτοκράτωρ κατεφρόνει τῶν λεγομένων παντάπασιν. ἐπεὶ δ’ ὁ [*](Β) χαρακηνὸς κἀν ταῖς ἀγυιαῖς κἀν ταῖς ἀμφόδοις ἐν παντὶ καιρῷ τοιαῦτα ληρῶν οὐκ ἐπαύετο, ἦλθε ταῦτα εἰς ἀκοὰς τῆς Ἀλεξίου τοῦ κρατοῦντος ἀδελφῆς Θεοδώρας καὶ ὁμεύνου τοῖ ἀναιρεθέντος ἐκείνου υἱοῦ τοῦ Διογενοῦς. ἡ δὲ τοὺς λήρους ἐκείνους μὴ φέροισα ἤχθετο. ἐπὶ τῇ σφαγῆ γὰρ τἀνδρὸς τὸν μονήρη βίον ἠλλάξατο τὸν ἀσκητικὸν ἀκριβέστατα μετεληλυθυῖα βίον καὶ Θεῷ μόνῳ προσανέχουσα. ὁ δέ αὐτοκράτωρ, ἐπεὶ μετὰ δευτέραν καὶ τρίτην παραίνεσιν ὁ λῆρος ἐκεῖνος οὐχ ἡσύχαζεν, ἐς Χερσῶνα τοῦτον ἀποστείλας ἔμφρουρον εἶναι παρεκελεύσατο. ἐκεῖσε δέ παραγενόμενος, νυκτὸς ἀνερχόμενος διὰ τοῦ τείχους καὶ προκύπτων, τοῖς [*](C) συνήθως φοιτῶσι Κομάνοις ἐμπορίας χάριν καὶ τοῦ τὰ πρὸς χρείαν πεῖθεν κομίζεσθαι ἅπαξ καὶ δὶς ὁμιλήσας καὶ πίστεις δοὺς καὶ λαβὼν διὰ καλῳδίων νυκτὸς ἑαυτὸν δεσμήσας ἐχαλάσθη τοῦ τείχους. συμπαραλαβόντες δὲ τοῦτον οἱ Κομανοὶ πρὸς τὴν ἰδίαν ἀπῄεσαν χώραν. συναυλιζόμενος δὲ τούτοις ἐφ’ ἱκανὸν ἐς τοσοῦτον συνήλασεν, ὡς καὶ βασιλέα αὐτὸν κατονομάζειν ἤδη. οἱ δέ αἵμασιν ἀνθρώπων λαφύξαι ἱμειρόμενοι καὶ κρεῶν ἀνθρωπείων ἐμφορηθῆναι [*](7. ὁμευνέτου Α. 13. ἐξαποστείλας Α. 14. παραγενόμενον G. 15. ἀνερχόμενον G. 20. συναυλιζόμενον G. 21. τούτου G. 22. αἵματα A. 23. ἡμειρόμενον G. ἀνθρωπείων FA, ἀνθρωπίνων P.)
8
καὶ λείαν πολλὴν ἐκ τῆς ἡμεδαπῆς ἐπισυνάξαι, Πάτροκλον [*](D) εὑρηκότες τοῦτον πρόφασιν κατὰ τῶν Ῥωμαίων πανστρατιᾷ χωρῆσαι ἐβουλεύοντο, ὡς δῆθεν τῷ πατρῴῳ τοῦτον ἐγκαθιδρῦσαι θρόνῳ. καὶ ἀπαιωρουμένην εἶχον τέως ταυτηνὶ τὴν [*](V. 216) βουλήν. οὐκ ἔλαθε ταῦτα τὸν αὐτοκράτορα. ἔνθεν τοι καὶ τὰς δυνάμεις ὡς δυνατὸν ἐξώπλιζέ τε καὶ πρὸς τὴν τῶν βαρβάρων μάχην ἡτοιμάζετο. τὰ γὰρ τέμπη, ἅπερ κλεισούρας ἡ ἰδιῶτις οἶδε γλῶττα καλεῖν, ὡς ἔφαμεν, φθάσας ἤδη [*](P. 273) κατωχυρώσατο. καιροῦ δέ παρεληλυθότος ἐπεὶ τὸ Παρίστριον τοὺς Κομάνους μετὰ τοῦ ψευδωνύμου καταλαβεῖν μεμαθήκοι, τοὺς τὰ πρῶτα τοῦ στρατιωτικοῦ συντάγματος φέροντας καὶ αὐτοὺς δὴ τοὺς καθ’ αἷμα καὶ ἐξ ἀγχιστείας αὐτῷ προσήκοντας συναγαγών, εἰ χρὴ κατ’ αὐτῶν ἐξιέναι ἐβουλεύετο. πάντες δέ πρὸς τοῦτο αὐτὸν ἀπεῖργον. τοίνυν αὐτὸς ἑαυτῷ πιστεύειν οὐκ εἶχεν οὔτε μὴν τοῖς οἰκείοις ἤθελε λογισμοῖς χρήσασθαι, ἀλλὰ τὸ πᾶν τῷ Θεῷ ἀναθέμενος ἐξ ἐκείνου τὴν κρίσιν ᾐτεῖτο. τοιγαροῦν ἅπαντας μετακαλεσάμενος τοῦ ἱερατικοῦ καὶ στρατιωτικοῦ καταλόγου εἰς τὴν τοῦ Θεοῦ [*](Β) μεγάλην ἐκκλησίαν ἑσπέρας φοιτᾷ καὶ αὐτοῦ δὴ τοῦ πατριάρχον Νικολάου παρόντος. ἔφθασε γὰρ εἰς τὸν πατριαρχικὸν ἀναβεβηκέναι θρόνον ἐπινεμήσεως παριππευούσης ἑβδό- [*](2. εὑρηκότα G. Πάτροκλον . . . πρόφασιν] ὁ Hom. Il. XIX 302. τῶν Ῥωμαίων Α, τῆς Ῥωμαίων P. πανστρατιᾷ CG, πανστρατὶ A, πανστρατιᾶς P. 4. ταύτην 6. 8. γλῶττα F, γλῶσσα Ρ. 9. ἐπὶ G. 10. μεμαθήκει A. 12. δὲ G. 14. αὐτὸν scripsi: αὐτῶν P. ἀπεῖργον. τοίνυν (cf. I 131, 5. 176, 3) scripsi: ἀπειργόντων P. 20. κυροῦ Νικολάου CG.)
9
μης ἔτους ςφABBREVβ΄ μετὰ τὴν Εὐστρατίου τοῦ Γαριδᾶ ἐν δυσὶ δὲ πυκτίοις τὴν ἐπερώτησιν περὶ τοῦ, εἰ δεῖ ἐξεληλυθότα τοῖς Κομάνοις ἐπιθέσθαι ἢ μή, ἐνσημηνάμενος τῷ κορυφαίῳ πάντων παρεκελεύσατο καταθέσθαι εἰς τὴν ἱερὰν τράπεζαν. παννύχου δέ τῆς ὑμνῳδίας τελουμένης κατὰ τὸ περίορθρον εἰσεῖσιν ὁ τεθεικὼς καὶ ἀναλαμβάνεται τὸν χάρτην καὶ ἐξαγαγὼν καὶ λύσας ἐνώπιον πάντων ὑπανεγίνωσκε. τὸ ἐνδόσιμον οὖν ἐκεῖθεν ὥσπερ ἐκ θείας ὀμφῆς [*](C) ὁ αὐτοκράτωρ λαβὼν ὅλος ἐγεγόνει τῆς ἀστρατείας καὶ διὰ γραφῶν ἁπανταχόθεν ἀνεκαλεῖτο τὸ στράτευμα. καλῶς τοίνυν παρασκευασάμενος τῆς κατὰ τῶν Κομάνων ὁδοῦ εἴχετο. ἅπαν οὖν τὸ στράτευμα μετακαλεσάμενος καὶ καταλαβὼν τὴν Ἀγχίαλον τὸν μὲν ἴδιον γαμβρὸν Καίσαρα Νικηφόρον τὸν Μελισσηνὸν καὶ τὸν Παλαιολόγον Γεώργιον καὶ τὸν ἀδελφιδοῦν αὐτοῦ Ἰωάννην τὸν Ταρωνίτην μεταπεμψάμενος εἰς Βερόην ἐκπέμπει, ἐφ’ ᾧ ἐπαγρυπνεῖν καὶ ἀσφάλειαν αὐτῆς τε καὶ τῶν παρακειμένων αὐτῇ ποιεῖσθαι. τοὺς δέ γε λοιποὺς τῶν ἀκρίτων διελὼν τὰ στρατεύματα καὶ ἡγεμόνας τούτων αὐτοὺς καταστήσας τὸν Δαβατηνόν, τὸν [*](D) Εὐφορβηνὸν Γεώργιον καὶ Κωνσταντῖνον τὸν Οὐμπερτόπουλον εἰς φυλακὴν τῶν περὶ τὸν Ζυγὸν διακειμένων κλεισουρῶν ἐκπέπομφεν. ἐκεῖθεν δέ τὴν Χορταρέαν καταλαβών [*](1. Γαριδᾶ F, Γαρυδᾶ G, Γαρίδα Ρ. 2. ἐρώτησιν G. 3. ἐξεληλυθότος G. συνεπιθέσθαι Α. ἐνσημηνάμενος CA, ἐνσημαινάμενοι G, ἐνσημημνάμενος P. 11. τῇ ... ὁδῷ G. 15. αὐτῶ F.)
10
(κλεισούρα δὲ τοῦ Ζυγοῦ οὑτωσί πως ὀνομαζομένη) τὸν ὅλον περιῄει Ζυγὸν κατασκεπτόμενος, εἰ πάντα τὰ πρώην παρ’ αὐτοῦ ἐντεταλμένα οἱ τὴν τούτων οἰκονομίαν ἀναδεξάμενοι τετελέκασι καὶ εἴ τι ἡμιτελές ἢ ἐνδέον ἐστί, καὶ τοῦτο ἐπανορθώσασθαι, ὡς μὴ ῥᾳδίως διὰ τούτων ἐξεῖναι ἐξεῖναι τοῖς Κομάνοις διελθεῖν. πάντα γοῦν οἰκονομήσας κᾆθ’ οὕτως ἐκεῖθεν ὑποστρέψας περὶ τὴν Ἱερὰν καλουμένην Λίμνην τὸν χάρακα ἐπήξατο τῆς Ἀγχιάλου ἀγχοῦ διακειμένην. νυκτὸς δὲ καταλα- [*](P. 274) βόντος Πουδίλου τινὸς ἐκκρίτου τῶν βλαχῶν καὶ τὴν τῶν Κομάνων διὰ τοῦ Δανούβεως διαπεραίωσιν ἀπαγγείλαντος, δέον ἔκρινεν αὐγαζούσης τῆς ἡμέρας μετακαλεσάμενος τοὺς ἐκκρίτους τῶν συγγενῶν τε καὶ ἡγεμόνων βουλεύσασθαι ὅ τι δεῖ ποιεῖν. ἐπεὶ δέ εἰς τὴν Ἀγχίαλον πάντες παραγενέσθαι δεῖν ἔλεγον, παραχρῆμα τὸν μὲν Καντακουζηνὸν καὶ τὸν Τατίκιον εἰς τὰ καλούμενα Θέρμα ἐξαπέστειλε μετὰ καί τινων ἐθνικῶν, τοῦ τε Σκαλιαρίου τοῦ Ἐλχὰν καὶ ἑτέρων τῶν ἐκ- [*](V. 217) Κρίτων, ἐφ’ ᾦ τὴν φυλακὴν τῶν ἐκεῖσε ποιεῖσθαι μερῶν. αὐτὸς δὲ ἀπέρχεται εἰς Ἀγχίαλον. ἐπεὶ δέ πρὸς Ἀδριανούπολιν τὸ ὅρμημα τῶν Κομάνων μεμαθήκει, μεταπεμψάμενος [*](Β) τοὺς ἐκκρίτους τῶν Ἀδριανουπολιτῶν ἅπαντας, ὧν ὑπερέχοντες ὅ τε κατακαλῶν ὁ Ταρχανειώτης λεγόμενος καὶ Νικηφόρος [*](4. τετελέκασι F, τετελέκασιν P. καὶ postorius] κελεύων? 5. διὰ τούτων F, om. P. 8. διακείμενος G. 9. ἐκκρίτων G. 15. ἐξαπέστειλε F, ἐξαπόστειλεν G, ἐξαπέστειλεν P. 16. Σκαλιάρη CG. ἐκκρίτων] . . . . . . . οὗτοι ἔκκριτοι F. 17. ἐκεῖ CG. 18. ἐπανέρχεται G. Ἀνδριανούπολιν G: sic semper. 21. Ταρχανειώτης CG, Τραχανιώτης P.)
11
ὁ υἱὸς τοῦ πάλαι τυρανήνησαντος Βρυεννίου , καὶ αὐτὸς τυραννήσας καὶ τῶν ὀφθαλμῶν .στερηθείς, τούτοις πολλὴν τὴν τοῦ κάστρου φυλακὴν ἐνετείλατο ποιεῖσθαι καὶ τῶν Κομάνων καταλαβόντων μὴ μετὰ μικροψυχίας τὸν μετ᾿ αὐτῶν συναίρειν πόλεμον, ἀλλὰ μετὰ σκοποῦ καὶ ἐκ διαστήματος τὰς κατ᾿ ἐκείνων βολὰς ποιεῖσθαι, τὰ δὲ πλεῖστα κεκλεισμένας τὰς πύλας ἔχειν, πολλὰς ὑποσχόμενος εὐεργεσίας, εἰ τὰ προστεταγμένα τηρήσαιεν. ταῦτα μὲν οὖν πρὸς τὸν Βρυέννιον καὶ τοὺς ἄλλους ὁ αὐτοκράτωρ παρεγγυησάμενος οἷον [*](c) μετὰ χρηστῶν τῶν ἐλπίδων πρὸς Ἀδριανούπολιν ἐκπέπομφε. τῷ δέ γε Κατακαλῷ τῷ Εὐφορβηνῷ Κωνσταντίνῳ διὰ γραμμάτων προσέταξεν ἀναλαβέσθαι τὸν καλούμενον Μοναστρᾶν (μιξοβάρβαρος δὲ οὗτος ἀνὴρ πολλὴν τὴν περὶ τὰ στρατιωτικὰ ἐμπειρίαν κεκτημένος) καὶ Μιχαὴλ τὸν Ἀνεμᾶν μετὰ τῶν ὑπ᾿ αὐτοὺς τεταγμένων στρατιωτῶν καὶ ἐπὰν τοὺς Κομάνους τὰς κλεισούρας διελθόντας μάθοιεν, παρέσπεσθαι ὄπισθεν αὐτῶν καὶ ἀξυμφανῶς αὐτῶν ἀποπειρᾶσθαι.

Τῶν γοῦν Κομάνων παρὰ τῶν Βλάχων τὰς δις` τῶν κλισουρῶν ἀτραποὺς μεμαθηκότων καὶ οὕτω τὸν Ζυγὸν ῥᾳδίως διεληλυθότων ἅμα τῷ τῇ | Γολόῃ προσπελάσαι εὐθὺς[*](D) οἱ ἔποικοι ταύτης δεσμήσαντες τὸν τὴν φυλαὴν τοῦ κάστρου πεπιστευμένον παραδεδώκασι τοῖς Κομάνοις , αὐτοὶ [*](1. ὁ om. F. Βρυενίοι F: sic semper. 2. πολλὴν F, πολλὰ P. 11 Εὐφορβηνῷ F, Ἐφορβηνῷ P. 12. προσέταξεν F, προσέταττεν P. 16. παρέσπεσθαι F, παρέπεσθαι P. 18. παρὰ τῶν F, διὰ P. διὰ F, om. P. 22. παραδεδώκασι F, παραδεδώκασιν P.)

12
δὲ εὐφημήσαντες ἄσμενοι τούτους ὑπεδέξαντο. ὁ δὲ Κατακαλὼν Κωνσταντῖνος ἐναύλους τὰς τοῦ βασιλέως ὑποθημοσύνας ἔχων Κομάνοις ἐντυχὼν εἰς προνομὴν ἐξερχομένοις καὶ προσβαλὼν θαρσαλέως ζωγρίαν εὐθὺς ἐκ τούτων ἄγει εἰς ἑκατὸν ποσουμένους. τοῦτον ὁ βασιλεὺς ὑποδεξάμενος εὐθὺς τῷ τοῦ νωβελλισσίμου τιμᾷ ἀξιώματι. κατασχόντας δὲ τὴν Γολόην τοὺς Κομάνους θεασάμενοι οἱ τῶν παρακειμένων πόλεων ἔποικοι, Διαμπόλεώς τε καὶ τῶν λοιπῶν, προσεληλυθότες αὐτοὺς ἄσμενοι ὑπεδέχοντο καὶ παρεδίδουν τὰς πόλεις ἐπευφήμουν τε τὸν ψευδώνυμον Διογένην. ὃς [*](P. 275) μετὰ τὸ πάντων ἐγκρατὴς γενέσθαι ἀναλαβόμενος ἅπαν τὸ Κομανικὸν στράτευμα καταλαμβάνει τὴν Ἀγχίαλον ἀποπειρᾶσθαι τάχα βουλόμενος τῶν ταύτης τειχῶν. ὁ δέ βασιλεὺς ἐντὸς ὢν καὶ πολλὴν ἐμπειρίαν περὶ τὰ στρατιωτικὰ ἐκ νηπίου κεκτημένος, ἐπεὶ τὴν τοῦ τόπου θέσιν διέγνω τοὺς μὲν Κομάνους ἀπείργουσαν τῆς ὁρμῆς, ὀχύρωμα δέ τοῦ τείχους οὖσαν, διελὼν τὰς δυνάμεις καὶ τὰς πύλας ἀναπετάσας τοῦ κέστρου ἔξωθεν τούτου * συνησπικότας ἰλαδὸν κατέστησε, περὶ δὲ τὸ ἄκρον τῆς Κομανικῆς παρατάξεως * [*](B) ἐγκεκραγότος μέρους τῆς Ῥωμαϊκῆς φάλαγγος * ἐτρέψαντο [*](1. τοῦτον CG. 2. Κώνστας Ct. 3. Κομάνοις ... ἐξερχομένοις scripsi: Κομάνους ... ἐξερχομένους P. 4. θαρσαλέως F, θαρσαλέος P. 7. τὴν] τινι G. ὀλοὴν G. 8. τε om. G. ν 9. προσεληλυθότες δὲ G. αὐτοὺς C, αὐτὸν P. 14. ἐκτὸς G. ἐμπειρίαν om. G. 15. νηπίοθεν CG. 18. τούτους F. lacunas hic et postea signavi. 19. κατέστησε F, κατέστησεν P. δὲ om. G. 20. μέρος G.)
13
μέχρις αὐτῆς θαλάττης διώξαντες. τοῦτο ὁ αὐτοκράτωρ θεασάμενος καὶ πρὸς τοσαῦτα πλήθη μὴ ἐξαρκούσας ἔχων δυνάμεις μήτε ἀντικαταστῆναι δυνάμενος ἐκέλευσε τοῦ λοιποῦ συνησπικότας ἅπαντας ἵστασθαι καὶ μηδένα προθέειν τῆς παρατάξεως. οἱ δέ Κόμανοι παραταξάμενοι ἵσταντο καὶ αὐτοὶ προμετώπιοι τῆς ῾Ρωμαϊκῆς φάλαγγος, μὴ προσβάλλοντες δὲ ὅμως μηδέ αὐτοί. τοῦτο δέ ἐτελεῖτο ἐπὶ τρισὶν ἡμέραις ἐκ πρωΐας μέχρις ἑσπέρας, τῆς τε τοῦ τόπου θέσεως [*](V. 218) ἀπειργούσης τούτους ἐθέλοντας μάχεσθαι καὶ τοῦ μηδένα [*](C) τῆς ῾Ρωμϊκῆς φάλαγγος προεκτρέχειν κατ᾿ αὐτῶν. τὸ δὲ κάστρον ἡ ᾿Απχίαλος τοιαύτης ἔτυχε θέσεως. δεξιόθεν μὲν τὴν Ποντηρὰν εἶχε θάλασσαν, ἐξ εὐωνύμων δὲ τραχύν τινα τόπον καὶ δύσβατον καὶ ὑπάμπελον καὶ τοῖς ἱππόταις εὔοδον τὸν δρόμον μὴ παρέχοντα. τί τὸ ἐπὶ τούτοις; τὴν τοῦ βασιλέως θεασάμενοι καρτερίαν οἱ βάρβαροι καὶ τὰ βεβουλευμένα ἀπηλπικότες ἐφ᾿ ἑτέραν ἀτραπὸν τὴν πρὸς Ἀδριανούπολιν ἐτράποντο, ἐξαπατῶντος αἰτοὺς τοῦ ψειδωνύμου καὶ λέγοντος ὡς “ὁπηνίκα με τὴν ᾿Αδριανούπολιν καταλαβόντα ὁ Βρυέννιος Νικηφόρος ἀκούσει, ἀνοίξας τὰς πίλας [*](D) μετὰ περιχαρείας ὑποδέξεται χρήματά τε παρέξει καὶ παντοίας φιλοφροσύνης ἀξιώσειε. κἂν γὰρ μὴ ἐκ φύσεως, ἀλλά γε ἐκ προαιρέσεως τὴν πρὸς τὸν ἐμὸν πατέρα ἀδελφικὴν [*](1. θαλάττης F, θαλάσσης P. 3. ἀντικαταστῇσαι G. 6. προμετώπιον CG. 9. τούτους] τούς τε G, τούς τ᾿ C. 14. τοῦ CG, τῆς P. 15. θεασάμενοι FCG, θεασάμενον Ρ. 18. καταλαβόντα ὁ Βρυένιος Νικηφόρος F, ὁ Νικηφόρος Βρυέννιος καταλαβόντα P. 19. ἀκούσει F, ἀκούσῃ P. 2Ο. περιχαρείας FCG, περιχαρίας P. 21. ἀξιώσει με?)
14
ἔσχε διάθεσιν. ἐπὰν δὲ τὸ κάστρον ἡμῖν Παραδοθῇ, οὕτω τῆς ἐπὶ τὰ ἔμπροσθεν καὶ πρὸς τὴν βασιλεύουσαν φερούσης ἁψόμεθα.’’ θεῖον δὲ τὸν Βρυέννιον ὠνόμαζε παράκουσμά τι ἔχων ἀληθοῦς ὑποθέσεως. καὶ γὰρ ὁ πάλαι βεβασιλευκὼς Ῥωμανὸς ὁ Διογενὴς ἄνδρα τουτονὶ τὸν Βρυέννιον γι- [*](P. 276) νώσκων φρονήσει τε ὑπερέχοντα ἁπάντων τῶν τότε εὐθῆ τε τὴν γνώμην καὶ ἐπαληθεύοντα ὡς ἐπίπαν ἐν λόγοις καὶ πράξεσι τοῦτον ἀκριβῶς ἐπιστάμενος ἀδελφὸν εἰσποιήσασθαι ἠβουλήθη. καὶ δὴ καὶ τὸ ἔργον τετέλεστο ἀμφοῖν τούτου συνδόξαντος. ἀλλὰ ταῦτα μέν ἀληθῆ καὶ παρὰ πάντων οὕτω γινώσκεται, ὁ δέ γε ψευδώνυμος τοσοῦτον ἀπηναισχύντησεν, ὡς καὶ θεῖον ἐπ’ ἀληθείας τοῦτον κατονομάζειν. οὕτω μέν οὖν τὰ τοῦ ψευδωνύμου τεχνάσματα. οἱ δέ Κόμανοι ὡς βάρβαροι τὸ κοῦφον καὶ εὐμετάβλητον ὡς φυσικόν τι παρακολούθημα κεκτημένοι πείθονται τοῖς αὐ- [*](B) τοῦ λόγοις καὶ καταλαβόντες τὴν Ἀδριανούπολιν ἔξωθεν τῆς πόλεως ταίτης ηὐλίσαντο. ἐκεῖ δὲ τεσσαράκοντα καὶ ὀκτὼ ἡμέραις καθ’ ἑκάστην πολέμων συγκροτουμένων (καὶ γὰρ οἱ νεώτεροι καὶ πρὸς πόλεμον σφαδάζοντες καθ’ ἡμέραν ἐξερχόμενοι πολέμους συχνοὺς μετὰ τῶν βαρβάρων συνεκρότουν) Νικηφόρος ὁ Βρυέννιος, ἐπεὶ κάτωθεν παρὰ τοῦ ψευδωνύμου ἐζητεῖτο, πυργόθεν προκύψας, ὅσα γε ἀπὸ τῆς φωνῆς τοῦ ἀνδρὸς τεκμαιρόμενος ἔλεγε μήτε υἱὸν αὐτὸν [*](1. οὕτω F, οὕτως V. 3. δὲ om. G. 6. ἁπάντων F, πάντων P. 8. πράξεσι F, πράξεσιν P. ἐπιστάμενον G. 15. ὡς φυσικὸν G, ὡς om. P. 16. καταλαβόντες F, καταλαμβάνοντες P, καταλαμβάνουσι G. 17. ἐκεῖ scripsi: ἐπεὶ P. δὲ FG, om. P.)
15
ἐπιγινώσκειν ῾Ρωμανοῦ τοῦ Διογένους, τοῦ ἐκ προαιρέσεως ἀδελφοῦ αὐτοῦ χρηματίσαντος, ὡς εἴρηται , ὁποῖα φιλεῖ [*](C) πολλάκις γίνεσθαι καὶ ὅτι ὁ ἐπ᾿ ἀληθείᾳ υἱὸς αὐτοῦ εἰς ᾿Αντιόχειαν ἀνῃρέθη. ταῖτα εἰπὼν μετ᾿ αἰσχύνῆς τὸν ὑποκριτήν ἀπεπέμψατο. ἐπεὶ δὲ οἱ ἐντὸς παρεκτεινομένου τοῦ καιροῦ ἐστενοῦντο ἤδη, διὰ γραφῆς ᾐτήσαντο βοήθειαν παρὰ τοῦ αὐτοκράτορος. ὁ δὲ παρευθὺ παρακελεύεται Κωνσταντίνῳ τίνῳ τῷ Εὐφορορφηνῷ ἀποχρῶσαν ἀποδιελέσθαι δύναμιν τῶν ὑπ᾿ αὐτὸν κομήτων καὶ διὰ νυκτὸς μετ᾿ αὐτῶν εἰς ᾿Αδριανούπολιν Κατακαλὼν παραχρῆμα τῆς πρὸς τὴν Ὀρεστιάδα φερούσης [*](V. 219) εἴχετο μετ᾿ ἀγαθῶν τῶν ἐλπίδων λήσεσθαι τοὺς Κομάνους [*](D) οἰόμενος. ἀλλὰ διημάρτανε τοῦ σκοποῦ. αἰσθόμενοι γὰρ τούτου πολλαπλάσιοι τηνικαῦτα ἐξιππασάμενοι καὶ προσβαλόντες ἀπώσαντό τε εἰς τοὐπίσω καὶ ὀξέως ἐδίωκον. ὁπηνίκα καὶ ὁ τούτου υἱὸς Νικηφόρος καὶ ἐμὸς ἐν ὑστέροις χρηματίσας γαμβρὸς ἐπὶ τῇ μετ᾿ ἐμὲ ἀδελφῇ τῇ πορφυρογεννήτῳ Μαρίᾳ δόρυ μακρὸν ἐναγκαλισάμενος καὶ συναντήσας ἐξ ὑποστροφῆς τὸν διώκοντα αὐτὸν Σκύθην πλήττει κατὰ τὸ στέρνον, ὁ δ᾿ εὐδὺς νεκρὸς ἔκειτο. οἶδε γὰρ ἐπ᾿ ἀληθείᾳ δόρυ κραδαίνειν καὶ ἀσπίδα περιφράττεσθαι· καὶ ἱππαζό- [*](Ρ. 277) μενον ἄν τις αὐτὸν ἐθεάσατο, οὐ ῾Ρωμαῖον εἴκασεν εἶναι [*](5. παρεκτεινόμενοι G. 10. Καλατώδων G. 13. δὴ ἡμάρτανε G. 14. τοῦτο G. τηνικαῦτα om. CG. 16. ἐν ὑστέροις F, εἰς ὕστερον P. 19. αὐτὸν F, αὐτοὺς P, om. CG. 21. ἀσπίδι? 22. οὐ om. CG. ῾Ρωμαῖον μὲν CG.)ρ
16
ἀλλὰ Νορμανόθεν ἥκειν· θαῦμα γὰρ ἦν ὁ νεανίσκος ἐκεῖνος ἐξιππαζόμενος καὶ ὄντως φιλοτίμημα φύσεως· τὴν πρὸς Θεὸν εὐσέβειαν πολύς, τὰ πρὸς ἀνθρώπους ἡδὺς καὶ μειλίχιος. οὔπω τεσσαράκοντα πρὸς ταῖς ὀκτὼ διῆλθον ἡμέραι, καὶ παρακελευσαμένου Νικηφόρου τοῦ Βρυεννίου (ἐν ἐκείνῳ γὰρ ἡ πᾶσα ἐξουσία τῆς Ἀδριανουπόλεως ἢν) τὰς πύλας ἀθρόον ἀναπετάσαντες ἐξῆλθον κατὰ τῶν Κομάνων γενναῖοι στρατιῶται. καὶ πολέμου καρτεροῦ συρραγέντος πίπτουσι μὲν ἱκανοὶ τῶν Ῥωμαίων γενναίως ἀγωνιζό- [*](B) μένοι καὶ τῆς ἑαυτῶν ζωῆς ἀφειδήσαντες πλείους δέ κτείνουσιν. ὁπηνίκα καὶ Μαριανὸς ὁ Μαυροκατακαλὼν τοῦ Τογορτὰκ καταστοχασάμενος (ἡγεμὼν δὲ οὗτος ὑπερέχων τῆς τῶν Κομάνων στρατιᾶς), δόρυ μακρὸν ἐναγκαλισάμενος ὅλας τε τῷ ἵππῳ δοὺς τὰς ἡνίας εὐθὺ κατ’ αὐτοῦ ἤλαυνε καὶ μικροῦ ἂν τοῦτον ἀνεῖλεν, εἰ μὴ προφθάσαντες οἱ περὶ αὐτὸν τυχόντες Κομανοὶ τοῦτον ἐξείλοντο μικροῦ καὶ τὸν| Μαριανὸν ἀποκτείναντες. οὗτος δέ ὁ Μαριανὸς, κἂν νέος τὴν ἡλικίαν ἣν καὶ ἐς μείρακας ἄρτι παραγγέλλων, ἀλλὰ πολλάκις τῶν τῆς Ὀρεστιάδος πυλῶν ἐξερχόμενος μετὰ τῶν Κομάνων ἐμάχετο καὶ τοσαυτάκις πλήττων ἢ καὶ κτείνων [*]() νικητὴς ἀνθυπέστρεφεν. ἢν γὰρ ὡς ἀληθῶς μαχητὴς γενναιότατος, καθάπερ τινὰ κλῆρον πατρῷον τὴν ἀνδρείαν [*](3. πρὸς Θεὸν F, παρὰ Θεοῦ P. τὰ πρὸς] τὴν παρὰ G. 4. τοῖς G. ἡμέραι F, ἡμέραις P. 5. τοῦ FG, om. Ρ. 8. καρτεροῦ F, καρτερῶς P. 9. ἀγωνιζομένων G. 11. ὁ Μαριανὸς P, ὁ om, F. τοῦ Τογορτὰκ] τοῦτον γορτοῦ G. Τογορτὰκ scripsi: Τογορτὰν F, Τογορτᾶ P, Τογορτοῦ C. 13. ἐναγκαλισάμενος] κατασείσας C, κατασείας G.)
17
κληρωσάμενος ἐκ γενναιοτάτων ἀνδρῶν γενναιότερος παῖς γεννηθείς. ἐξ ὑπογύου δέ τοῦ θανάτου ῥυσθείς, ἀναζέσας τῷ θυμῷ κατὰ τοῦ Ψευδοδιογένους ἐχώρησε πέραθεν παρὰ τῷ χείλει τοῦ ποταμοῦ καὶ αὐτοῦ ἱσταμένου, ὅπου ὁ Μαριανὸς μετὰ τῶν βαρβάρων ἐμάχετο, καὶ θεασάμενος ἐρυθροφοροῦντα καὶ βασιλικῶς ἐσταλμένον καὶ τοὺς περὶ αὐτὸν σκεδασθέντας, ἀνατείνας τηνικαῦτα τὴν μάστιγα ἔπαιε τοῦτον κατὰ κεφαλῆς ἀφειδῶς ψευδώνυμον ἀποκαλῶν βασιλέα.

Ὁ δέ βασιλεὺς τὴν περὶ τὴν Ἀδριανούπολιν καρτερίαν τῶν Κομάνων μανθάνων καὶ τοὺς συχνοὺς ἐκεῖσε πολέμους [*](D) δέον ἔκρινε καὶ αὐτὸς ἐξ Ἀγχιάλου κεῖθι παραγενέσθαι. μεταπεμψάμενος οὖν τοὺς ἐκκρίτους τῶν ἡγεμόνων καὶ προέχοντας τοῦ λαοῦ ἐβουλεύετο, τί ἂν ποιήσειεν. εἰσελθὼν δέ τις ἀνὴρ Ἀλακασεὺς ὀνομαζόμενος ἔφη “ὀ ἐμὸς πατὴρ συνήθης πάλαι τῷ τοῦ ψευδωνύμου πατρὶ ἔτυχεν ὤν. ἔγωγε τοίνυν ἀπελθὼν καὶ εἰς ἓν τῶν πολιχνίων εἰσαγαγὼν αὐτὸν κατάσχω;” ἐζητεῖτο γοῦν τηνικαῦτα ὁ τρόπος τῆς τοῦ τοιούτου ἔργου μεταχειρίσεως. ὁ δὲ τὸν ἐπὶ Κύρου [*](V. 220) Ζώπυρον μιμησάμενος τὸν ἐκείνου τρόπον ὑπέθετο πρὸς [*](P. 278) τὸν αὐτοκράτορα· αἰκίσασθαι γὰρ ἑαυτὸν ἐπηγγείλατο καὶ τὸν πώγωνα καὶ τὰς τρίχας ἀποκερεῖν καὶ εἰς ἐκεῖνον φοιτῆσαι ὡς δῆθεν ταῦτα παρὰ τοῦ αὐτοκράτορος πεπονθώς. [*](2. ὑπογύου F, ὑπογυίου P, 3. ἐχώρησε F, ἐχώρησεν P. 4. τῷ χείλει F, τὸ χεῖλος P. 8. ἀφειδῶς om. CG. 9. καρτερὰν G. 15. τῷ add. prima manus in F. 17. interrogationis signum posui. 18. μεταχειρίσεως F, μεταχειρήσεως P. 20. ἐπηγγείλατο FC, ἀπηγγείλατο P. 21. ἀποκειρεῖν G.)

18
ταῦτ’ εἶπε μέν, οὐκ εἰργάσατο δέ, καὶ ἐπηγγείλατο μέν, εἰς ἔργον δέ τὴν ἐπαγγελίαν οὐκ ἤγαγεν; ἀλλ’ ἅμα τε ὁ βασιλεὺς ἐπῄνει τὴν συμβουλὴν καὶ ὁ Ἀλακασεὺς ἐν χρῷ τε κουρίας ἐγίνετο καὶ τὰς σάρκας κατῄκιστο καὶ πρὸς τὸν ἐπίπλαστον Διογένην ἐκεῖνον ἐφοίτησε. καὶ τά τε ἄλλα καὶ τὴν παλαιὰν ὑπέμνησε φιλίαν καὶ ὡς “πολλὰ δεινὰ παρὰ [*](Β) τοῦ αὐτοκράτορος πεπονθὼς Ἀλεξίου ἥκω πρὸς σὲ θαρρήσας’’ ἔλεγεν “ἐπὶ τῇ πάλαι τοῦ ἐμοῦ πατρὸς πρὸς τὴν σὴν βασιλείαν γνησιότητι, ἐφ’ ᾦ συνάρασθαί σοι πρὸς τὸ προκείμενον”. ἐχρῆτο γὰρ καὶ τοιούτοις ὀνόμασι κολακευτικοῖς, ἵνα πλέον αὐτὸν ἐφελκύσηται. καὶ ἵνα πλατύτερον τὰ κατ’ αὐτὸν διηγήσωμαι, λαβὼν τὸ ἐνδόσιμον παρὰ τοῦ αὐτοκράτορος Ἀλεξίου καὶ γραφὰς ὡσαύτως παραδηλούσας πρὸς τὸν τὴν φυλακὴν πολιχνίου τινὸς Πούτζης ὠνομασμένου πεπιστευμένον ὡς “πᾶν, ὅπερ ἂν ὁ παρών σοι ὑπόθηται, ποίησον ἀδιστάκτως ὑπακούσας αὐτοῦ (ἐκεῖσε γὰρ ὁ βασιλεὺς καλῶς ἐστοχάσατο τοὺς Κομάνους καταλαβεῖν ἄπο Ἀδριανου- [*](C) πόλεως ἀπάραντας), τούτων οὕτως οἰκονομηθέντων προσηκάμενος ὁ Ἀλακασεύς, καθάπερ εἴπομεν, τὴν ἐν χρῷ κουρείαν πρόσεισι τῷ ψευδωνύμῳ λέγων “διὰ σὲ πολλὰ δεινὰ πέπονθα, [*](1. οὐκ εἶπε P, οὐκ om. CG. καὶ CG, οὐδ’ P. interrogationis signum posui. 3. τε om. CG. 7. ηκα G. 8. πάλαι om. CG. μοῦ P, correxi. πρὸς τὴν σὴν βασιλείαν τοῦ μοῦ G. 9. γνησιότητα G. 10. ὀνόμασι F, ὀνόμασιν Ρ. 11. αὐτὸν F, om. P. 12. διηγήσωμαι FC, διηγήσομαι P. 13. τόνε, om. P. 15. πᾶν F, om. P. 16. ἀδι*στάκτως F. 19. καθάπερ εἴπομεν om. CG. κουρείαν F, κουρίαν P.)
19
διὰ σέ ὑβρίσθνν καὶ σιδηρόδετος γέγονα, δἱς` σέ καθείρχθην ἐπὶ πολλαῖς ἤδη ἡμέραις, ἐξ ὅτου τῶν ῾Ρωμαϊκῶν ὁρίων ἐπέβης, αὐτὸς ὕποπτος διὰ τὴν τοῦ ἐμοῖ πατρὸς πρὸς σέ φιλίαν δόξας τῷ αὐτοκράτορι. λαθὼν οὖν αὐτὸς σοὶ τῷ ἐμῷ δεσπότῃ προσπέφευγα ἐμαυτόν τε τῶν δεσμῶν ἐλευθερώσας καὶ σοὶ τὰ συνοίσοντα ὑποθέμενος.” ὁ δέ καλῶς τοῦτον ἀποδεξάμενος ἐπυνθάνετο, ὅ τι δεῖ ποιεῖν, ἐφ᾿ ᾧ τὰ κατὰ σκοπὸν πληρῶσαι. καὶ ὅς ”ὁρᾶς τουτὶ τὸ πολίχνιον καὶ τὴν εὐρεῖαν ταύτην πεδιάδα ἀποχρῶσαν πρὸς νομὰς τῶν [*](D) ἵππων ἐφ᾿ ἡμέραις ἐφ᾿ ὅσαις βούλει διαναπαῦσαι σαυτόν τε καὶ τὸ σὸν στράτευμα; χρὴ οὖν μὴ περαιτέρω τέως ἡμᾶς προβαίνειν, ἀλλ᾿ ἐνταῦθα προσκαρτερῆσαι μικρὸν, ἐφ᾿ ᾧ καὶ σέ ἀνακτήσασθαι τὸ πολίχνιον τοῦτο κατασχόντα καὶ τοὺς Κομάνοις ἐξελθόντας τὰ πρὸς χρείαν κομίσασθαι καὶ οὕτω τῆς πρὸς τὴν βασιλεύουσαν ἅψασθαι. καὶ εἰ ἀρεστὸν δοκεῖ σοι, τὸν τοῦ πολιχνίου φύλακα πάλαι ὅλον ἐμὸν ὄντα θεάσομαί τε καὶ ἀμαχητὶ παρασκειάσω παραδοῦναί σοι τοῦτο”. ἤρεσεν ὁ σκοπὸς οὑτοσὶ τῷ Διογένει. διὰ τῆς νυκτὸς δέ τὴν βασιλικὴν δεσμήσας γραφὴν ὁ ᾿Αλανασεὺς πέμπει διὰ βέλους ἐντὸς τοῦ Κάστρου· ἣν ὑπαναγνοὺς ὁ τοῦτο φυλάσσων παρεσκευάσθη πρὸς τὸ δοῦναι τὸ εἰρημένον πολίχνιον. πρωΐας δὲ ὁ μὲν Ἀλακασεὺς πρῶτος ταῖς πύλαις προσ- [*](p. 279) [*](3. ἀπέβης G. 4. λαθὼν Α λαβὼν P. 7. ἀποδεξάμενος FA, ὑποδεξάμενος P. 10. ἐφ᾿ F, om. P. 22. ἀλεκασεὺς A.)
20
πελάσας ὁμιλεῖν ὑπεκρίνατο τῷ φύλακι, πρότερον σημεῖον δοὺς τῷ Διογένεῖ, ἳν᾿, ὁπηνίκα τοῦτο θεάσοιτο, εἰθὺ τοῦ κάπρου χωρήσειεν. ἐφ᾿ ἱκανὸν δέ προσποιουμένου τὴν μετὰ τοῦ φύλακος ὁμιλίαν καὶ ὅπερ φθάσας δεδώκει τῷ ψευδωνύμῳ ποιήσαντος σημεῖον, καθὼς ὁ Διογένης τοῦτ᾿ ἐθεάσατο. τινὰς ἀναλαβόμενος στρατιώτας οὐ πάνυ πολλοὺς, θαρσαλέως εἴσεισι. περιχαρῶς δὲ τῶν ἐντὸς ὑποδεξαμένων αὐτὸν καὶ τοῦ φρουροῖντος τὴν Πούτζαν ἐπὶ τὸ βαλανεῖον αὐτὸν προκαλουμένου συνωθούμενος τε ἐπὶ τοῦτο καὶ [*](B) παρὰ τοῦ Ἀλακασέως πείθεται τούτοις εὐθύς. εἶτα δα- [*](V. 221) ψιλὴ τράπεζαν αὐτῷ τε καὶ τοῖς μετ᾿ αὐτοῦ Κομάνοις παρέθεντο. οἱ δέ πάντες ὁμοῦ ἱκανῶς εὐωχηθέντες πλησθέντες τε οἴνου, ὅν ἐξ ἐμπεπλησμένων ἀσκῶν ἀπερρόφησαν, ἔκειντο ῥέγχοντες. περιελθόντες δὲ εὐθὺς αὐτός τε ὁ Ἀλακασεὺς καὶ ὁ φύλαξ μετά τινων πέρων τούς τε ἵππους ἀφελόμενοι καὶ τὰ ὅπλα αὐτὸν μὲν αὐτοῦ που καταλιμπάνουσι ῥέγχοντα, τοὺς δ᾿ ὑπ᾿ αὐτὸν ἀναιρήσαντες ἐν διω ρυξι τισιν εὐθέως ἀπέρριψαν ὣσπερ εἴς τινας τάφοις αὐτοφυεῖς. ὁ δέ Κατακαλὼν παρεπόμενος τῷ Κομανικῷ στρατεύματι κατὰ τὰς τοῦ βασιλέως ὑποθημοσύνας, ἐπεὶ ἐκεῖνον [*](C) μέν ἐντὸς εἰσελθόντα τοῦ κάστρου ἐθεάσατο, τοὺς δέ γε Κομάνους εἰς προνομὴν διασκεδασθέντας, ἀπελθὼν τὸν [*](1. ὑπεκρίνατο F, ὑπεκρίνετο PA. 4. ἐδεδώκει A. 5. ποιήσαντας G. 7. περιχαρῆς A. 9. προκαλουμένου F, προσκαλουμένου Α πρ0ναλουμενον P. τούτῳ A. 10. ἀλεκασσέως A. 12. παρέθεντο FA, παρέθετο P. 14. αὐτὸ G. 15. ἀλεκασεὺς A. 16. που om. CG. 17. δὲ G.)
21
χάρακα ἐπήξατο ἀποῦ που τῆς πόλεως, ἣν φθάσαντες ὠνομάσαμεν. ὁ δέ Ἀλακασεὺς τῶν Κομάνων ἁπανταχοῦ διασπαρέντων οὐκ ἐθάρρησε δηλῶσαι περὶ τούτου τῷ αὐτοκράτορι, ἀλλὰ ἀναλαβόμενος τοῦτον τῆν κατευθὺ Τζουρουλοῦ ἤλαυνεν ὡς πρὸς τὴν βασιλεύουσαν ἀπερχόμενος. μεμαθηκυῖα δέ τοῦτο ἡ τοῦ βασιλέως μήτηρ καὶ δέσποινα περὶ τὰ βασίλεια ἐνδιατρίβουσα εὐθὺς τὸν δρουγγάριον τοῦ στόλου Κυμινιανὸν τὸν ἐκτομίαν Εὐστάθιον διὰ τάχους ἀπέστειλεν, ἐφ’ ᾧ τὸν τοιοῦτον παραλαβεῖν καὶ εἰσαγαγεῖν εἰς τὴν μεγαλόπολιν. ὁ δέ ἔχων μεθ’ ἑαυτοῦ Τοῦρκόν τινα Καμύρην [*](D) ὀνομαζόμενον εἰς τὴν τούτου ἐκτύφλωσιν τῷ τοιούτῳ ἐχρήσατο. ὁ δὲ αὐτοκράτωρ ἔτι εἰς Ἀγχίαλον ἐγκαρτερῶν, μεμαθηκὼς τὸν ἐπὶ τῇ προνομῇ τῶν παρακειμένων χωρῶν σκεδασμὸν τῶν Κομάνων, ἀπάρας ἐκεῖθεν καταλαμβάνει τὴν μικρὰν 15 μικρὰν Νικαίαν. ὡς δὲ μεμαθήκοι, ὅτι ὁ δέ οὗτος εἷς τῶν τοῖ Κομανικοῦ στρατεύματος, ἀναλαβόμενος Κομάνους ποσουμένοις εἰς δώδεκα χιλιάδας καὶ εἰς προνομὴν τούτοις διασπείρας λείαν τε πολλὴν συναγαγὼν τὸν αὐχένα τοῖ Ταυροκώμου κατείληφε, τὰς ὑπ’ αὐτὸν ἀναλαβόμενος δυνάμεις, κατελθὼν παρὰ τῷ χείλει εἱστήκει τοῦ ποταμοῦ τοῦ κατὰ τὴν πεδιάδα τὴν κάτωθεν τοῦ τοιούτου αὐχένος διακειμένην ῥέοντος. τόπος δὲ ΟὗΤΟς πλήρης χαμαι- [*](2. ὠνομάσαμεν C, ὀνομάσαμεν P. 4. τὴν om. A, τηνικαῦτα CG. Τζουρουλῷ G. 6. καὶ δέσποινα F, om. P. 8. Κυμινιανὸν CG(A), Κυμινειανὸν P. 10. Καρμύρην CG. 11. καλούμενον CG. 12. ἐγκαρτερὸν G. 16. τῶν F, om. P. 17. ποσουμένοις G. δέκα CG. 19. Ταυροκόμου CG. 20. τὸ χεῖλος CG.) εἱστείκει Ρ, correxi. 22. διακειμένην scripsi: διακειμένου
22
[*](P. 280) δρύων καὶ ἀρτιφυῶν δένδρων. ἐκεῖσε γοῦν τὰς δυνάμεις καταστησάμενος, ἀπόμοιραν Τούρκων ἱκανὴν ἀποτεμόμενος, τῆς τοξείας ἀκρίτους εἰδήμονας, κατὰ τῶν Κομάνων ἐπαφίησιν, ὥστε τὸν μετ’ αὐτῶν συναραμένους πόλεμον καὶ ἱππασίας τινὰς ποιησαμένους ἐπισπάσασθαι τούτους πρὸς τὸ πρανές. οἱ δέ Κομανοὶ προσβαλόντες τούτοις ἐδίωκον ἀκρατῶς μέχρι τῆς Ῥωμαϊκῆς φάλαγγος· εἶτα μικρὸν τοὺς ἵππους ἀνασειράσαντες καὶ κατὰ τῆς Ῥωμαϊκῆς ἐξορμῆσαι φάλαγγος ἡτοιμάζοντο καθιστῶντες τὰς παρατάξεις. ἐπεὶ δέ Κομανόν τινα ἀγέρωχον ἱππότην τῆς φάλαγγος προπηδήσαντα ὁ αὐτοκράτωρ ἐθεάσατο καὶ τὰς παρατάξεις παρα- [*](B) θέοντα καὶ μονονοὺ τὸν μετ’ αἰτοῦ μαχεσόμενον ἀναζητεῖν ἐοικότα, οὐκ ἔφερεν οὔτε τὸ δεξιὸν καρτερεῖν οὔτε τὸ εὐώνυμον κέρας, ἀλλ’ αὐτὸς πέρα πάντων ὅλας τὰς ἡνίας χαλάσας τὸν ἀναζητοῦντα τὸν πόλεμον βάρβαρον πρώτως παίει διὰ τοῦ δόρατος καὶ ἀμφὶ στήθεσι διαμπερὲς ἐλάσας τὸ ξίφος τοῦ ἵππου κατέβαλε κατὰ ταύτην τὴν ἡμέραν στρατιώτην μᾶλλον ἡ στρατηγὸν ἑαυτὸν ἀΠοδείξας. μέγα τοίνυν ταῖς Ῥωμαϊκαῖς παραυτίκα θάρσος ἐμβαλὼν παρατάξεσιν, οὐχ ἥσσονα δέ τοῖς Σκύθαις φόβον, ὡς πύργος τούτοις προσβαλὼν διεῖλε τὸ στράτευμα. οὕτω γοῦν τῆς [*](V. 222) ὁμαιχμίας τῶν βαρβάρων διασπασθείσης διασπαρέντες ἁπαν- [*](1. καὶ τῶν CG. 3. τοξείας FC, τοξίας P. 4. μεν’ G. 5. ποιησάμενος G. τούτους F, τούτοις P, τούτῳ G. 6. ἐδίωκον FC, ἐδίωκεν P. 14. πέρα scripsi: παρὰ P. 15. πρῶτος F. 16. στήθεσι F, στήθεσιν P. 17. κατέβαλε F, κατέβαλλεν P. 18. μᾶλλον om. G. ὑποδείξας CG. 21. προσβαλὼν] πρὸς in ras. m. 2 F.)
23
ταχῆ ἔφευγον ἀκρατῶς. Κομανοὶ μὲν οὐν τηνικαῦτα πίπτουσιν [*](C) ὡσεὶ χιλιάδες ἑπτά, ἄγονται δὲ καὶ ζωγρία τρισχίλιοι. τὴν μέντοι λείαν ἅπασαν ἀφελόμενοι οἱ τοῦ Ῥωμαϊκοῦ στρατεύματος οὐ συνεχωρήθησαν παρὰ τοῦ αὐτοκράτορος κατὸ τὸ εἰωθὸς ταύτην ἐπιμοιράσασθαι, καθὸ ἐξ ὑπόγυοι τῶν παρακειμένων χωρῶν ἐσκυλεύθη, ἀλλὰ δοθῆναι τοῖς ἐποίκοις. τοῦ γοῦν βασιλικοῦ προστάγματος πτηνοῦ δίκην εἰς ἅπασαν τὴν περίχωρον διαδεδραμηκότος ἕκαστος τῶν σκυλευθέντων παραγενόμενος ἐπιγινώσκων τὸ ἴδιον ἀνελαμβάνετο. στερνοτυποῦντες οὖν καὶ χεῖρας ἱκετίδας εἰς οὐρανὸν αἴροντες τῷ αὐτοκράτορι τὰ λῴονα ἐπηύχοντο. καὶ ἦν ἀκούειν φωνὴν σύμμικτον ἀνδρῶν τε καὶ γυναικῶν μέχρις [*](D) αὐτῆς τῆς σεληνιακῆς σφαίρας φθάνουσαν. ἀλλὰ ταῦτα μὲν οὕτω. ὁ δέ γε αὐτοκράτωρ χαίρων τὰς δυνάμεις ἀνακτησάμενος εἰς τὴν εἰρημένην μικρὰν Νικαίαν αὖθις ἐπαναζεύγνυσιν. ἐκεῖσε γοῦν ἐπὶ δυσὶν ἡμέραις ἐγκαρτερήσας, τριταῖος ἐκεῖθεν ἐξελθὼν καταλαμβάνει τὴν Ἀδριανούπολιν περὶ τὴν οἰκίαν τοῦ Σιλβέστρου ἱκανὰς ἐνδιατρίψας ἡμέρας. τῶν γοῦν Κομάνων οἱ λογάδες ἅπαντες ἀποκριθέντες τοῖ· λοιποῦ στρατεύματος, βουληθέντες τοῦτον ἀπατῆσαι προσέρχονται τούτῳ ὡς αὐτόμολοι, σπείσασθαι τάχα μετ’ αὐτοῦ προσποιούμενοι, [*](P. 281) ἵνα τριβομένου τοῦ μετ’ εἰρήνης καιροῦ προ- [*](2. ξωγρείαν G. 4. συνεχωρήθεσαν G. παρὰ τοῦ αὐτοκράτορος om. CG. 5. ὑπογύου F, ὑπογυίου P. 8. ἅπασαν F. πᾶσαν Ρ. 12. φωνῆς συμμίκτου G. 13. φθανούσης CG. 13. διατρίψας G. 19. διακριθέντες CG. 22. τριβόμενοι G.)
24
χωροίη τὸ Κομανικὸν στράτευμα τοῖς ἔμπροσθεν. ἐπὶ τρισὶν οὑν ἡμέραις εγκαρτερησαντες μέτα τὴν τρίτην ἡμέραν νυκτὸς τῆς πρὸς τὰ οἴκοι φερούσης ἥψαντο. αἰσθόμενος δὲ τῆς τῶν Κομάνων ἀπάτης ὁ αὐτοκράτωρ ὑποπτέρους ἀποστείλας δηλοῖ τοῦτο τοῖς πεπιστευμένοις τὴν φυλακὴν τῶν τοῦ Ζυγοῦ ἀτραπῶν, ἐφ’ ᾦ μὴ ἀναπίπτειν, ἀλλ’ ἐγρηγορέναι διὰ παντός, εἴ που τούτους κατάσχοιεν. αὐτὸς δέ τὸ ὅλον στράτευμα τῶν Κομάνων μεμαθηκὼς ἐπὶ τὰ πρόσω τὴν πορείαν ποιούμενον, εὐθὺς ἀναλαβόμενος τοὺς παρα- [*](B) τυχόντας τῶν στρατιωτῶν καταλαμβάνει τόπον τινὰ Σκουτάριον καλούμενον, σταδίους τῆς Ἀδριανουπόλεως ἀπέχοντα ὀκτωκαίδεκα, τὴν δὲ μετ’ αὐτὴν εἰς Ἀγαθονίκην. ἐπεὶ δὲ μεμαθήκοι τὸ Κομανικὸν φόσσατον ἔτι κατὰ τὸν Ἀβριλεβῶ διακείμενον τόπος δέ οὗτος οὐ πορρωτέρω τῶν εἰρημένων πόλεων κείμενος), ἐνταῦθα γενόμενος καὶ τὰ ἄπειρα ἅπερ ἀνῆψαν πυρὰ πόρρωθεν ἐξιδὼν καὶ κατασκεψάμενος, ἀποστείλας μετεπέμψατο Νικόλαον τὸν Μαυροκατακαλὼν καὶ ἑτέρους τῶν ἐκκρίτων ἡγεμόνων τοῦ ὁπλιτικοῦ καὶ τί χρὴ ποιεῖν διεσκοπεῖτο. δέον οὖν τηνικαῦτα ἐκρίθη μεταπέμψασθαι τοὺς τῶν ἐθνικῶν ἀρχηγούς, τόν τε Οὖζᾶν ἐκ [*](C) Σαυρομάτων δὲ οὗτος) καὶ Καρατζᾶν τὸν Σκύθην καὶ τὸν μιξοβάρβαρον Μοναστρᾶν καὶ παρασκευάσασθαι, ἵνα ἀπελ- [*](1. προχωροίητο G. 6. ἀτραπῶν τοῦ ζυγοῦ G. 13. μεμενήκοι G. φοσσάτον F, φοσάτον P. Ἀβριλεβῶ F, Ἀβιλεβῶ P, Ἀγριλεβῶ CG. 14. πόρρω CG. 16. ἐξιδὼν scripsi: ἐξελθὼν P.)
25
θόντες παρασκευάσωσιν ἐφ’ ἑκατέρᾳ σκηνῇ πεντεκαίδεκα καὶ πλείοις ἀνάψαι πυρσούς, ὥστε τοὺς Κομάνους τοὺς τοσούτοις πυρσοὺς θεασαμένοις ἀπειροπληθὲς τὸ Ῥωμαϊκὸν νοῶσαι στράτευμα κἀντεῦθεν ἐκδειματωθέντες τοῦ λοιποῦ μὴ θαρσαλέως τούτοις προσβαλεῖν. τοῦτο δὲ γεγονὸς ταῖς τῶν Κομάνων ψυχαῖς φόβον μέγαν ἐνίησιν. ὁ δέ γε αὐτοκράτωρ πρωΐας ὁπλισάμενος καὶ τὰς ὑπ’ αὐτὸν δυνάμεις ἀναλαβόμενος ἵεται κατ’ αὐτῶν. καὶ πολέμου ἐξ ἐκατέρων συρραγέντος οἱ Κομανοὶ τὰ νῶτα διδόασιν ὁ δὲ βασιλεὺς [*](D) διελὼν τὸ στράτευμα τοὺς μὲν ψιλοὺς ἔμπροσθεν διώκειν ἐκπέπομφεν, αὐτὸς δέ φευγόντων ἀκρατῶς * * ἐλαύνων ἐδίωκε. τούτους δὲ περὶ τὴν Σιδηρᾶν Κλεισούραν καταλαβὼν πολλοῖς μὲν ἀναιρεῖ, πλείστους δὲ καὶ ζωγρίαν ἄγει· οἱ δέ γε προπεμφθέντες [*](V. 223) τῶν Κομάνων τὴν λείαν πᾶσαν ἀναλαβόμενοι ὑπεχώρησαν. ὁ δὲ βασιλεὺς περὶ τὴν ἀκρολοφίαν τῆς Σιδηρᾶς Κλεισούρας παννύχιος διατελέσας χειμῶνος ὄντος σφοδροῦ, αὐγαζούσης ἤδη ἡμέρας τὴν Γολόην κατείληφεν· ἐκεῖσε δέ ἡμερονύχθιον ἓν διακαρτερήσας, ἐφ’ ᾧ τιμῆσαι πάντας τοὺς ἀνδρικῶς ἀγωνισαμένους καὶ δωρεῶν μεγίστων ἀξιῶσαι. τὸ βουλευθὲν εἰς ἔργον ἀγαγὼν καὶ μετ’ εὐφροσύνης πάντας ἐκπέμψας οἰκαδε ἐν δυσὶ νυχθημέροις κατείληφε [*](P. 282) τὰ βασίλεια.

[*](1. ἑκατέρη F. 2. ἀνύψαι G. τοὺς τοσούτους F, τοσούτους P. 6. φόβον. μέγαν F, μέγαν φόβον Ρ. 8. καὶ om. F. 9. οἱ Κομανοὶ] νικώμενοι G. 11. lacunam signavi. 13. καὶ F, om. P. ζωγρίαν F, ζωγρείαν P. 18. ἡμερονύκτιον G. 21. κατείληφε F, κατέληφε C, κατάλαβε P.)
26

Καὶ μικρὸν ἑαυτὸν ἀνακτησάμενος τῶν πολλῶν μόχθων, ἐπεὶ τοὺς Τούρκους τὰ ἐντὸς Βιθυνίας κατατρέχοντας εὑρε καὶ ληϊζομένους ἅπαντα, τῶν δυτικῶν πραγμάτων ἐκ θατέρου μέρους πρὸς ἑαυτὰ ἐπισπωμένων τὸν αὐτοκράτορα, πλέον ἐν τούτοις ἢ ἐν ἐκείνοις κάμνων (πρὸς γὰρ τὸ κατεπεῖγον μᾶλλον ὁ πόνος ἦν) ἐπίνοιαν ἐπινοεῖται μάλα μεγαλουργὸν καὶ ἀξίαν τῆς ἐκείνου ψυχῆς καὶ πρὸς ἀσφάλειαν Βιθυνίας ἀποταφρεύει τὼ ἐκείνων καταδρομὰς διὰ τοιαύτης κατασκευῆς. ἄξιον δὲ καὶ τὴν κατασκευὴν [*](B) ἐκείνην διηγήσασθαι. ὁ γὰρ Σάγγαρις ποταμὸς καὶ ἡ παραλία ἡ μέχρι τοῦ χωρίου Χηλῆς ἰθυτενῶς καταφερομένη καὶ ἡ πρὸς βορρᾶν ἀνακάμπτουσα πολλὴν ἔνδον περικλείουσι χώραν. ταύτην τοίνυν τὴν χώραν πονηροὶ γείτονες γεγονότες ἡμῖν ἀνέκαθεν οἱ τοῦ Ἰσμαὴλ κατὰ πολλὴν ἐρημίαν τῶν κωλυόντων διά τε Μαριανδηνῶν καὶ τῶν πέρα Σαγγάρεως ῥᾳδίως κατελη·ί·ζοντο καὶ μᾶλλον τὴν Νικομήδους ἐπέθλιβον τὸν ποταμὸν διαπεραιούμενοι. τὴν τοιαύτην τοίνυν ὁρμὴν ἀνακόπτων τῶν βαρβάρων ὁ βασιλεὺς καὶ τὴν τῆς χώρας καταδρομὴν καὶ μάλιστα τὴν Νικομήδους ἀσφαλιζόμενος κατωτέρω τῆς Βαάνης λίμνης μακρότατον ὄρυγμα κατιδὼν καὶ

[*](2. μόθων F. 4. ἑαυτὰ FC, ἑαυτὸν P. ἐπισπωμένων scripsi: ἐπισπώμενον P, 5. κάμνον G. 8. καταδρομὰς] δρομ in ras. m. 2. F. 9. δὴ? 11. καταφερομένη F, καταφερόμενος P. 12. ἀνακάμπτουσα C, ἀνακάμπουσα Ρ. περικλείεται CG. 14. ἀνέκαθεν F, om. P. 15. Μαριανδηνῶν CG, Μαρυανδηνῶν P. 16. τοὺς τῆς Νικομηδείας CG. ἐπέθλοβον G. 18. ἀνακόπτων τῶν βαρβάρων F, τῶν βαρβάρων ἀνακόπτων P. 19. Νικομήδειαν G.)

27
παρακολουθήσας αὐτῷ μέχρι πέρατος κατενόει ἀπό τε τῆς[*](C) θέσεως καὶ τοῦ σχήματος, ὡς ἄρα ὁ τόπος οὐκ ἐκ ταὐτομάτου διαβεβόθρωται οὐδέ συσεσηράγγωται φυσικῶς, ἀλλὰ χειρός τινος ὑπῆρχε μηχάνημα. πολιυπραγμονσας οὖν τὸ τοῦ τόπου μανθάνει παρά τινων, ὡς ἄρα τῆς τοιαύτης διώρυ. χος Ἀναστάσιος ὁ Δίκουρος ἐπεστάτησε. τί μέν βουλόμενος, οὐκ εἶχον λέγειν· ἐφαίνετο δ᾿ οὖν τῷ βασιλεῖ Ἀλεξίῳ, ὡς δὴ ὁ αὐτοκράτωρ ἐκεῖνος ἐβούλετο ἀπὸ τῆς λίμνης ὕδωρ μετοχετεύειν ἐς ταυτηνὶ τὴν χειροποίητον χαράδραν. πρὸς τοιαύτην τοίνυν ἐνθύμησιν ἀναχθεὶς ὁ αἰτοκράτωρ Ἀλέξιος τήν τε τάφρον εἰς βάθος ἱκανώτατον διορύσσειν ἐκέλευε· δεδοικὼς δέ, μή ποτε καὶ πορεύσιμα γένοιτο τὰ τῶν ποτα- [*]() μῶν κατὰ τὰς συναφὰς τῶν ῥτευμάτων, ἀνιστᾷ φρούριον ἐρυμνότατον, πανταχόθεν τὸ ἀσφαλὲς καὶ τὸ ἀνεπιχείρητον ἔχον ἀπό τε τοῦ ποταμοῦ καὶ τῆς εἰς ὕψος καὶ πάχος τειχοποιίας· ὅθεν καὶ τὴν σιδηρᾶν ἀπηνέγκατο κλῆσιν. καὶ ἔστι νῦν τὸ σιδηροῦν τουτὶ πυργίον πόλις πρὸ πόλεως καὶ τείχους προτείχισμα. αὐτὸς δέ ὁ αὐτοκράτωρ ἐφίστατο τῇ τοῦ πολιχνίου οἰκοδομῇ ἀπὸ πρωΐας μέχρις ἑσπέρας, καίτοι πολλῆς τῆς ἀλέας οὔσης τὸν θερινὸν τροπικὸν τοῦ ἡλίου διαπορευομένου, καὶ καύσωνος ἠνείχετο καὶ κονίας καὶ [*](p. 283) πολλὴν τὴν δαπάνην κατεβάλλετο, ὡς ἐντεῦθεν ἐρυμνότατον [*](V. 224) [*](1.αὐτῶ F, αὐτὸ P. 2. καὶ addidi. 3. συ*σεσηράγγωται F, σεσήραγγωται P, σηράγγωται G. 6. Δίκορος CG. βουλευόμενος G. 12. δὲ om. G. 21. καὶ om. G. 22. πολλὰ G. ἐρυμνότατον] schol. in mg. m. 2.: χαλεπώτατον. ἐρυμνὸς τόπος σκοτεινὸς καὶ ἰσχυρός F.)
28
γεγονέναι τὸ τεῖχος καὶ ἀπρόσμαχον, τοὺς σύροντας ἕκαστον τῶν λίθων, εἰ ἔτυχεν εἶναι πεντήκοντα ἢ ἑκατὸν ἄνδρας, δαψιλῶς ἐπιφιλοτιμούμενος. ἐντεῦθεν δὲ οὐ τῶν τυχόντων, ἀλλὰ καὶ στρατιώτης ἅπας καὶ ὑπηρέτης αὐτόχθων τε καὶ ἐξ ἀλλοδαπῆς ὁρμώμενος πρὸς τὴν τῶν τοιούτων λίθων ὁλκὴν ἐκεκίνητο δαψιλεῖς ὁρῶντες τοὺς μισθοὺς καὶ αὐτὸν τὸν αὐτοκράτορα καθάπερ ἀθλοθέτην τινὰ ἐφιστάμενον. τέχνη γὰρ ἦν καὶ τοῦτο, ἵνα πολλῶν συρρεόντων ῥᾷον ἡ ὁλκὴ τῶν [*](Β) παμμεγέθων ἐκείνων λίθων γίνοιτο. οὕτως ἦν ἐκεῖνος καὶ ἐπινοῆσαι βαθύτατος καὶ καταπρᾶξαι μεγαλουργότατος. τὰ μέν οὖν κατὰ τὸν αὐτοκράτορα μέχρι τῆς * ἐπινεμήσεως τοῦ * * ἔτους κατὰ τὸν εἰρημένον τρόπον προβέβηκεν. οὔπω δὲ μικρὸν ἑαυτὸν ἀναπαύσας λογοποιουμένην ἠκηκόει ἀπείρων Φραγγικῶν στρατευμάτων ἐπέλευσιν. ἐδεδίει μὲν οὖν τὴν τούτων ἔφοδον γνωρίσας αὐτῶν τὸ ἀκατάσχετον τῆς ὁρμῆς, τὸ τῆς γνώμης ἄστατον καὶ εὐάγωγον καὶ τἄλλα ὁπόσα ἡ τῶν Κελτῶν φύσις ὡς ἴδια ἢ παρακολουθήματά [*](C) τινα ἔχει διὰ παντὸς καὶ ὅπως ἐπὶ χρήμασι κεχηνότες ἀεὶ διὰ τὴν τυχοῦσαν αἰτίαν τὰς σφῶν συνθήκας εὐκόλως ἀνατρέποντες φαίνονται. εἶχε γὰρ ἀεὶ τοῦτο ᾀδόμενον καὶ [*](1. γενέσθαι CG. 2. εἰ FC, om. P, 3. φιλοτιμούμενον G. 7. ἐφιστάμενον FC, ἐπιστάμενον P. 9. λίθων ἐκείνων G. γίνοιτο FC, γένοιτο P. ἢν F, οὑν P. 10. βαρύτατα CG. μεγαλουργότατα CG. 11. τῆς .... F. τοῦ ............ F. τοῦ .... C.: etiam G. hoc loco lacunam agnoscit. cf. Ducang. ad h.l. 12. τόπον G. 13. λογοποιούμενον G. 18. ἐπὶ χρήμασι F, ἐπιχειρήμασι P.)
29
πάνυ ἐπαληθεῦον. καὶ οὐκ ἀναπεπτώκει, ἀλλὰ παντοίως παρεσυυάζπο , ὥστε καιροῦ καλοῦντος ἕτοιμον πρὸς τὰς μάχας εἶναι. καὶ γὰρ καὶ πλέω καὶ φοβερώτερα τῶν φημιζομένων λόγων ἤσαν τὰ πράγματα. πᾶσα γὰρ ἡ ἐσπέρα καὶ ὁπόσον γένος βαρβάρων τὴν πέραθεν Ἀδρίου μέχρις ῾Ηρακλείων στηλῶν κατῴκει γῆν, ἅπαν ἀθρόον μεταναστεῦσαν ἐπὶ τὴν Ἀσίαν διὰ τῆς ἐξῆς Εὐρώπης ἐβάδιζε πανοικὶ τὴν πορείαν ποιούμενον. ἔσχε δέ τὰ κατὰ τὴν τοιαύτην συγ- [*](D) κίνησιν τὴν αἰτίαν ἐνθένδε ποθέν. Κελτός τις Πέτρος τοὔνομα, τὴν ἐπωνυμίαν Κουκούπετρος, εἰς προσκίνησιν τοῦ ἁγίου τάφου ἀπελθὼν καὶ πολλὰ δεινὰ πεπονθὼς παρὰ τῶν τὴν Ἀσίαν πᾶσαν ληϊζομένων Τούρκων τε καὶ Σαρακηνῶν μόγις ἐπανῆλθεν εἰς τὰ ἴδια. καὶ διαμαρτὼν τοῦ [*](P. 284) σκοποῦ οὐκ ἔφερεν, ἀλλ᾿ αὖθις ἠβούλετο τῆς αὐτῆς ἅψασθαι ὁδοῦ. συνιδὼν δέ, ὡς οὐ χρὴ μόνον αὖθις τῆς πρὸς τὸν ἅγιον τάφον ὁδοιπορίας ἅψασθαι, ἵνα μὴ χεῖρόν τι γένηταί οἱ βουλὴν βουλεύεται συνετήν. ἡ δὲ ἦν διακηρυκεῦσαι εἰς ἁπάσας τὰς τῶν Λατίνων χώρας ὡς “ὀμφὴ θεία παρακελεύεταί με πᾶσι τοῖς ἐν Φραγγίᾳ κόμησι κηρῦξαι, ἅπαντας τῶν ἰδίων ἀπᾶραι καὶ εἰς προσκύνησιν τοῦ ἁγίου τάφου ἀπελθεῖν καὶ σπεῦσαι ὅλῃ χειρὶ καὶ γνώμῃ τῆς τῶν Ἀγαρημῶν τὰ ῾Ιεροσόλυμα λυτρώσασθαι χειρός.” καὶ μέντοι καὶ [*](B) [*](1. ἐπ᾿ ἀληθεῦον Ρ, correxi: ἐπ᾿ om. CG. 3. φοβερώτατόν G. 5. μέχρι G. 7. ἐβάδιζε F, ἐβίαζε P. πανικὶ G. 14. ἠβούλετο F, ἐβούλετο P. 15. τὴν G. πρὸς F, παρὰ P. 17. ἥδε P, correxi.)
30
κατώρθωκεν ὥσπερ γάρ τινα θείαν ὀμφὴν ἐνθέμενος εἰς τὰς ἁπάντων ψυχὰς τοὺς ὁπουδήποτε Κελτοὺς ἄλλον ἀλλαχόθεν [*](V. 225) σὺν ὅπλοις καὶ ἵπποις καὶ τῇ λοιπῇ τοῦ πολέμου παρασκευῇ σκευῇ συναθροίζεσθαι παρεσκεύαζε. κἀκεῖνοι μέν οὕτως εἶχον προθυμίας τε καὶ ὁρμῆς καὶ πᾶσα λεωφόρος τούτους εἶχε· συνεπῄει δέ τοῖς στρατιώταις ἐκείνοις Κελτοῖς καὶ ψιλὸν ὑπὲρ τὴν ἄμμον καὶ τὰ ἄστρα πλῆθος φοίνικας φέρον καὶ σταυροὺς ἐπ’ ὤμων, γύναιά τε καὶ τέκνα τῶν σφῶν ἐξεληλυθότα χωρῶν. καὶ ἦν ὁρᾶν αὐτοὺς καθάπερ τινὰς πο- [*](C) ταμοὺς ἁπανταχόθεν συρρέοντας καὶ διὰ τῶν Δακῶν ὡς ἐπίπαν [πρὸς τὰς] πρὸς ἡμᾶς ἐπερχομένους πανστρατιᾷ. προηγήσατο δέ τῆς τῶν τοσούτων λαῶν ἐλεύσεως ἀκρὶς τῶν μέν πυρῶν ἀπεχομένη, τοὺς δέ ἀμπελῶνας δεινῶς κατεσθίουσα. ἦν δ’ ἄρα τοῦτο σύμβολον, ὡς οἱ τότε συμβολομάντεις ἀπεμαντεύοντο, ὡς ἡ ἔφοδος τοῦ τοσούτου Κελτικοῦ στρατεύματος τῶν μὲν Χριστιανικῶν πραγμάτων ἀπόσχηται, δεινῶς δ’ ἐπιβρίσειε κατὰ τῶν βαρβάρων Ἰσμαηλιτῶν μέθη καὶ οἴνῳ καὶ τῷ Διονύσῳ δεδουλευκότων. τοῦτο γὰρ τὸ γένος Διονύσῳ τε ὑπείκει καὶ Ἔρωτι καὶ πρὸς παντοίας [*](D) μίξεις καταφορώτατον καὶ μὴ συμπεριτεμνόμενον τῇ σαρκὶ καὶ τὰ πάθη. καὶ ἐστιν οὐδὲν ἄλλο ἢ δοῦλον καὶ τρίδουλον τῶν τῆς Ἀφροδίτης κακῶν. ἔνθεν τοι καὶ τὴν Ἀστάρτην [*](1. κατώρθωκεν FC, κατόρθωκεν P. 8. ἐπ’ om. G. 11. πρὸς τὰς seclusi. ἐπερχομένοις G. πανστρατιὰ F. 12. ἐλεύσεως F, ἐπελεύσεως P. 14. τοῦτο τὸ P, τὸ om. C. 15. τοῦ τοσούτου] τουτὶ τοῦ G. 20. καταφορώτατα G.)
31
αὐτοὶ καὶ τὴν Ἀσταρὼθ προσκυνοῦσι καὶ σέβονται καὶ τοῦ ἄστρου τὸν τύπον περὶ πλείονος τίθενται καὶ τὴν χρυσῆν παρ’ ἐκείνοις Χοβάρ. ὁ μέντοι σῖτος εἰς τὸν Χριστιανισμὸν τοῖς συμβολικοῖς τούτοις ἐξελαμβάνετο διὰ τὸ νηφάλιόν τε καὶ τροφιμώτατον. οὕτω μέν οὖν οἱ μάντεις τὰς ἀμπέλους [*](P. 285) καὶ τὸν πυρὸν ἐξεδέξαντο. ἀλλὰ τὰ μὲν περὶ τῶν μάντεων οὕτως ἐχέτω· τὰ δέ κατὰ τὴν ἔφοδον τῶν βαρβάρων οὕτω παρηκολουθήκει καὶ καινόν τι κατανοεῖν τοῖς γε νοῦν ἔχοισιν ἐνῆν. τῆς γὰρ τῶν τοσούτων ἐλεύσεως οὐχ ὁμοῦ οὐδὲ κατὰ ταὐτὸν γινομένης (καὶ πῶς γὰρ τοσαῦτα πλήθη ἐκ διαφόρων τόπων ἐξορμήσαντα ὅμαδόν τὸν τῆς Λογγιβαρδίας πορθμὸν διανήξασθαι ἐνῆν;) οἱ μέν πρῶτοι, οἱ δὲ δεύτεροι, οἱ δὲ τούτων ὄπισθεν καὶ καθεξῆς οἱ ἅπαντες τὸν ἀπόπλουν οὕτω ποιούμενοι διὰ τῆς ἠπείρου διήρχοντο. Προηγεῖτο δὲ ἑκάστου στρατεύματος τούτων ἀκρὶς ἀμύθητος, ὡς ἔφαμεν. [*](Β) ἅπαντες γοῦν ἅπαξ καὶ δὶς τοῦτο θεασάμενοι προδρόμοις ταύτας τῶν Φραγγικῶν ταγμάτων ἐγνώρισαν. ὡς δέ σποράδην τινὲς τὸν τῆς Λογγιβαρδίας διεπέρων ἤδη πορθμὸν, ὁ αὐτοκράτωρ μετακαλεσάμενός τινας τῶν Ῥωμαϊκῶν δυνάμεων ἀρχηγοὺς ἐκπέμπει τούτους πρὸς τὰ μέρη Δυρραχίου καὶ Αὐλῶνος ἐντειλάμενος δέχεσθαι μὲν προσηνῶς τοὺς διαπερῶντας πανηγύρεις τε δαψιλεῖς ἐξ ἁπασῶν τῶν χωρῶν κατὰ [*](2. τόπον G. πείθονται G. 4. τὸν C. 8. καὶ om. G. γε F, τε P. 10. γινομένης FC, γενομένης P. 11. Λογγοβαρδίας P. correxi. ἐξορμήσαντες G. ὅμαδόν] in mg. m. 2 κραυγή θόρυβος F. 18. διεπείρων G.)
32
τὴν ὁδὸν ἐξάγειν, εἶτα ἐνεδρεύειν παρακολουθοῦντας διόλου καὶ ἐπὰν ἐκδρομάς τινας τούτους θεάσοιντο ποιουμένους εἰς [*](C) προνομὴν τῶν παρακειμένων χωρῶν ἐκτρέχοντας, ἀναστέλλειν διὰ μετρίων ἀκροβολισμῶν. συμπαρῆσαν δέ τούτοις καί τινες τῆς Λατινικῆς διαλέκτου εἰδήμονες, ἵνα τὰς ἀναφυομένας μεταξὺ μάχας καταστέλλωσιν. ἀλλ’ ὅπως σαφέστερον ἀφη- [*](V. 226) γησαίμην τὸ πρᾶγμα καὶ κατὰ μέρος, ταύτης τῆς φήμης διαδραμούσης ἁπανταχοῦ πρῶτος ὁ Γοντοφρὲ τὴν ἰδίαν ἀπεμπολήσας χώραν τῆς προκειμένης ὁδοῦ εἴχετο· ἀνὴρ δὲ οὗτος πολυχρήματος καὶ ἐπὶ γενναιότητι καὶ ἀνδρείᾳ καὶ γένους περιφανείᾳ μεγάλως αὐχῶν· ἕκαστος γὰρ τῶν Κελτῶν ἔσπευδε προτρέχειν τῶν ἄλλων. καὶ γέγονε συγκίνησις οἵαν οὐδέπω τις μέμνηται ἀνδρῶν τε καὶ γυναικῶν, τῶν μέν ἁπλουστέρων [*](D) ὡς τὸν τοῦ κυρίου προσκυνῆσαι τάφον καὶ τὰ κατὰ τοὺς ἱεροὺς ἱστορῆσαι τόπους ἐπειγομένων ἐπ’ ἀληθείᾳ, τῶν δέ γε πονηροτέρων καὶ μᾶλλον ὁποῖος ὁ Βαϊμοῦντος καὶ οἱ τούτου ὁμόφρονες ἄλλον ἐνδομυχοῦντα λογισμὸν ἐχόντων εἴπου ἐν τῷ διέρχεσθαι δυνηθεῖεν καὶ αὐτὴν τὴν βασιλεύουσαν κατασχεῖν καθάπερ πόρισμά τι ταύτην εὑρηκότες. ἐτάρασσε δέ τὰς τῶν πλείονων καὶ γενναιοτέρων ψυχὰς ὁ Βαϊμοῦντος ὡς παλαιὰν μῆνιν κατὰ τοῦ αὐτοκράτορος τρέφων. ὁ μέν οὖν Πέτρος μετὰ τὸ ταῦτα διακηρυκεῦσαι πάντων προηγησάμενος τὸν τῆς Λογγιβαρδίας διεπέρασε πορθμὸν μετὰ [*](12. οἵαν F, οἷαν P. 13. τε F, om. P. 14. προσκυνῆσαι τάφον F, τάφον προσκυνῆσαι P. 18. τὼ F, αὐτῷ P. 19. κάπεο G.)
33
πεζῶν μὲν χιλιάδων ὀγδοήκοντα, ἱππέων δὲ χιλιάδων ἀνδρῶν [*](Ρ. 286) ἐκατὸν καὶ διὰ τῶν μερῶν τῆς Οὐγγρίας τὴν βασιλεύουδαν κατέλαβεν. ἔστι μὲν γὰρ τὸ τῶν Κελτῶν γένος, ὡς εἰκάσαι τινά, καὶ ἄλλως λίαν θερμότατον καὶ ὀξύ, ἐπὰν δὲ καὶ ἀφορμῆς δράξοιτο, ἀκάθεκτον.

Τοῦ δὲ βασιλέως ἅπερ ὁ Πέτρος προεπεπόνθει παρὰ τῶν Τούρκων γινώσκοντος καὶ συμβουλεύοντος αὐτῷ καὶ τὴν τῶν λοιπῶν κομήτων καρτερῆσαι ἔλευσιν, οὐκ ἐπείθετο θαρρῶν εἰς τὸ πλῆθος τῶν συνεπομένων αὐτῷ καὶ διαπεράσας ἐπήξατο τὸν χάρακα εἴς τι πολίχνιον ὀνομαζόμενον. ἐπεὶ δὲ καὶ Νορμάνοι τούτῳ συνείποντο εἰς δέκα χιλιάδας ποσούμενοι, ἀποκριθέντες τοῦ λοιποῦ στρατεύματος τὰ κατὰ τὴν Νικαίαν ἐληΐζοντο πᾶσιν [*](Β) ὠμοτάτως χρησάμενοι. τῶν τε γὰρ βρεφῶν τὰ μὲν ἐμέλιζον, τὰ δέ ξύλοις περιπείροντες ὤπτιζον ἐν πυρί, πρὸς δὲ τοὺς τῷ χρόνῳ προήκοντας πᾶν εἶδος ποινῆς ἐπεδείκνυντο. οἱ δέ ἐντὸς τῶν γινομένων ὲν αἰσυήσει γεγονότες, ἀναπετάσαντες τὰς πύλας κατ’ αὐτῶν ἐξήεσαν. καρτεροῖ· δέ τηνικαῦτα συρραγέντος πολέμου παλίνορσοι εἴσω τοῦ κάστρου γεγόνασιν ἐκθύμως τῶν Νορμάνων ἀγωνισαμένων. καὶ ὥς τὴν λείαν ἅπασαν ἀναλαβόμενοι κατέλαβον αὖθις τὴν Ἑλενούπολιν. λόγου δέ ἀναμεταξὺ αἰτῶν τε καὶ τῶν μὴ σὺν αὐτοῖς ἀπελμὲν [*](1. FC, om. Ρ. 3. γένος om. G. ὡσεὶ κατὰ τινὰ C, ὡς εἰκατατινὰ G. 4. καὶ τὸ ἀφορμῆς G. 6. τοῦ FCG, τῶν P. 7. Τούργων F. 8. καρτερεῖν CG. ἑλενόπολιν Α. 17. αἰσθήσει FCG, αἰσθήστει P.)

34
θόντων κινηθέντος, ὁποῖα φιλεῖ ἐν τοῖς τοιούτοις γίνεσθαι, [*](C) τοῦ φθόνου τὸν θυμὸν ἀναφλέγοντος τῶν ἀπολειφθέντων κἀντεῦθεν ἁψιμαχίας ἀμφοῖν γενομένης οἱ τολμητίαι Νορμάνοι ἀποκριθέντες αἶθις τὴν Ξερίγορδον καταλαβόντες ἐξ ἐφόδου κατέσχον. μαθὼν δὲ τὸ γεγονὸς ὁ σουλτὰν κατ᾿ αὐτῶν μετὰ ἀποχροωι δινάμεως ἐκπέμπει τὸν Ἐλχάνην. ὁ δέ καταλαβὼν αἱρεῖ μέν τὴν Ξερίγορδον, τῶν δὲ Νορμάνων τοὺς μέν ξιφῶν παρανάλωμα ἐποιήσατο, τοὺς δέ καὶ ζωγρίαν ἦγε μελετήσας ἅμα καὶ κατὰ τῶν συναπολειφθέντων τῷ Κουκουπέρῳ. καὶ λόχους μὲν ἐν ἐπικαίροις καταστήσας τόποις, ὡς ἂν ἐν τῷ κατὰ τῆς Νικαίας ἀπιέναι τούτοις ἀπροόπτως ἐμπίπτοντες ἀναιρῶνται, γινώσκων δέ καὶ [*](D)τὸ τῶν Κελτῶν ἐρασιχρήματον δύο τινὰς δραστηρίους τὴν γνώμην μεταπεμψάμενος ἐνετείλατο ἀπελθεῖν πρὸς τὸ στράτευμα τοῦ Κουκουπέτ διαηκρυκεῦοντας, ὡς οἱ Νορμάνοι κατασχόντες τὴν Νίκαιαν δασμὸν τῶν ἐν αὐτῇ ποιοῦνται. αὕτη ἡ φήμη τοὺς τῷ Πέτρῳ συνόντας καταλα- [*](V. 227) βοῦσα δεινῶς συνετάραξε. δασμὸν γὰρ καὶ χρήματα ἀκηκοότες παραχρῆμα τῆς παρὰ τὴν Νίκαίαν φερούσης ὁδοῦ ἀσυντάκτως ἥψαντο ἐπιλαθόμενοι μονονοὺ καὶ στρατιωτικῆς 20 ἐμπειρίας καὶ τῆς τοῖς πρὸς μάχην ἀπιοῦσιν * εὐταξίας. ἔστι μὲν γσ`ρ καὶ ἄλλως τὸ τῶν Λατίνων γένος φιλοχρημα- [*](P. 287) τώτατον, ὥσπερ ἄνωθεν εἴρηται, ἐπὰν δέ καὶ πρὸς καταδρομὴν χώρας ἀπονεύσειε, καὶ λόγῳ μὴ χρώμενον ἀχαλινα- [*](9. ζωγρίαν F, ζωγρεῖαν P. 11. ἐν addidi. 12. ἀναιροῦνται F. 16. ἐνόντων ἐν F. 17. μετὰ τοῦ Πέτρου F. 20. στρατιῶται G. 21. lacunam signavi. 22. γένος om. CG.)
35
γώγητον. μὴ κατὰ στοίχους δέ μήτε ἰλαδὸν πορευόμενοι τοῖς περὶ τὸν Δράκοντα λοχῶσι Τούρκοις περιπίπτοντες οἰκτρῶς ἀῃροῦντο. καὶ τοσοῦτον πλῆθος Κελτῶν τε καὶ Νορμάνων ἔργον μαχαίρας Ἰσμαηλιτικῆς ἐγεγόνει, ὥστε τὰ ἑκασταχοῦ κείμενα λίψανα τῶν ἀποσφαγέντων ἀνδρῶν σιγκομίσαντες μεγίστον οὐ λόφον φημὶ οὐδέ βουνὸν οὐδὲ σκοπιὰν ἐποιήσαντο, ἀλλ᾿ οἶον ὄρος ὑψηλὸν καὶ βάθος καὶ πλάτος ἀξιολογώτατον ἀπολαμβάνον· τοσοῦτος ἔκειτο ὁ τῶν ὀστῶν κολωνός. καί τινες ὕστερον τῶν ἐκ τοῖ αὐτοῦ γένους τῶν ἀποσφαγέντων βαρβάρων ἐν σχήματι πόλως οἰκοδο- [*](B) μήσαντες τεῖχος μεσέμβολά τινα καθάπερ κάχληκας τὰ ὀστᾶ τῶν ἀπολωλότων ἐνέθεντο τρόπον τινὰ τάφον αὐτοῖς τὴν πόλιν ποιούμενοι. ἥτις καὶ εἰς τὴν τήμερον ἵσταται τετειχισμένη ὁμοῦ τε λίθοις καὶ ὀστοῖς ἀναμὶξ ἔχοισα τὸν αερίβολον. βολον. πάντων οὖν ξιφῶν παρανάλωμα γεγονότων μόνος ὁ Πέτρος μετ᾿ ὀλίγων τινῶν εἰς Ἑλενούπολιν αὖθις ὑποστρέψας εἰσῄει. οἱ δὲ Τοῦρκοι αὖθις τοῦτον ἐνήδρευον ἑλεῖν ἐθέλοντες. ὁ δὲ αὐτοκράτωρ ἅπαντα ακηκοὼς καὶ τὴν τοσαυτην την ἀνδροκτασίαν βεβαιωθεὶς ἐν δεινῷ ἐποιεῖτο, εἰ καὶ ὁ Πέτρος ἁλῴη. παραχρῆμα τοίνυν μεταπεμψάμενος τὸν Κα-[*](C) τακαλὼν Κωνσταντῖνον τὸν Εὐφορβτνόν, οὗ ὁ λόγος ἐν πολλοῖς ἤδη ἐμνήσθη, ἀποχρώσας δυνάμεις ἐν ναυσὶ πολεμικαῖς [*](1. ἰλαδὸν] schol. in mg. m. 2.: κατὰ σύστημα F. 2. λοχῶσι F, λαχῶσι P. 9. καί scripsi: κᾄν Ρ. 11. μεσέμβολόν G. 12. ἀπολωλότων F, ἀπολωτότων P. 13. τὴν F, om. P. τειχισμένη G.)
36
ἐμβαλὼν διαπόντιον εἰς ἀρωγὴν αὐτοῦ πέπομφε. θεασάμενοι δέ τοῦτον οἱ Τοῦρκοι καταλαβόντα φυγαδείᾳ ἐχρήσαντο. ὁ δέ μηδὲ μικρὸν ἀναμείνας ἀναλαβόμενος τὸν Πέτρον μετὰ τῶν σὺν αὐτῷ, ῥητοὶ γὰρ ἦσαν, διασώζει πρὸς τὸν βασιλέα. τοῦ δέ βασιλέως ἀναμιμνήσκοντος αὐτὸν τῆς ἀρχῆθεν ἀβουλίας αὐτοῦ καὶ ὅπως ταῖς αὐτοῦ ὑποθημοσύναις μὴ πειθόμενος τοσούτοις ἐνεπεπτώκει δεινοῖς, ὁποῖα Λατῖνος [*](D) ὑψαύχην οὐχὶ ἑαυτὸν αἴτιον τοῦ τοσούτου κακοῦ ἔλεγεν, ἀλλ’ ἐκείνους τοὺς μὴ αὐτῷ πειθομένους, ἀλλὰ τοῖς ἰδίοις θελήμασι χρωμένους, λῃστὰς ἀποκαλῶν τούτους καὶ ἅρπαγας καὶ μηδέ παρὰ τοῖ σωτῆρος εἰς προσκύνησιν τοῦ ἁγίου τάφου διὰ ταῦτα δεκτούς. οἱ μέν οὖν τῶν Λατίνων, ὁποῖος ὁ Βαϊμοῦντος καὶ οἱ τούτου ὁμόφρονες, ἔρωτα τῆς τῶν Ῥωμαίων ἀρχῆς ἐκ μακροῦ ἔχοντες καὶ ταύτην ἑαυτοῖς περιποιήσασθαι βουλόμενοι, πρόφασιν τὴν τοῦ Πέτρου δια- [*](P. 288) κηρύκευσιν εὑρηκότες, ὡς εἴρηται, τὴν τοιαύτην συγκίνησιν ἐποιήσαντο ἀπατήσαντες τοὺς ἀκεραιοτέρους καὶ σχηματιζόμενοι κατὰ τῶν Τούρκων ἀπέρχεσθαι εἰς ἐκδίκησιν τοῦ ἁγίου τάφου τὰς ἰδίας ἐπίπρασκον χώρας.

Οὖβος δέ τις ὁ τοῦ ῥῆγός Φραγγίας ἀδελφὸς φυσῶν τὰ Ναυάτου ἐπ’ εὐγενείᾳ καὶ πλούτῳ καὶ δυνάμει, τῆς [*](1. διαπόντιοι G. ἀρωγὴν G, ἀγωγὴν P. 2. κατελλαβόντα G. 3. μηδὲ FC, om. P. 4. γὰρ] δὲ? 7. ἐμπεπτώκει G. 8. τοσούτου F, om. P. 10. θελήμασιν P, correxi. 11. εἰς τὴν G. 14. ταῦτα C. 18. ἐκδίκησιν] προσκύνησιν CG. 20. οὖρος G. φυσσῶν Ρ.)

37
ἐνεγκαμένης μέλλων ἐξελθεῖν τάχα ὡς πρὸς τὸν ἅγιον τάφον, ἀποστείλας ἀπονοίας ῥήματα ἐμήνυσε πρὸς τὸν αὐτοκράτορα [*](V. 228) λαμπρὰν προμηθευόμενος τὴν ὑπαντὴν αὐτῷ γενέσθαι αἰσ́θι λέγων “ὦ βασιλεῦ, ὡς ἐγὼ ὁ βασιλεὺς τῶν βασιλέων [*](Β) καὶ ὁ μείζων τῶν ὑπ᾿ οὐρανόν· καὶ καταλαμβάνοντά με ἤδη ἐνδέχεται ὑπαντῆσαί τε καὶ δέξασθαι μεγαλοπρεπῶς καὶ ἀξίως τῆς ἐμῆς εὐγενείας”. ταῦτα ὁ βασιλεῦς ἀκούσας, ἐπεὶ δοὺξ μὲν ἔτυχε Δυρραχίου Ἰωάννης ὁ υἱὸς Ἰσαακίου τοῦ σεβαστοκράτορος, περὶ οὗ ἄνωθεν εἴρηται, τοῦ δὲ στόλου Νικόλαος ὁ Μαυροκατακαλὼν περὶ τὸν λιμένα τοῦ Δυρραχίου ἐκ διαστημάτων ἐνορμίσας τὰς ναῦς κἀκεῖθεν αὖθις τὰς ἐκδρομὰς ποιούμενος καὶ τὰ πελάγη περισκοπῶν, ὡς μὴ λάθοιεν αὐτὸν λῃστρικαὶ νῆες παραπλεύσασαι, ὁ αὐτοκράτωρ εὐθὺς γράμματα πρὸς ἀμφοτέρους ἐκπέμπει ἐντει- [*](C) λάμενος τὸν μέν δοῦκα Δυρραχίου διὰ τῆς ἠπείρου καὶ τῆς παραλίας ἐφεδρεύειν τὴν τούτου ἔλευσιν καὶ παραυτίκα τῷ αὐτοκράτορι ταχεῖαν τῆς τούτου ἐλεύσεως δοῦναι γνῶσιν, αὐτὸν δέ τὸν Οὖβον ὑποδέξασθαι μεγαλοπρεπῶς, τὸν δέ δοῦκα τοῦ στόλου παρακελεύσασθαι μηδαμῶς ἀναπεπτωκέναι μηδέ καταρρᾳθυμεῖν, ἀλλ᾿ ἐγρηγορέναι διὰ παντός. κατὰ τὴν παραλίαν δέ τῆς Λογγιβαρδίας ὁ Οὖβος διασωθεὶς [*](3. λαμπρὰν προμηθευόμενος τὴν ὑπάντην αὐτῷ γενέσθαι F, προμηθευόμενος τὴν ὑπάντην αὐτῷ γενέσθαι λαμπράν P. 4. βασιλευόντων G. 5. πάντων τῶν CG. 7. ἀκούσας] ἐνθεσσαλονίκῃ add. F; sed expunctum est. 8. ὁ FC, om. P. 12. πελάγου G. 13. αὐτὸν om. CG. 16. παραυτίκα F, παραχρῆμα P. 19. παρακελευσάλαενος? 2Ο. καταρραθυμεῖν F, καταραθυμεῖν P.)
38
πρέσβεις τηνικαῦτα ἐκπέμπει πρὸς τὸν δοῦκα Δυρραχίου εἴκοσι πρὸς τοῖς τέσσαρσι τὸν ἀριθμόν, θώραξι χρυσέοις [*](D) σὺν αὐταῖς κνημῖσι περιπεφραγμένους, μετὰ τοῦ κόμητος Τζερπεντηρίου καὶ Ἠλία τοῦ ἐκ Θεσσαλονίκης ἀποδράσαντος ἀπὸ τοῦ αὐτοκράτορος. οἱ δέ πρὸς τὸν δοῦκα τοιαῦτα ἔλεγον ἄγνωστόν ἔστω σοι, δούξ, ὅτι ὁ κύριος ἡμῶν Οὐβος ὅσον ἤδη καταλαμβάνει ἀναλαβόμενος ἀπὸ Ῥώμης τὴν χρυσῆν τοῦ ἁγίου Πέτρου σημαίαν. ἀρχηγὸν δέ τοῦτον ἐπίστασο τοῦ Φραγγικοῦ στρατεύματος ἅπαντος. ἑτοιμάσθητι γοῦν πρὸς τὴν τούτου καὶ τῶν ὑπ’ αὐτὸν δυνάμεων δοχὴν ἀξίαν τῆς αὐτοῦ ἐξουσίας καὶ τὴν πρὸς αὐτὸν ὑπάντην ποιησόμενος’’. τούτων τοιαῦτα πρὸς τὸν δοῦκα λεγόντων ὁ Οὖβος διὰ τῆς ῾Ρώμης εἰς Λογγιβαρδίαν, ὡς εἴρηται, κατελθὼν καὶ διὰ τῆς Βάρεως ὡς πρὸς τὸ Ἰλλυρικὸν τὸν ἀπόπλουν ποιούμενος κλύδωνι μεγίστῳ περιπεσὼν ἀπώλεσε τὰ πλείω τῶν αὐτοὶ πλοίων σὺν αὐτοῖς ἐρέταις καὶ ἐπι- [*](P. 289) βάταις, ἑνὸς μόνου σκάφους, ἐν ᾧ αὐτὸς ἔτυχε, κατὰ τὴν μεσαίχμιον παραλίαν τοῦ τε Δυρραχίου καὶ τόπου τινὸς καλουμένου Πάλους ἀποπτυσθέντος οἶον παρὰ τῶν κυμάτων καὶ αὐτοῦ ἡμιθραύστου. παραδόξως δέ τούτῳ σωθέντι περιτυχόντες δύο τινές τῶν περισκοπούντων τὴν τούτου ἔλευσιν μετεκαλοῦντο αὐτὸν λέγοντες ὡς “ὁ δοὺξ ἀπεκδέχεταί σου τὴν [*](2. τοῖς om. 6. 4. Ζερπεντηρίου C. 5. τοῦ FCG, οὐ P. 9. ἑτοιμάσαι τοιγαροῦν CG. 14. τὸν F. 16. * * τὰ F. 17. μόνως G. 21. τῶν περισκοπούντων F, περισκοποῦντες P. 22. ἀπεκδέχεται C, ἐπεκδέχεατι P.)
39
ἄφιξιν ἐπιποθῶν σε θεάσασθαι”. ὁ δ’ εὐθὺς ἵππον ἐζήτει. ἅτερος οἶν τούτων ἀποβὰς του ἵππου τοῦτον αἰτῶ μάλα προθύμως δίδωσιν. οὕτω γοῦν τοῦτον ὁ δοὺξ σωθέντα θεασάμενος καὶ προσηγορίας ἀξιώσας, ὅπη τε καὶ ὅθεν [*](Β) ἐπερωτήσας κὼ ὅπως αὐτῷ διαπλωϊζομένῳ τὰ δεινὰ ξυμβέβηκε μαθὼν καὶ ἐπανακτησάμενος χρησταῖς ὑποσχέσεσι τράπεζαν αὐτῷ δαψιλῆ τοῦ λοιποῦ παρατίθησιν. μετὰ δέ τὴν εὐωχίαν ἀνέτως μέν οἴκῃ ἐλευθέρως δέ παντελῶς εἶχε. ταχὺ δέ τῷ αὐτοκράτορι τὰ κατ’ αὐτὸν δηλώσας ἐκαρτέρει τὸ ποιητέον ἐκεῖθεν δέξασθαι. ἅπαντα δὲ μεμαθηκὼς ὁ αὐτοκράτωρ ὀξέως τὸν Βουτουμίτην πέμπει πρὸς τὴν ’Επίδαμνον, ἣν πολλάκις Δυρράχιον κατωνομάσαμεν, ἐφ’ ᾧ τὸν [*](V. 229) Οὖβον ἀναλαβέσθαι καὶ μὴ τὴν εὐθεῖαν βαδίσαι ἀλλὰ παρεχκλῖναι C καὶ διὰ τῆς Φιλιππουπόλεως αὐτὸν ἀγαγεῖν εἰς τὴν μεγαλόπολιν. ἐδεδίει γὰρ τὰ ὄπισθεν ἐρχόμενα Κελτικὰ πλήθη καὶ στρατεύματα. δεξάμενος δὲ τοῦτον ὁ βασιλεὺς ἐντίμως καὶ παντοίας φιλοφροσύνης ἀξιώσας χρήματά τε ἱκανὰ ἐπιδοὺς πείθει παραχρῆμα ἄνθρωπον αἰτοῦ γενέσθαι τὸν τοῖς Λατίνοις συνήθη ὅρκον ἐπομοσάμενον.

Ἀλλὰ ταῦτα μέν τὰ κατὰ τὸν Οὖβον ἐκ προοιμίου· ὁ δέ γε Βαϊμοῦντος, οἱ ἄνωθεν ὁ λόγος πολλάκις ἐμνήσθη, πεντεκαίδεκα ἡμερῶν οὔπω διελθουσῶν διεπέρασεν εἰς τὴν [*](1. ἔλευσιν CG. σε om. G. 2. οὑν] δὲ F. 3. τοῦτον FCG, om. P. 4. θεασάμενος om. G. 6. καὶ om. G. 7. δαψιλὴν G. 8. ἄνετον Α. ἀνέτως μὶν om. CG. οὐκ om. Α. ἐλεύθερον ACG. 11. Βουτομίτην G.)

40
[*](D) ἀκτὴν τοῦ Καβαλίωνος μετὰ κομήτων διαφόρων καὶ στρατεύματος ἀριθμὸν ὑπερβαίνοντος ἅπαντα. τόπος δέ οὗτος ἐγγὺς τῆς Βοούσης · ὀνόματα δέ ταῦτα τῶν ἐν τοῖς μέρεσιν ἐκείνοις τόπων. καὶ μεμφέσθω μηδεὶς ἡμῖν τοιούτοις χρωμένοις ὀνόμασιν βαρβαρικοῖς καὶ ἀφ’ ὦν ἔστι τὸ ὕφος τῆς ἱστορίας καταμιαίνεσθαι· οὐδὲ γὰρ οὐδ’ Ὅμηρος ἀπηξίωσε Βοιωτοὺς ὀνομάζειν καί τινας βαρβαρώδεις νήσους διὰ τὴν τῆς ἱστορίας ἀκρίβειαν. κατὰ πόδας δὲ τούτου καὶ ὁ κόμης [*](P. 290) Πρεβέντζης ταῖς ἀκταῖς τοῦ Πορθμοῦ Λογγιβαρδίας προσπελάσας, ἐπεὶ διαπερᾶν καὶ αὐτὸς ἐβούλετο, μυριοφόρον ναῦν λῃστρικὴν μισθωσάμενος τριάρμενον ἑξακισχιλίων χρυσίου στατήρων, ἐν ᾗ ἐρέται μὲν διακόσιοι, ἐφόλκια δὲ τὰ συνεφεπόμενα ταύτῃ τρία. τὸν ἀπόπλουν οὐ πρὸς τὰ μέρη τοῦ Αὐλῶνος ἐπεποίητο καθὼς τὰ λοιπὰ τῶν Λατίνων στρατεύματα, ἀλλὰ τὸν ῾Ρωμαϊκὸν ὑφορώμενος στόλον λύσας τὰ πρυμνήσια μικρὸν παρεκκλίνας κατευθὺ Χιμάρας τὸν ἀπόπλουν ἐποιεῖτο οὐρίου τυχὼν πνεύματος. φεύγων δέ [*](B) τὸν καπνὸν εἰς πῦρ ἐπεπτώκει. καὶ γὰρ οὐχὶ τοῖς σποράδην ἐνεδρεύουσι τὸν τῆς Λογγιβαρδίας πορθμὸν ναυτικοῖς περιέτυχεν, ἀλλ’ αὐτῷ τῷ δουκὶ τοῦ ὅλου ῾Ρωμαϊκοῦ στόλου Νικολάᾳ τῷ Μαυροκατακαλών. ὃς πόρρω περὶ τῆς λῃστρικῆς ἐκείνης νηὸς μεμαθηκώς, τὰς τοῦ ὅλου στόλου διήρεις καὶ [*](1. Καβαλίωνος] βουβαλίωνος Α. 3. Βόσης G. έν om. G. 5. ἔστι om. G. 7. Βοιωτοὺς F, Βιωτοὺς V. 9. πρεβέντζας A. 12. χρυσίου scripsi: χρυσίων P. 13. ταῦτα ταύτην Α. 16. τὰ FC, τὲ P. Χιμόρος G. 17. γὰρ G. 18. ἐμπεπτώκει A. καὶ] οὐ CG. 22. τὰς om. F.)
41
τριήρεις καί τινας δρομάδας ἀναλαβόμενος ναῦς ἀπελθὼν ἵστατο εἰς Καβαλίωνα ἀντικρὺ τοῦ Ἄσωνος, ἐξ οὗπερ ἐξεληλύθει τὸν μέγαν ἐκεῖσε στόλον καταλιπών, καὶ ἀπέστειλε τὸν καλούμενον δεύτερον κόμητα μετὰ τοῖ· ἰδίου κατέργου ἐξκουσσάτου παρὰ τοῖς ναυτικοῖς καλουμένου ἐπισκήψας [*](C) αὐτῷ, ἵν’ ὁπηνίκα τὰ πρυμνήσια τῆς ἤδη ῥηθείσης νηὸς οἱ ἐρέται λύσαντες εἰς κῦμα θαλάσσης ἐμβάλωσι πυρσὸν ἀνάψῃ. ὁ δέ ἀπελθὼν παραχρῆμα τὸ κελευσθὲν ἐποίει. ὁ δὲ δοὺξ Νικόλαος τοῦτο θεασάμενος τὰς μέν τῶν νηῶν τοῖς ἱστίοις παραχρῆμα ἐπτέρου, τὰς δὲ καὶ οἶον πολύποδας ταῖς κώπαις ἀπεργασάμενος κατὰ τοῦ διαπερῶντος χωρεῖ κόμητος. οὔπω δέ τρεῖς σταδίοις ἀπὸ τῆς χερσοῖ καταλαμβάνει τοῦτον πρὸς τὴν περαίαν Ἐπιδάμνου [*](D) σπεύδοντα, ἐνόπλους μέν στρατιώτας ἔχοντα χιλίους πρὸς τοῖς πεντακοσίοις, ἵππους δέ τῶν ἐκκρίτων ὀγδοήκοντα. ὃν θεασάμενος ὁ πηδαλιοῦχος τῆς νεώς φησι πρὸς τὸν κόμητα Πρεβέντζης· “ἐκ Συρίας ὁ ἤδη καταλαμβάνων ἡμᾶς στόλος ἔστι καὶ κίνδυνος μαχαίρας καὶ ξιφῶν παρανάλωμα γενέσθαι.” [*](V. 230) παραχρῆμα γοῦν ὁ κόμης θωρήξασθαί τε ἐκέλευεν ἅπαντας καὶ καρτερῶς μάχεσθαι. κἂν δὲ μέσος χειμὼν ἦν, ὁπότε ἡ μνήμη τοῦ ἱεράρχαις μεγίστου Νικολάου τελεῖἐξκουσσάτου [*](5. F, ἐξκουσάτου P. ναύταις καλούμενον G. 9. θεσάμενος F. 11. χωρείου G. 12. οὑτος G 17. Πρεβέτζης F, Πρεβέτζον P, πρεβέντζας A. 19. γοῦν F, οὑν P. ἐκέλευεν F, ἐκέλευσεν P. 21. μεγίστου F, μεγάλου AC, om, G.)
42
τᾶι, ἀλλ᾿ ὅμως νηνεμία ἔτυχε παντελὴς καὶ ἡ νὺξ πανσέληνος φαίνουσα τότε μᾶλλον ἢ ἐν ἔαρι. πεπαυμένων δὲ παντάπασι τῶν ἀνέμων οὐκέτι ἡ λῃστρικὴ ναῦς κινεῖσθαι πρὸς ἰσχύος εἶχε καὶ συνέβαινε ταύτην ἀτρεμεῖν ἐν τοῖς ὕδασιν. ἀλλ᾿ ἐνταυθοῖ τοῦ λόγου γενομένη βουλοίμην ἂν τὴν γλῶτταν ἐπαφεῖναι τοῖς τοῦ Μαριανοῦ κατορθώμασιν. ὃς παραχρῆμα παρὰτοῦ δουκὸς τοῦ στόλου καὶἰδίου πατρὸςτὰ κουφότερα τῶν [*](P. 291) πλοίων αἰτήσας κατευθὺ τῆς νεὼς ἐκείνης ἵεται καὶ τῇ πρώρᾳ συνεισπεσὼν ταύτης ἀπεπειρᾶτο. συνέρρεον δὲ παραχρῆμα ἐκεῖσε οἱ ἔνοπλοι καρτερῶς τοῦτον ἐξωπλισμένον μάχην θεασάμενοι. ὁ δέ Μαριανὸς τοῖς Λατίνοις τῇ ἐκείνων ἀποχρώμενος διαλέκτῳ παρεκελεύετο μὴ δεδιέναι μηδέ μάχεσθαι πρὸς ὁμοπίστους. βάλλει δέ τις τοῦτον τῶν Λατίνων διὰ τῆς τζάγγρας κατὰ τῆς κόρυθος. ἡ δὲ τζάγγρα τόξον μέν ἐστι βαρβαρικὸν καὶ Ἕλλησι παντελῶς ἀγνοούμενον· τείνεται δέ οὐχὶ τῆς μὲν δεξιᾶς ἑλκούσης τὴν νευράν, τῆς [*](B) δὲ λαιᾶς ἀνθελκούσης τὸ τόξον, ἀλλὰ δεῖ τὸν διατείνοντα τὸ ὄργανον τουτὶ τὸ πολεμικὸν καὶ ἑκηβολώτατον, ὡς ἄν τις εἴποι, ὕπτιον κείμενον ἑκάτερον μὲν τῶν ποδῶν ἐνερεὶσαι τοῖς ἡμικυκλίοις τοῦ τόξου, ἀμφοτέραις δέ ταῖς χερσὶ τὴν νευρὰν μάλα γενναίως ἀνθελκύσαι. ἧς κατὰ τὸ μέσον σωλήν ἐστι κυλινδικὸν ἡμίτομον ἐξημμένον αὐτῆς τῆς νευρᾶς [*](2. ἄερι G. 3. ἡ FCG, om. Ρ. 6. Μαριᾶν G. 7. παρὰ addidi. πατρὸς] πρὀς G. 8. νεὼς F, νηὼς P. 9. ταύτην G. 11. θεασάμενον G. Μαριᾶν G. 14. τζάγγρας A, τζάγρας P: sic et postea. κόρυκος F. 19. μὶν om. G. 22. αὐτῇ τῇ νευρᾷ G.)
43
καὶ ὥσπερ τι βέλος ἀξιόλογον μέγεθος ἀπολαμβάνον διήκει ἀπ’ αἴτης τῆς νευρᾶς ἐς τὸ τοῦ τόξου μεσαίτατον· ἀφ’ οὗ βέλη παντοδαπὰ διεκπίπτουσιν. ἐν τούτῳ τούτῳ τὰ βέλη τιθέμενα βραχύτατα μέν τῷ μήκει, παχύτατα δὲ καὶ πρόσθεν [*](C) ἀξιόμαχον βάρος σιδήρου λαμβάνοντα. καὶ τῇ ἀφέσει τῆς νευρᾶς μετὰ σφοδρότητος καὶ ῥύμης ἁπάσης ἀφιείσης τὰ βέλεμνα οὖ ἂν τύχῃ ἐπεισπεσόντα οὐκ εἰς τοὔμπαλιν ἀποπίπτει, ἀλλὰ καὶ ἀσπίδα διέτρησε θώρακα βαρυσίδηρον διατεμόντα ἐκεῖθεν διὰ θατέρου μέρους ἐξεπετάσθη. οὕτως ἐστὶ σφοδρὰ καὶ ἀκατάσχετος ἡ ἄφεσις τῶν τοιούτων βελῶν. ἤδη τοῦτο τὸ βέλος καὶ ἀνδριάντα διεπερόνησε χαλκοῦν καὶ τείχει ἐμπεπτωκὸς μεγίστης πόλεως ἢ ἐπὶ τἄνδον προὔκυψε τοῖ βέλους ἡ ἀκμὴ ἢ ἐνδεδυκὸς κατὰ τὸ μέσον [*](D) του τείχους ἀφανὲς γέγονε. τὸ μὲν οἶν τίς τζάγγρας πρᾶγμα τοιοῦτόν ἐστιν ὡς ὄντως δαιμόνιον. ὁ δὲ πειρασθεὶς τῆς ἐκ τούτου πληγῆς ἀθλιώτατος ἀναισθήτως ἀποθνήσκων καὶ μηδέ τῆς πληγῆς, ὁπόση τίς ἐστιν, αἰσθανόμενος. τὸ μὲν οἶν ἀπὸ τῆς τζάγγρας βέλος ἐμπεσὸν τῷ ἄκρῳ τῆς κόρυθος διήλασεν αὐτὴν ἀποπτὰν οὐδ’ ἄχρι τριχὸς τοῦ Μαριανοῦ ἐφαψάμενον· πρόνοια γὰρ ἀπεῖρξεν. ὁ δέ γοργῶς ἄλλον κατὰ τοῦ κόμητος ἐπαφιεὶς ὀϊστὸν πλήττει τοῦτον κατὰ τοῦ βραχίονος· ὃς τὴν ἀσπίδα διατρήσας τόν τε φολιδωτὸν διε- [*](1. ἀπολαμβάνον F, ἀπολαμβάνων P. 4. β. ὄντα μὲν τ. G, β. ὄντα τ. C. 5. καταλαμβάνοντα CG. 7. βέλεμνα FCG. βέλεμμα P. τύχη F, τύχοι Ρ. ἐπιπεσόντα G. 9. ἐξεπατάσθη G. 12. τείχη G. 13. τοῦ] τούτου 6. 15. ὡς ὄντως] ὡρόντως G. 16. ἀθλιώτατα CG. 22. φολιδατὸν G.)
44
ληλυθὼς θώρακα καὶ αὐτῆς ἥψατο τῆς πλευρᾶς. ἱερεὺς δέ [*](P. 292) τις Λατῖνος τρισκαιδέκατος τυγχάνων τῶν σὺν αὐτῷ μαχομένων τοῦτο θεασάμενος πρυμνόθεν ἱστάμενος πολλὰς [*](V. 231) βολίδας κατὰ τοῦ Μαριανοῦ ἐξέπεμψεν. ἀλλ’ οὐδ’ ὁ Μαριανὸς ἐνεδίδου αὐτός τε ἐκθύμως μαχόμενος καὶ τοῖς ὑπ’ αὐτὸν τοῦτο παρακελευόμενος, ὡς τρισσάκις τοὺς μετὰ τοῦ Λατίνου ἱερέως ὑπαλλαχθῆναι τιτρωσκομένους τε καὶ κοπιῶντας. καὶ αὐτὸς δὲ ὁ ἱερεύς, κἂν πολλὰς τὰς πληγὰς δεδεγμένος ἦν καὶ τῷ ἰδίῳ αἵματι περιρρεόμενος, ἀλλ’ ὅμως ἄτρεστος ἦν. οὐ γὰρ κατὰ τὰ αὐτὰ ἡμῖν τε καὶ τοῖς Λα- [*](B) τίνοις περὶ τῶν ἱερωμένων δέδοκται· ἀλλ’ ἡμεῖς μέν ἐντετάλμεθα παρά τε τῶν κανόνων καὶ νόμων καὶ τοῦ εὐαγγελικοῦ δόγματος “μὴ θίξῃς, μὴ γρύξῃς, μὴ ἅψη· ἱερωμένος γὰρ εἶ”, ὁ δέ τοι βάρβαρος Λατῖνος ἅμα τε τὰ θεῖα μεταχειριεῖται καὶ τὴν ἀσπίδα ἐπὶ τοῦ λαιοῦ θέμενος καὶ τὸ δόρυ τῇ δεξιᾷ ἐναγκαλισάμενος ὁμοῦ τε μεταδίδωσι τοῦ θείου σώματός τε καὶ αἵματος καὶ φόνιον ὁρᾷ καὶ αἱμάτων ἀνὴρ κατὰ τὸν Δαυιτικὸν ψαλμὸν γίνεται. οὕτως ἐστὶ τὸ βάρβαρον τοῦτο γένος οὐχ ἧττον ἱερατικὸν ἢ φιλοπόλεμον. οὗτος τοίνυν ὀρεκτῆς μᾶλλον ἢ ἱερεὺς ὁμοῦ τε καὶ τὴν ἱερατικὴν [*](C) στολὴν ἐνεδιδύσκετο καὶ τὴν κώπην μετεχειρίζετο καὶ πρὸς ναυτικὸν πόλεμον καὶ μάχην ἀφώρα, κατὰ ταὐτὸν καὶ θαλάττῃ καὶ ἀνδράσι μαχόμενος. τὰ γὰρ ἡμέτερα, καθπεριρρέομενος [*](9. περιρρέομενος FA, περιρεόμενος P. 11. ἐντετάλμεθα FCG, ἐντετάγμεθα P. 17. τε om. G. 23. θαλάττῃ F, θαλάσσῃ P.)
45
ἀπερ ἔφθην εἰρηκυῖα, τῆς * * Ἀαρὼν καὶ Μωσέως καὶ τοῦ καθ᾿ ἡμᾶς πρώτου ἀρχιερέως ἐξήρτηται. ἀλλὰ τῆς μάχης ἐξ ἑσπέρας αὐτῆς μέχρι μέσης τῆς ἐπιφαινούσης ἡμέρας καρτερᾶς γεγονυίας ὑπείκουσι κἂν μὴ ἐβούλοντο οἱ Λατῖνοι τῷ Μαριανῷ λόγον ἀπαθείας ἐξ αὐτοῦ αἰτησάμενοι καὶ τυχόντες. ὁ δέ γε μαχιμώτατος ἱερεὺς ἐκεῖνος οὐδέ τῶν εἰρηνικῶν σπονδῶν τελουμένων τῆς μάχης ἐπέπαυτο, ἀλλὰ τὸν γωρυτὸν τῶν βελῶν ἐκκενώσας χερμάδα ἀναλαβόμενος [*](D) λίθον πέμπει κατὰ τοῦ Μαριανοῦ, τοῦ δὲ τὴν κεφαλὴν διὰ τῆς ἀσπίδος περιφράττοντος πλήξας τὴν ἀσπίδα διεῖλε τετραχῆ καὶ τὴν κόρυθα κατέθραυσεν. ὁ δὲ Μαριανὸς τῇ τοῦ λίθου βολῇ συγχυθεὶς ἀπολωλεκὼς τὸ φρονοῦν τῆς ψυχῆς ἄναιδος παραχρῆμα ἐφ᾿ ἱκανὸν ἔκειτο, ὥσπερ ὁ Ἕκτωρ ἐκεῖνος ἀπὸ τῆς τοῦ λίθου βολῆς τοῦ Αἴαντος μικροῦ δεῖν ἔψυχορράγει. μόλις δ᾿ ἀνενεγκὼν καὶ ἑαυτὸν συναγαγὼν τρισστάκις τὸν παίσαντα ἔπληξε βέλεμνα κατ᾿ [*](Ρ. 293) αὐτοῦ ἐπαφείς. ὁ δὲ πολέμαρχος ἐκεῖνος μᾶλλον ἢ ἱερεὺς μηδέποτε μάχης κορεννύμενος, ἐπειδὴ καὶ τοὺς λίθους ἅπαντας τας ἀπεπέμψατο τῶν χειρῶν καὶ ἁπλῶς ἦν καὶ λίθων κενὸς νὸς καὶ βελῶν, οὐκ ἔχων ὅ τι καὶ δράσειεν οὐδὲ δι᾿ ὧν ἀμυνεῖται τὸν ἀντίπαλον, ἐσφάδαζε μὲν ἐνταῦθα καὶ ἐξεφλέγετο καὶ ἐμεμήνει καθάπερ θηρίον εἰς ἑαυτὸν συστρεφόμενος· τοῖς γοῦν παρατυχοῦσιν αὐτίκα καὶ ἀποχρώμενος [*](1. lacunam signavi: τῆς ἱερωσύνης τῆς? 15. ἐψυχῳράγει F, έψυχοράγει P. ἀνενεγκὼν A, ἂν ἐνεγκὼν P. 16. βέλεμνα FAC, βλέμνα G, βέλεμμα P. 18. ἐπειδὴ F, ἐπεὶ PA. 22. στρεφόμενος Α.)
46
ἦν. σάκκον οὖν μάζης μεστὸν ἐφευράμενος ἐκεῖθεν ἀπὸ [*](B) σάκκου καθάπερ χερμάδας τὰς μάζας ἔβαλλεν, ὡσπερ ἱερατείων καὶ τελετήν τινα ποιούμενος καὶ ἱεροτελεστίαν τὸν [*](V. 232) πόλεμον ἐργαζόμενος. μᾶζαν γοῦν τινα μίαν ἀναλαβόμενος καὶ ὅλη χειρὶ πιθήσας ἐπαφίησι ταύτην κατὰ τῆς του Μαριανοῦ ὄψεως καὶ πλήττει τοῦτον κατὰ τῆς παρειᾶς. ταῦτα μέν οὑν τὰ κατὰ τὸν ἱερέα ἐκεῖνον καὶ τὴν ναῦν καὶ τοὺς ἐπιβάτας· ὁ δέ κόμης Πρεβέντζης πιστεύσας ἑαυτὸν σὺν αὐτῇ τῇ νηῒ καὶ τοῖς ὑπ’ αὐτὸν προθύμως τῷ Μαριανῷ εἵπετο τοῦ λοιποῦ. ἐπεὶ δὲ ·κατὰ τὴν χέρσον γενόμενοι ἀπέβαινον [*](C) τῆς νηός, πολλὰ καὶ πολλάκις ὁ ἱερεὺς ἐκεῖνος ἐζήτει τὸν Μαριανὸν τὴν κλῆσιν μὲν αἰτοῦ μὴ γινώσκων, ἀπὸ δὲ τοῦ χρώματος τῶν ἀμφίων τοῦτον ἀνακαλούμενος. προσελθὼν δὲ τούτῳ περιχυθεὶς κατησπάζετο ἐγκαυχώμενος ἅμα ὡς ἱεῖ μοι κατὰ τὴν χέρσον ἐντετυχήκατε, πολλοὶ ἂν ταῖς ἐμαῖς χερσὶν ἀνῃρέθητε”. ἐκβαλὼν δ’ ἐπιδίδωσι τούτῳ ἀργυροῦν θηρίκλειον τιμῆς στατήρων ἑκατὸν πρὸς τοῖς τριάκοντα. ταῦτα δὲ ὁμιλῶν καὶ διδοὺς ἐξεπεπνεύκει.

Ἀλλὰ καὶ ὁ κόμης Γοντοφρὲ τῷ τότε καιροῦ διαπεράσας μεθ’ ἑτέρων κομήτων καὶ στρατεύματος ἱππέων [*](D) μὲν χιλιάδων δέκα, πεζῶν δὲ χιλιάδων ἑβδομήκοντα καὶ καἐργαζόμενος [*](4. Α, om. P. οὖν Α. ἀναλαβὼν Α. 5. πιλήσας Hoeschelius. 8. Πρεβέντζας FA. 12. γινώσκων FA, ἐπιγινώσκων P. 14. τούτῳ ACG, om. P. 15. ἂν om. G. 16, θυρίκλειον G.)

47
ταλαβὼν τὴν μεγαλόπολιν περὶ τὰ μέρη τῆς Προποντίδος κατατίθησιν αὐτοῦ τὸ στράτευμα, διῆκον ἀπὸ τῆς ἔγγιστα τοῖ Κοσμιδίου διακειμένης γεφύρας μέχρι καὶ αὐτοῦ τοῦ ἁγίου Φώκα. παρακελευομένου δέ αὐτῷ τοῖ· βασιλέως τὸν τῆς Προποντίδος διαπεράσαι πορθμὸν ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενος καὶ αἰτίαν αἰτίᾳ συνείρων ἀνεβάλλετο· τὸ δέ πᾶν, τὴν τοῦ Βαϊμούντου καὶ τῶν λοιπῶν κόμπων ἀνέμενεν ἄφιξιν. καὶ γὰρ ὁ μὲν Πέτρος ἐξ αὐτῆς ἀρχῆς εἰς προσκύνησιν τοῖ [*](P. 294) ἁγίου τάφου τὴν τοσαύτην ὁδοιπορίαν ἀνεδέξατο, οἱ δέ γε λοιποὶ κόμητες καὶ τούτων μᾶλλον ὁ Βαϊμοῦντος παλαιὰν μῆνιν κατὰ τοῦ αὐτοκράτορος τρέφοντες καὶ εὐκαιρίαν ζητοῦντες ἀντίποινα τούτῳ παρασχεῖν τῆς λαμπρᾶς ἐκείνης νίκης, ἱν ἤρατο κατ’ αἰτοῖ; ὁπότε κατὰ τὴν Λάρισσαν τὸν μετ’ αὐτοῦ συνῆψε πόλεμον, ὁμογνωμονήσαντες καὶ αὐτὴν τὴν μεγαλόπολιν κατασχεῖν ὀνειρώττοντες εἰς τὴν ἀίτην ἐληλύθεισαν γνώμην (καὶ τούτου πολλάκις ἄνωθεν), τῷ μέν φαινομένῳ τὴν πρὸς τὰ ῾Ιεροσόλυμα ὁλοιπορίαν [*](B) ποιούμενοι, τῇ δ’ ἀληθείᾳ τὸν αὐτοκράτορα τῆς ἀρχῆς παραλῦσαι καὶ τὴν μεγαλόπολιν κατασχεῖν ἐθέλοντες. ἀλλ’ ὁ βασιλεὺς τὸ πανοῦργον αὐτῶν πάλαι γινώσκων τὰς τῶν ἐθνικῶν δυνάμεις σὺν αὐτοῖς ἡγεμόσι διὰ γραφῶν παρεκελεύσατο ἀπὸ τοῦ ’Αθύρα μέχρις αὐτοῦ Φιλέᾳ ἰλαδὸν κατααὐτοῦ [*](4. G. 7. Βαιμούνδου ACG, sic semper. 9. ἐδέξατο G. 11. ἀκαιρίαν G. 22. μέχρις F, μέχρι P.)
48
στῆναι (τόπος δέ παράλιος οὗτος τοῦ Πόντου) καὶ ἐφεδρεύειν, εἴ πού τις τοῦ Γοντοφρὲ πρὸς τὸν Βαϊμοῦντον καὶ τοὺς ὄπισθεν ἐρχομένους κόμητας ἀποστέλλοιτο ἢ ἐξ ἐκείνων [*](C) αὖθις πρὸς αὐτόν, καὶ ἀπείργειν αὐτῶν τὴν δίοδον. ἐν τῷ μεταξὺ δέ γίνεταί τι τοιοῦτον. μεταπεμψαμένου γὰρ τοῦ βασιλέως τινὰς τῶν μετὰ τοῦ Γοντοφρὲ κομήτων ἐφ’ ᾧ τούτοις [*](V. 233) συμβουλεύσασθαι ὑποθέσθαι αὐτῷ πληρῶσαι τὸν ὅρκον, τριβομένου τε του καιροῦ διὰ τὸ φύσει λάλον τε καὶ μακρηγορώτατον τῶν Λατίνων ψευδὴς διέδραμεν εἰς αὐτοὺς φήμη κατασχεθῆναι τοὺς κόμητας παρὰ τοῦ βασιλέως. εὐθὺς οὖν πυκιναὶ κατὰ τῆς Βυζαντίδος κεκίνηνται φάλαγγες καὶ [*](D) παραχρῆμα τὰ κατὰ τὴν Ἀργυρᾶν καλουμένην Λίμνην διακειμενα παλάτια παντελῶς ἐξηρίπωσαν ἅμα δέ καὶ τῶν τειχῶν τῆς Βυζαντίδος ἀπεπειρῶντο κἀν μὴ δι’ ἑλεπόλεων, οὐ γὰρ παρῆσαν, ἀλλὰ τῷ ἑαυτῶν πλήθει θαρροῦντες τοσοῦτον κατηναιδεύσαντο, ὡς καὶ πῦρ τολμῆσαι ἐπαφεῖναι κατὰ τῆς κάτωθεν τῶν ἀνακτόρων πύλης ἀγχοῦ τοῦ ἐπ’ ὀνόματι τοῦ ἐν ἱεράρχαις μεγίστου Νικολάου πάλαι παρά του τῶν βασιλέων ἀνοικοδομηθέντος τεμένους. οὐ μόνον δέ ὁπόσοι τοῦ συρφετώδους ὄχλου τῶν Βυζαντίων καὶ ἀνάλκιδες πάντη [*](P. 295) καὶ ἀπειροπόλεμοι τὰς τῶν Λατίνων φάλαγγας θεασάμενοι [*](1. καταστῆσαι P, correxi. 3. ἡ ἐξ ἐκείνων αὖθις F, ἢ αὖθις ἐξ ἐκείνων CG, ἐξ ἐκείνων ἡ αὖθις P. 4. καὶ addidi. αὐτῷ CG. 8. δὲ AG. 9. δὲ ἔδραμεν Α. 10. τοὺς . . . πυκιναὶ om. G. 11. πυκναὶ A. 13. ἐξηρείπωσαν A. 16. κατηναιδεύσαντο F, κατηναιδεύσαντο CG, κατεκινδυνεύσαντο P. 17. τῶν om. G.)
49
ἔστενον ᾤμωζον ἐστερνοτύπουν μὴ ἔχοντες ὑπὸ φόβοι ὁ τι καὶ δράσαιεν, ἀλλὰ καὶ μᾶλλον ὁπόσοι εὖνοι περὶ τὸν αὐτοκράτορα, τὴν πέμπτην ἐκείνην φανταζόμενοι, καθ’ ἣν ἡ τῆς πόλεως γέγονεν ἅλωσις, καὶ δεδιότες διὰ τοῦτο τὴν ἐνισταμένην ἡμέραν, μή τις ἔκτισις τῶν τότε γεγενημένων συμβαίη. πάντες δέ, ὅσοι στρατιωτικῆς εἰδήμονες ἤσαν, ἀσυντάκτως πρὸς τὰ βασίλεια συνέρρεον. ὁ δὲ βασιλεὺς ὡπλίσατο μὲν οὐδαμῶς οὐδέ φολιδωτὸν περιεβάλετο θώρακα οὐδὲ σάκος οὐδ’ ἴπω ἐνηγκαλίσατο οὐδὲ ξίφος περιεζώσατο, [*](B) ἀλλ’ ἑδραίως ἐπὶ τοῦ βασιλικοῦ ἐσταλμένος καθῆστο θρόνου καὶ μεθ’ ἱλαροῦ βλέμματος πάντας θαρρύνων καὶ θάρσος ἐνιεὶς ταῖς σφῶν ψυχαῖς καὶ τοῖς συγγενέσι δὲ καὶ ἡγεμόσι τοῦ στρατοῦ περὶ τῶν μελλόντων συμβουλευόμενος. τὰ μὲν οὖν πρῶτα οὐδ’ ὁντιναοῦν κατὰ τῶν Λατίνων τοῦ τύχοις ἐξαγαγεῖν προτεθύμητο, τὸ μὲν διὰ τὴν ἐνισταμένην ἐκείνην σεβασμίαν τῶν ἡμερῶν (πέμπτη γὰρ ἦν τῆς μεγίστης ἁγίας τῶν ἑβδομάδων ἐν ᾑ ὁ σωτὴρ τὸν ἐπονείδιστον ὑπὲρ ἀπάντων ὑπέστη θάνατον), τὸ δὲ καὶ τὸν ἐμφύλιον παρεκκλίνων φόνον. πολλάκις οἶν μεταπεμψάμενος συνεβούλευε τοῖ [*](C) τοιοῦτοι ἀπέχεσθαι ἔργου “αἰδέσθητε” λέγων “τὸν ὑπέρ πάντων ἡμῶν τὴν τήμερον σφαγέντα θεὸν μηδὲ σταυρὸν [*](1. ᾤμωζον FC, ὤμοζον P. ἐστερνοτύπουν FC, ἐστερνοκτύπουν P. 5. γενησομένων CG. 8. φολιδωτὸ.ν FC, φωλιδωτὸν P. 9. σάκκος F. 14. οὑν om. CG. καὶ m. 1. F. 15. ἐξενεγκεῖν G. 16. ἢν] ηγον G. 19. συνεβούλευε A, συνεβούλετο F, ἐβούλετο P. 20. ἀποσχέσθαι Α. 21. τήμερον F, σήμερον PA.)
50
καὶ ἥλους καὶ λόγχην τὰ κακούργοις προσήκοντα τῆς ἡμῶν ἕνεκα παραιτησάμενον σωτηρίας. εἰ δὲ μάχης ὑμῖν ἔφεσίς ἐστι, μετὰ τὴν ἀναστάσιμον τοῦ σωτῆρος ἡμέραν καὶ ἡμεῖς ἕτοιμοι παρεσόμεθα.” οἱ δὲ οὐ μόνον οὐχ ὑπείκοντο, ἀλλὰ καὶ κατεπύκνουν τὰς φάλαγγας συχνὰς τὰς βολὰς πέμποντες ὡς καί τινα τῶν ἀγχοῦ τοῦ βασιλικοῦ θρόνου ἱσταμένων κατὰ τὸ στέρνον πλῆξαι. ὅπερ οἱ πλείονες τῶν ἐφ᾿ ἑκάτερα [*](D) παρισταμένων τοῦ βασιλέως θεασάμενοι ἀνεχώρουν· ὁ δὲ ἀτρέμας ἐκάθητο ἀνακτώμενος τούτους καὶ πρᾴως πως νεμεσῶν· ὃ καὶ θάμβος πᾶσι παρεῖχεν. ἐπεὶ δ᾿ ἀναισχύν- [*](V. 234) τως τοὺς Λατίνοις τοῖς τείχεσι πελάζοντας ἑώρα καὶ τὸ συμφέρον βουλευομένῳ μὴ ὑπείκοντας, τὰ μὲν πρῶτα μεταπεμψάμενος τὸν γαμβρὸν αὐτοῦ Νικηφόρον τὸν ἐμὸν Καίσαρα παρεκελεύσατο ἄνδρας πολεμικωτάτους ἀναλαβόμενον καὶ τοξείας εἰδήμονας τοῦ τείχους ἄνωθεν καταστῆσαι, [*](P. 296) παρεγγυησάμενος συχνοὺς μὲν ὀϊστοὺς κατὰ τῶν Λατίνων πέμπειν, μὴ κατὰ σκοποῦ δέ, ἀλλὰ διαμαρτάνειν τὰ πλείω, ὡς μόνον ἐκφοβεῖν τῇ πυκνότητι τῶν βελῶν, ἀναιρεῖν δὲ μηδαμῶς. ἐδεδίει γάρ, ὡς ἄνωθεν εἴρηται, τὸ τῆς ἡμέρας σεβάισμιον καὶ τὸν ἐμφύλιον φόνον οὐκ ἤθελεν. φέρους δὲ τῶν ἐκκρίτων ἡγεμόνας * τοὺς πλόους μὲν τόξα φέροντας, τοὺς δέ ἔγχεα μακρὰ ἐναπαλισαμένους τὴν κατὰ τὸν ἅγιον [*](1. τοῖς CG. 2. ἕνεκεν G. παραιτησάμενος G. 4. ὑπήκουον CG. 9. τούτους om. G. 10. ὃ C, ὁ P. 12. μὴ om. G. 17. πέμπειν F, ἐκπέμπειν P. 21. lacunam signavi: ἀναλαβομένους intercidisse videtur. 22. ἔγχεα FC, ἄνγχεα P.)
51
Pωμανὸν πύλην ἀναπετάσαντας σφοδρὰν ἐνδείξασθαι κατ᾿ αὐτῶν τὴν ὁρμὴν ἐκέλευε τοιαύτην καταστησαμένους τὴν ταράταξιν, * ἕκαστον τῶν τὰ δόρατα φερόντων ἐξ ἱκατέρου μέρους ὑπὸ δύο φυλάττεσθαι πελταστῶν· οὕτω δὲ ἑαυτοὺς [*](B) κταστήσαντας αὐτοὺς μὲν βραδεῖ ποδὶ στείχειν, ὀλίγοις δέ τινας τῆς τοξείας εἰδήμονας κατὰ τῶν Κελτῶν προεκπέμπειν πόρρωθεν μὲν τοὺς ὀϊστοὺς βάλλοντας καὶ ἐφ᾿ ἑκάτερα πυκνὰ περιστρεφουένοις, ἐπὰν δέ τὸ μεσαίχμιον ἀποστενωθὲν θεάσοιντο, τηνικαῦτα τοῖς συνεφεπομένοις αὐτοῖς τοξόταις παρακελευσαμένους πυκνοὺς ἐκπέμψαι τοὺς ὀϊστοὺς κατὰ τῶν ἵππων οὐ τῶν ἐποχουμένων, ὅλας ἡνίας κατὰ τῶν Λατίνων λῦσαι, τὸ μὲν ἵνα τῶν ἵππων πληττομένων ἀποπαύηται τὸ πολὺ τῆς ὁρμῆς τῶν Κελτῶν καὶ μὴ ῥᾳδίως κατὰ τῶν Ρωμαίων ἱππάζωνται, τὸ δέ τι, ὃ καὶ μᾶλλον, ἵνα μὴ Χρισ-[*](C) τιανοὶ κτείνωνται. ἐκθύμως τοίνυν τὸ βασιλικὸν ἀπεπλήρουν πρόσταγμα καὶ τὰς πύλας ἀναπετάσαντες καὶ ποτὲ μὲν τοὺς ῥυτῆρας κατ᾿ αὐτῶν ἐνδιδόντες, ποτὲ δὲ τοὺς ἵππους ἀνασειράζοντες κτείνουσι μὲν πολλούς, ὀλίγοι δ᾿ ἐξ αὐτῶν κατὰ ταυτηνὶ τὴν ἡμέραν ἐτρώθησαν. οὗτοι μὲν οὖν ἐρρέσθων· ῥ δ᾿ ἐμὸς δεσπότης ὁ Καῖσαρ ἀναλαβόμενος, ὡς εἴρηται, βαρβάροις ἐπιτοξαζόμενος. καὶ πάντες μὲν εἶχον τοξα καὶ [*](3. lacunam signavi. δορα 6. ἐξ ἑκατέρου μέρους ὑπὸ δύο φυλάττεσθαι πελταστῶν F, ὑπὸ δύο ἐξ ἑκατέρου φυλάττεσθαι πελταστῶν μέρους P. ὑπὸ δύο φυλάττεσθαι πελταστῶν ἐξ ἑτέρου μέρους G. 5. ποδὶ G. ποσὶ P. 8. θεάσοιντο F, θεάσαιντο P. 18. ὀλίγοι FG, ὀλίγον P. δὲ F. 19. ἐστρώθησαν G.)
52
εὔστοχα καὶ εὐθυβολώτατα· νεανίαι γὰρ ἦσαν σύμπαντες οὐχ ἥττους τοῦ Ὁμηρικοῦ Τεύκρου εἰς τοξικὴν ἐμπειρίαν. [*](D) τὸ δὲ τόξον τοῦ Καίσαρος Ἀπόλλωνος ἢν ἄρα τόξον αὐτόχρημα· οὐδέ γὰρ κατ’ ἐκείνους τοὺς Ὁμηρικοὺς Ἕλληνας νευρὴν μὲν μαζῷ, τόξῳ δὲ σίδηρον ἦγέ τε καὶ ἐφήρμοττε κυνηγετῶν ἀρετὴν ἐνδεικνύμενος κατ’ ἐκείνους, ἀλλ’ ὥσπερ τις Ἡρακλῆς ἐξ ἀθανάτων τόξων θανασίμους ἀπέπεμπεν ὀϊστοὺς καὶ οὗπερ ἂν στοχάσαιτο κατευστοχῶν, εἰ μόνω [*](P. 297) θελήσειε. καὶ γὰρ καὶ ἐν ἄλλοις καιροῖς, ὁπηνίκα καιρὸς ἀγῶνος καὶ μάχης παρῆν, ὅντινα καὶ σκοπὸν ἔθετο, εὐθὺς οὐκ ἄστοχον ἔβαλλε, καὶ ᾧ ἂν μέρει ἐπετοξάσατο, κατ’ ἐκείνου τοῦ μέρους εὐθὺς ἐτίτρωσκεν ἀεί· οὕτως ἰσχυρὸν ἔτεινε τόξον ἐκεῖνος καὶ βέλος ἠφίει ὀξύτατον κἀν τῇ [*](V. 235) τοξείᾳ δὲ καὶ ὑπέρ τὸν Τεῦκρον αὐτὸν καὶ τοὺς Αἴαντας φαινόμενος. ἀλλὰ καίπερ τοιοῦτος ὢν δεδιὼς τὸ τῆς αὐτῶι ἡμέρας αἰδέσιμον καὶ τὴν τοῦ αὐτοκράτορος παραγγελίαν ἐγκάρδιον ἔχων ἔτεινε μέν τόξον ἰταμῶς τούτους καὶ ἀλόγως [*](B) τοῖς τείχεσι πελάζοντας ὁρῶν καὶ ἀσπίσι καὶ κυνέῃ ἑαυτοὺς περιφράττοντας καὶ τὸ βέλος ἐτίθετο τῇ νευρᾷ, ἀλλ᾿ ὅμως ἄστοχα θέλων ἔβαλλεν, ὅπου μὲν εἴσω πέμπων, ὅπου δέ καὶ ὑπερπέμπων. κἂν δέ διὰ τὴν ἐνεστῶσαν ἡμέραν [*](1. εὐθύβολα ACG. 7. τόξων om. G. 9. καὶ ἐν F, καὶ om. P. 11. ἔβαλλε F, ἔβαλλεν P. 14. δὴ? 15. αὐτῆς FC, om. P. 16. παραγγελίαν F, παρεγγελίαν P. 18. ἀσπίσι καὶ κυνέῃ F, κυνέῃ καὶ ἀσπίσιν P. 19. καὶ G, om. P.)
53
ὑπεστέλλετο εὐστόχως κατὰ τῶν Λατίνων βαλεῖν, ἀλλ’ ἐπεὶ Λατῖνός τις ἰταμὸς καὶ ἀναίσχυντος οὐ μόνον κατὰ τῶν ἄνωθεν ἱσταμένων πυκνοὺς ἐξέπεμπεν ὀϊστούς, ἀλλὰ καὶ τῇ ἰδίᾳ διαλέκτῳ πολλὰ φωνῶν ὑβρίζειν ἐδόκει, τείνει μὲν κατ’ αὐτοῦ ὁ Καῖσαρ τὸ τόξον. τοῦ δ’ οὐχ ἅλιον βέλος ἔκθορε χειρὸς, ἀλλὰ διέτρησε μέν τὸν θυρεόν, τὸν δὲ φολιδωτὸν θώρακα σὺν αὐτῷ διελὼν τῷ βραχίονι τῇ πλευρᾷ τὸ βέλος [*](C) περιέπειρεν. ὁ δ’ εὐθὺς ἄφωνος ἔκειτο χαμᾶζε κατὰ τὸν ποιητήν, φωνὴ δ’ οἰωνὸν ἡκε τῶν μέν ἐπαγαλλομένων τῷ Καίσαρι, τῶν δέ ἐπὶ τῷ πεπτωκότι ὀλοφυρομένων. καρτερῶς οὖν αὖθις τῶν τε ἱππέων ἐκεῖθεν μαχομένων τῶν τε ἐν τοῖς τείχεσιν ἱσταμένων βαρὺς καὶ δεινὸς ἐξ ἀμφοτέρων ἀνερριπίζετο πόλεμος. ἐπιβαλὼν δ’ αὖθις ὁ αὐτοκράτωρ τὰς ἰδίας δυνάμεις εἰς φυγὴν τὰς τῶν Λατίνων προὐτρέψατο φάλαγγας. τῇ δέ μετ’ αὐτὴν ἀπελθὼν ὁ Οὐβος συνεβούλευε τῷ Γοντοφρὲ τῷ τοῦ βασιλέως ὑπεῖξαι θελήματι εἰ μὴ καὶ δευτέραν βούλοιτο τῆς τούτου περὶ τὰ πολεμικὰ ἐμπειρίας πεῖραν λαβεῖν, καὶ ὀμωμοκέναι καθαρὰν [*](D) πίστιν φυλάττειν αὐτῷ. ὁ δὲ πολλὰ τοῦτον κατεμέμφετο λέγων “σὺ ὡς βασιλεὺς τῆς ἰδίας ἐξεληλυθὼς χώρας μετὰ τοσούτου πλούτου καὶ στρατεύματος νῦν ἐξ ὕψους τοσούτου [*](6. θυρεόν FC, θερεόν P. 7. τῷ A, om. P. βραχίονι FAC, βραχίωνι P. 8. δὲ G. 9. ἐπαγαλλομένων AC, ἐπαγγαλλομένων P, ἐπαγγελλομένων G. 10. ἀπολοφυρομένων Α. 11. οὑν FAC, δ’ oiivF. ἐκείνων CG. 15. προὐτρέψατο PA, προετρέψατο F. 17. δευτέρας P, correxi. 19. κατεμέμφετο FAG, κατεπέμφετο P.)
54
εἰς δούλου τάξιν ἑαυτὸν συνήλασας· εἶτα ὡς μέγα τι κατωρθωκὼς κἀμοὶ τοιαῦτα συμβουλεύων ἥκεις;” ὁ δέ “ἐχρῆν μὲν ἡμᾶς” ἔφη “ἐν ταῖς ἰδίαις προσμένειν χώραις καὶ τῶν ἀλλοτρίων ἀπέχεσθαι· ἐπεὶ δὲ μέχρις ὧδε κατήλθομεν, πολ- [*](P. 298) λῆς τῆς τοῦ βασιλέως κηδεμονίας δεόμενοι, εἰ μὴ τοῖς αὐτοῦ πειθόμεθα λόγοις, οὐκ ἀγαθὰ ἡμῖν συμβήσεται”. ὡς δὲ κενὸν τὸν Οὖβον ἐκεῖθεν ἐξέπεμψε πληροφορηθεὶς ὁ βασιλεὺς καὶ τοὺς ὄπισθεν ἐρχομένους ἐγγίζειν ἤδη κόμητας, ἀποστείλας τῶν ἡγεμόνων ἐκκρίτους τινὰς μετὰ τῶν ὑπ’ αὐτοὺς δυνάμεων ἐπέσκηψεν αὖθις συμβουλεύσασθαι αὐτῷ καὶ καταναγκάσαι διαπερᾶσαι. τούτους οἱ Λατῖνοι θεασάμενοι καὶ μηδὲ μικρὸν ἀναμείναντες μήτε μὴν τὸ τί ἂν βούλοιντο ἐπερωτήσαντες πρὸς πολέμους καὶ μάχας ἐχώρουν· πολέμου δὲ ἀναμεταξὺ συρραγέντος ἰσχυροῦ πίπτουσιν ἐξ ἑκατέρου μέρους [*](B) ἱκανοί, τιτρώσκονται δέ καὶ * * * οἱ τοῦ αὐτοκράτορος, ὁπόσοι ἀναισχυντότερον αὐτῷ προσέβαλον. ἐκθυμότερον δέ τούτων μαχομένων τὰ νῶτα οἱ Λατῖνοι ὑπεῖχον. καὶ οὕτως ὁ Γοντοφρὲ μετ’ οὐ πολὺ τῷ τοῦ βασιλέως ἐστοίχει θελήματι. προσελθὼν οὖν τῷ βασιλεῖ ἐπωμόσατο ὅνπερ [*](V. 236) ἀπῃτεῖτο ὅρκον, ὥστε ὁπόσας πόλεις καὶ χώρας ἢ φρούρια φθάσει κατασχεῖν ὑπὸ τὴν βασιλείαν Ῥωμαίων τὸ πρῶτον τελοῦντα, πρὸς τὸν ἐπ’ αὐτὸ τοῦτο παρὰ τοῦ βασιλέως [*](1. κατωρθωκὼς F, κατορθωκὼς P. 4. πολλῆς om. ACG. 6. πειθώμεθα Α. 12. τὸ om. CG. 15. καὶ F, om. P. lacunam signavi. 16. προσέβαλον F, προσέβαλλον P. 19. ἐπομόσατο G. 22. αὐτὸ τοῦτο Α, αὐτῷ τούτῳ P.)
55
ἀποστελλόμενον ἀρχηγὸ ν παραδιδόναι. ταῦτ᾿ οὖν ἐπομοσάμενος χρήματά τε τκανὰ λαβὼν ὁμέστιός τε καὶ ὁμοτράπεζος αὐτῷ γεγονὼς καὶ δαψιλῶς εὐωχηθεὶς διαπεράσας κατὰ τὸν Πελκάνον ηὐλίσατο. ὁ δέ βασιλεὺς τηνικαῦτα ἐπέσκηψε [*](C) δαψιλεῖς πανηγύρεις ἐξάγειν αὐτοῖς.

Κατόπιν δὲ τούτου ἐφθακὼς καὶ ὁ Ῥαοὺλ καλούμενος κόμης μετὰ πεντεκαίδεκα χιλιάδων ἱππέων τε καὶ πεζῶν καὶ κατὰ τὴν Προποντίδα περὶ τὴν καλουμένην μονὴν τοῦ Πατριάρχου σκηνώσας μετὰ τῶν ὑπ᾿ αὐτὸν κομήτων τοὺς λοιποὺς μέχρις αἰτοῦ Σωσθενίου κατέθετο. ὡς δέ καὶ αὐτὸς τὰ αὐτὰ τῷ Γοντοφρέ φρονῶν ἀνεβάλλετο τέως τὴν τῶν ὄπισθεν ἐρχομένων ἀπεκδεχόμενος ἔλευσιν, ὁ βασιλεὺς στοχαζόμενος τοῦ μέλλοντος ἐδεδίει τὴν τούτων ἄφιξιν καὶ [*](D) αὐτῶν χειρὶ καὶ γνώμῃ τὴν διαπεραίωσιν ἐπέσπευδεν. ἀποστείλας τοίνυν τὸν Ὦπον μετεκαλεῖτο (εὐσθενὴς δέ οὗτος φρονήσει καὶ τῇ περὶ τὰ στρατιωτικὰ ἐμπειρίᾳ μηδεὸς ἀποδέων) καὶ ἐπειδὴ παρῆν μεθ᾿ ἑτέρων γενναίων ἀνδρῶν διὰ τῆς ἠπείρου πρὸς αὐτὸν ἐξέπεμψε παρωκελευσάμενος καταναγκάσαι τούτου τὴν διαπεραίωσιν. ἐπεὶ δὲ [*](Ρ. 299) τοῦτον ἑώρα τῷ βασιλικῷ μηδαμῶς ὑπείκοντα προστάγματι, ἀλλ᾿ ἀναισχυντοῦντα καὶ πολλὰ κατὰ τοῦ βασιλέως φρυαττόμενον, ὁπλισάμενος παρετάξατο μορμολυττόμενος τάχα τὸν [*](4. ἐπέσκηψε F, ἐπέσκηψεν P. 14. διαπερέωσιν G. 15. εὐσθενὴς C, εὐστενὴς P. 19. διαπερέωσιν G. 22. παρετάζετο G.)

56
βάρβαρον καὶ διὰ τοῦτο οἰόμενος πείσειν αὐτὸν πρὸς τὴν περαίαν διαπλωΐσασθαι. ὁ δὲ θᾶττον ἢ λόγας μετὰ τῶν συνόντων αὐτῶ Κελτῶν παραταξάμενος ὡς λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας καὶ τηνικαῦτα μετὰ τοῦ Ὤπου μέγαν συνίστησι πόλεμον. καταλαβὼν δὲ καὶ ὁ Πηγάσιος διαπόντιος, ἐφ᾿ ᾧ τούτους διαπερᾶν, καὶ θεασάμενος τὴν [*](B) κατὰ τὴν ἤπειρον μάχην καὶ τοὺς Κελτοὺς ἰταμώτερον τῷ ῾Ρωμαϊκῷ στρατεύματι προσβάλλοντας, τῶν νηῶν ἐξεληλυθὼς ἐξ ὀπισθίων προσβάλλει καὶ αὐτὸς τοῖς Κελτοῖς. ἀναιροῖνται ται τοίνυν τηνικαῦτα πολλοί· πλεῖστοι δὲ καὶ τιτρώισκονται. καὶ οὕτως οἱ σωθέντες ἀνακαλοῦνται τὴν διαπεραίωσιν. ὁ δέ βασιλεύς, μηχανικώτατος ὢν ἀνήρ, σκεψάμενος μὴ τῷ Γοντοφρὲ ἑτνωθέντες καὶ τὰ συμβάντα τούτοις ἀφηγησάμενοι τοῦτον κατ᾿ αὐτοῦ ἐρεθίσωσι, τὴν αἴτησιν τούτων ἀσμένως δεξάμενος ἐν πλοίοις τούτους ἐνίησι καὶ διαποντίους πρὸς τὸν τοῦ σωτῆρος τάφον ἐκπέμπει, τοῦτο καὶ αὐτῶν ἐδκιτησαμένων. ἀποστέλλει δὲ καὶ πρὸς τοὺς ἐλπιζομένους κό- [*](C) μητας καὶ φιλοφροσύνης μηνύει ῥήματα χρηστὰς αὐτοῖς ἐλπίδας διδούς. οἱ καὶ καταλαβόντες πᾶν τὸ προσταττόμενον προθύμως ἐπλήρουν. τοιαῦτα μὲν οὖν καὶ τὰ τοῦ κόμητος ῾Ραούλ. ἀναριθμήτου δέ καὶ ἑτέρου πλήθους ὄπισθεν ἐρχομένου συμμίγδην ἐξ ἁπασῶν μικροῦ τῶν Κελτικῶν [*](5. καὶ om. CG. Πιγάσιος G. 20. καὶ FCG, om. P. 22. μικροῦ] ὁμοῦ Α.)
57
χωρῶν συνειλεγμένου μετὰ τῶν ἀγόντων αὐτοὺς ἡγεμόνων, ῥηγῶν τε καὶ δουκῶν καὶ κομήτων καὶ αἰτῶν ἐπισκόπων, ἀποστέλλων ὁ αὐτοκράτωρ φιλοφρόνως αὐτοὺς ὑπεδέχετο καὶ ἐπιεικείας ἐξέπεμπε λόγους, ὁποῖος ἐκεῖνος δεινὸς τὸ μέλλον [*](V. 237) προμηθεύσασθαι καὶ προαρπάσαι τὸ συμφέρον. ἐπισκήπτει δὲ καὶ τὰ ζωαρκῆ τούτοις ἐρχομένοις ἐπιχορηγεῖν τοῖς ἐπ’ αὐτὸ τοῦτο τεταγμένοις, ὡς μὴ λαβὴν αὐτοὺς τὸ παράπαν [*](D) ἐσχηκέναι μηδ’ ἐξ οἵας οὖν αἰτίας. οἱ δὲ πρὸς τὴν μεγαλόπολιν ἠπείγοντο. τάχα δέ εἶπέ τις οὐρανοῖ ἀστέρας εἶναι τούτους ἥ ψάμμον παρὰ τῷ χείλει τῆς θαλάσσης ἐκκεχυμένην. ἦσαν γὰρ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ καθ’ Ὅμηρον τῇ Κωνσταντίνου πελάζειν ἤδη κατεπειγόμενοι. τὰς δέ τῶν ἡγεμόνων κλήσεις καὶ προθυμουμένη περ ἐξειπεῖν [*](P. 300) οὐ βούλομαι. ναρκᾷ γάρ μοι ὁ λόγος τὸ μέν τι βαρβαρικὰς φωνὰς ἀπαγγέλλειν ἀδυνατούσῃ διὰ τὸ ἄναρθρον, τὸ δέ τι καὶ πρὸς τὸ πλῆθος ἐκείνων ἀποβλεπούσῃ. καὶ ἵνα τί τοσοήτου πλήθους κλήσεις ἀπαριθμεῖσθαι πειρώμεθα, οἶς καὶ οἱ τότε παρόντες ἀκηδίας ἐπληροῦντο ὁρῶντες; ὡς οὖν τὴν μεγαλόπολιν κατέλαβον, κατατίθενται τὰ τούτων στρατεύματα ἐπισκήψει τοῦ αὐτοκράτορος ἀποῦ τῆς μονῆς Κοσμιδίου καὶ μέχρις αὐτοῦ διήκοντα ῾Ιεροῦ. οὐκ ἐννέα δὲ [*](1. συνειλεγμένου Α, συνειλεγμένων P. ἀγόντων FA, ἀγαγόντων P. 6. τὰ om. G, ἐρχμένοις om. G. 7. αὐτῷ τούτῳ P, correxi. 9. εἰπέ τις, τούτους ἰδὼν Α. 10. τούτους om. Α. ἐγκεχυμένην Α. 11. γὰρ om. F, οὖν A. γίγνεται A, γίνεται P. 14. μου CG. τι FC, τοι P. 19. κατατίθενται CGA, κατατιθέντας P. τὰ om. G. 21. μέχρι CG.)
58
κήρυκες, καθάπερ ποτὲ τὸ Ἑλληνικόν, τούτους βοόωντες [*](B) ἐρήτυον, ἀλλ’ ἱκανοὶ καὶ γενναῖοι ὁπλῖται οἱ τούτοις ἐφεπόμενοι τοῖς τοῦ αὐτοκράτορος κελεύσμασιν ὑπείκειν ἀνέπειθον. τούτους δὲ ὁ βασιλεὺς βουλόμενος ὑπὸ τὸν τοῦ Γοντοφρὲ συνελάσαι ὅρκον διῃρημένως προσεκαλεῖτο ἰδίᾳ προσομιλῶν, ἅττα καὶ βούλοιτο, καὶ τοῖς εὐγνωμονεστέροις χρώμενος μεσασταῖς τῶν ἀπειθεστέρων. ἐπεὶ δ’ οὐκ ἐπείθοντο τὴν τοῦ Βαϊμούντου καραδοκοῦντες ἔλευσιν, ἀλλὰ ποικίλους τρόπους εὑρίσκοντες ἐξαιτήσεων ἄλλ’ ἄττα προσαπαιτοῦντες [*](C) ἦσαν, ὁ βασιλεὺς τὸ παρ’ αὐτῶν προτιθέμενον ῥᾷστα διαλύων καὶ παντοίως τούτους μετελθὼν συνήλασεν εἰς τὸν τοῦ Γοντοφρὲ ὅρκον μεταπεμψάμενος καὶ αὐτὸν ἀπὸ τοῦ Πελεκόνου ἐπὶ τῷ παρεῖναι τοῦ ὅρκου τελουμένου διαπόντιον. πάντων οὖν συνεληλυθότων καὶ αὐτοῦ δὴ τοῦ Γοντοφρέ, ἐπεὶ καὶ ὁ ὅρκος ἤδη τετέλεστο ὑπὸ πάντων τῶν κομήτων, τολμήσας τις εὐγενὴς εἰς τὸν σκίμποδα τοῦ βασιλέως ἐκάθισεν. ὁ δὲ βασιλεὺς ἠνείχετο τούτου μηδέν [*](D) τι φθεγξάμενος, πάλαι τὴν ἀγέρωχον τῶν Λατίνων φύσιν εἰδώς. προσελθὼν δὲ ὁ κόμης Βαλδουῖνος καὶ ἁψάμενος αἰτοῦ τίς χειρὸς ἤγειρεν ἐκεῖθεν καὶ πολλὰ καταμεμψάμενος ἔφη “οὐκ ἐξῆν σοι τοιοῦτον ἐνταῦθα ποιῆσαι δουλείαν τῷ βασιλεῖ καὶ ταῦτα ὑποσχομένῳ· οὐδὲ γὰρ ἔθιμον τοῖς [*](3. κελεύσμασιν FC, κελεύμασιν PA. 4. τούτους δὲ ὁ βασιλεὺς βουλόμενος F, βουλόμενος δὲ τούτους ὁ βασιλεὺς PA. τὸν A, τῶν 5. ὅρκον FA, ὅρκων P. 7. δ’ Α, δὲ P. 9. ποικίλους Α, ποικίλων P. ἄλλάτα F, ἀλλ’ ἅττα P, ἄλλα τε Α. 11. διανύων A. 14. συνεληλυθότων FA, συνελθόντων P. 15. τετέλεστο ὑπὸ πάντων τῶν κομήτων, τολμήσας τις scripsi: τετέλεστο, τολμήσας τις ἀπὸ πάντων τῶν κομήτων PA. 22. ἔντιμον m. 2. G.)
59
βασιλεῦσι Ῥωμαίων συνέδρους ἔχειν τοὺς ὑπ’ αὐτούς· δούλους [*](P. 301) δὲ ὀμότας τῆς αὐτοῦ βασιλείας γεγονότας χρὴ καὶ τὰ ἔθη τῆς χώρας τηρεῖν’’. ὁ δὲ πρὸς μέν τὸν Βαλδουῖνον ἐφθέγξατο οὐδέν, δριμύτερον δὲ ἐνατενίσας τῷ βασιλεῖ πρὸς [*](V. 238) ἑαυτὸν τῇ οἰκείᾳ διαλέκτῳ λόγους τινὰς ἀπεφθέγξατο λέγων “ἴδε, ποῖος χωρίτης κάθηται μόνος παρισταμένων αἰτῶ τῶν τοιούτων ἡγεμόνων”. οὐδ’ ἡ κίνησις τῶν χειλέων τοῦ Λατίνου τὸν βασιλέα διέλαθε· καλέσας δ’ ἵνα τῶν τὴν Λατινικὴν διάλεκτον μεθερμηνευόντων ἠρώτα περὶ τῶν λεχθέντων. ἀκούσας δὲ τὰ παρ’ αἰτοῖ ῥηθέντα οὐδὲν μὲν τέως πρὸς τὸν Λστῖνον εἰρήκει, ἐτήρει δ’ ὅμως τὸν λόγον παρ’ ἑαυτῷ· συντασσομένων δέ τῷ βασιλεῖ πάντων μετεκαλεῖτο [*](B) τὸν ὑψηλόφρονα Λατῖνον ἐκεῖνον καὶ ἀναιδῆ καὶ ἐπυνθάνετο, τίς τέ ἐστι καὶ ὅθεν ὥρμηται καὶ ἐκ ποίου γένους. ὁ δὲ “Φράγγος μέν εἰμι καθαρός’’ ἔφη “τῶν εὐγενῶν· ἒν δέ ἐπίσταμαι, ὅτι ἐν τριόδῳ τῆς χώρας , ὅθεν αὐτὸς ὥρμημαι, τέμενός ἐστι πάλαι οἰκοδομηθέν, ἐν ᾧ πᾶς ὁ προθυμούμενος μόνος πρὸς μόνον μάτη ἀναδήσασθαι εἰς μονομάχου τάξιν ἑαυτὸν καταστήσας προσερχόμενος βοήθειαν μέν τὶν τοῦ θείου ἐκεῖθεν αἰτεῖται, βραδύνει δέ τὸν κατ’ αἰτοῦ τολμήσαντα ἀπεκδεχόμενος. καθ’ ἥν τρίοδον ἐχρόνισα καὶ αὐτὸς σχολάζων καὶ ζητῶν τὸν μετ’ ἐμοῦ μαχεσόμενον· ὁ δέ τοῦτο τολμήσων οὐδαμοῦ.’’ ταῦτα ὁ βασιλεὺς ἀκηκοὼς ἔφη [*](C) [*](1. αὐτοὺς FA, αὐτὸν P. 7. τῶν om. F. 8. διέλαθε FACG, διέλαβε P. δ’ δὲ P. δ’ A, δὲ P. μόνον F, μόνη P, om. A. ἀναδήσασθαι F, ἀναδύσασθαι P.)
60
“εἰ πόλεμον τότε ζητῶν οὐχ εὗρες, πάρεστί σοι καιρὸς ὁ πολλῶν σε πολέμων ἐμπλήσων· παρεγγυῶμαι δέ σοι, μήτε πρὸς οὐραγίαν μήτε πρὸς λοχαγίαν ἵστασθαι φάλαγγος, ἀλλὰ τὸ μέσον ἔχειν τῶν ἡμιλοχιτῶν· ἐπιστήμην γὰρ τῆς μεθόδου τῶν πολέμων τῶν Τούρκων ἐκ μακροῦ ἔσχηκα”. οὐκ αὐτῷ δέ μόνῳ ταῦτα συνεβούλευεν, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσιν ὁπόσα τούτοις συναντήσειν ἔμελλεν ἀπερχομένοις κατὰ τὴν ὁδὸν προλέγων παρηγγυᾶτο μὴ ἀκρατῶς διώκειν, ὁπηνίκα τὴν νίκην αὐτοῖς κατὰ τῶν βαρβάρων δοίη θεός, ἵνα μὴ τοῖς ἐνεδρεύουσι λοχαγοῖς περιπίπτοντες ἀναιρῶνται.

[*](D)

Ἀλλὰ ταῦτα μέν τὰ κατὰ τὸν Γοντοφρὲ καὶ ῾Ραοὺλ καὶ τοὺς ἄλλους τοὺς συνεπομένους αὐτοῖς. ὁ δέ γε Βαϊμοῦντος μετὰ τῶν ἄλλων κομήτων καταλαβὼν τὸν Ἄπρον καὶ μήτ’ ἐξ εὐγενῶν φύντα ἑαυτὸν ἐπιγινώσκων μήτε δυνάμεις πολλὰς συνεπαγόμενος δι’ ἣν εἶχε σπάνιν τῶν χρημάτων, τὴν τοῦ αὐτοκράτορος βουλόμενος ἐπισπάσασθαι εὔνοιαν, ἅμα δέ καὶ συγκαλύψαι τὰ κατ’ αὐτὸν ἐθέλων, μετὰ δέκα καὶ μόνων Κελτῶν προεξελθὼν τῶν ἄλλων κομήτων ἔσπευσε καταλαβεῖν τὴν βασιλεύουσαν. ὁ δὲ βασιλεὺς τὰς αὐτοῦ μηχανὰς γινώσκων καὶ τὸ ὕπουλον καὶ ἐνεδρευτικὸν αὐτοῦ ἦθος ἐκ μακροῦ ἐπιστάμενος ἔσπευσε πρὸ τοῦ καὶ τοὺς [*](P. 302) ἄλλους καταλαβεῖν κόμητας ὁμιλῆσαί τε καὶ ἀκοῦσαι τῶν παρ’ αὐτοῦ λεγομένων καὶ πεῖσαι πρὸ τῆς ἐκείνων ἀφίξεως [*](3. λογχαγίαν G. 5. πολέμων τῶν F, om. CG, τῶν om. P. 7. ἅπασι A. 9. τῶν om. G. 10. ἀναιροῦνται Α. Ἄπρων FG. 14. μήτ’ Α, μήτε P. 17. τὰ] τοὺς Α.)

61
διαπερᾶσαι, ἵνα μὴ ἑνωθεὶς μετ᾿ αὐτῶν καταλαμβανόντων ἤδη καὶ τὰς ἐκείνων διαστρέψειε γνώμας. εἰσελθόντι δὲ ἱλαρὸν εὐθὺς ἐνατενίσας τὰ κατὰ τὴν ὁδοιπορίαν ἐπυνθάνετο καὶ ὅπου τοὺς κόμητας κατέλιπε. τοῦ δὲ ἅπαντα διασαφήσαντος αὐτῷ, ὡς εἶχε γνώμης, ἀστεϊζόμενος ὁ βασιλεὺς καὶ τῶν κατὰ τὸ Δυρράχιον καὶ τὴν Λάρισσαν τετολμημένων παρ᾿ αὐτοῦ ἀναμιμνήσκει τηνικαῦτα καὶ τῆς ἔχθρας ἐκείνης. ὁ δὲ πρὸς αὐτὸν ἔλεγεν ὡς “ἔγωγε κἂν ἐχθρὸς κἂν πολέμιος τοτ᾿ ἦν, ἀλλὰ νῦν αὐτόμολος ἥκω φίλος τῆς σῆς βασι-[*](B) λείας”. ὁ δὲ αὐτοκράτωρ διὰ πολλῶν μετελθὼν αὐτὸν καὶ [*](V. 239) ἀκροθιγῶς πως ἀποπειράσας τὸν αὐτοῦ λογισμόν ἐπεὶ διέγνω κατανεύσαντα τοῦτον ὅρκια πιστὰ δοῦναι πρὸς αὐτὸν ἔφη “τὰ νῦν μὲν κεκοπιακότα σε ἀπὸ τῆς ὁδοιπορίας χρὴ ἀπελθόντα διαναπαύσασθαι, ἐς νέωτα δὲ περὶ ὧν βουλόμεθα ὁμιλήσομεν”. ἀπελθόντι οὖν εἰς τὸ Κοσμίδιον, οὗπερ τὰ τῆς κατοικίας αὐτῷ προηυτρέπιστο, τράπεζα τούτῳ παρατίθεται δαψιλὴς παντοίων ὅψων καὶ ἐδεσμάτων μεστή. εἶτα καὶ ὠμὰ κρέα χερσαίων τε καὶ πτηνῶν ζώων προσενεγκόντες οἱ ὀψοποιοὶ ἔφασαν “ἡμῖν μέν τὰ ὄψα, ὡς ὁρᾷς, ηὐτρέπισται [*](C) κατὰ τὸ σύνηθες· εἰ δὲ μὴ ἀρεστά σοι ταῦτα, ἰδοὺ καὶ ὠμὰ καὶ κατασκευασθήτωσαν καθά γε βούλει”. οὕτω γὰρ παρὰ τοῦ αὐτοκράτορος κατασκευάσαι τε καὶ εἰπεῖν ἐντεταλμένον [*](3. τὰ , om. Ρ 4. ὅπου FA, ὅπη P. 5. ἀστειϊζόμενος P. 8. κἂν πολέμιος FAC, καὶ πολέμιος P. 9. ἧκα τῇ βασιλείᾳ G. τῇ σῇ βασιλείᾳ C. 11. ἀποπειράσας FC, ἀποπειρώσας P. 16. οἰκίας AG. 17. ὄψεων G.)
62
αὐτοῖς ἦν. καὶ γὰρ ὁποῖος ἐκεῖνος δεινὸς ἤθους καταστοχάσασθαι ἀνδρός, δεινὸς εἰς καρδίαν βάψαι καὶ λογισμοὺς θηρᾶσαι ἀνθρώπου, τὸ τοῦ ἀνδρὸς ἐπιστάμενος δύσνουν καὶ κακόηθες ἐστοχάσατο τοῖ ὄντος. ἵν᾿ oὖv μὴ ὑποψίαν τινὰ κατ᾿ αὐτοῦ σχοίη, καὶ τὰ ὠμὰ κρέα ἐν ταὐτῷ προσενεχθῆναι [*](D)αὐτῷ προσέταξε διαλύων τάχα τὴν ὑποψίαν. οὐκ ἠστόχει δέ τοῦ σκοποῦ. ὁ γὰρ δεινὸς Βαϊμοῦντος τῶν μὲν ὄψων οὐ μόνον ἀπογεύσασθαι ὅλως, ἀλλ᾿ οὐδ᾿ ἄκροις δακτύλοις προσψαῦσαι ἠνέσχετο, ἀλλ᾿ ἀπώσατό τ᾿ εὐθὺς καὶ μηδενί τι τῆς ὑποδραμούσης αὐτὸν ὑτπονοίας ἐμφήνας τοῖς παρεστῶσι πάντα διένειμε, τῷ μὲν φαινομένῳ φιλοφρονεῖσθαι τούτοις ὑποκρινόμενος, τῇ δ᾿ ἀληθείᾳ, εἴ τις καλῶς σκοποίη, θανά- του κρατῆρα κεράσας αὐτοῖς. οὐδὲ τὸν δόλον ἐπέκρυπτε· τοσοῦτον καταφρονητικῶς περὶ τοὺς ὑπ᾿ αὐτὸν διέκειτο. τὰ μὲν ὠμὰ κρέατα κατὰ τὸ ἔθος τῆς ἐνεμαμέντς τοῖς ἰδίοις [*](P. 303) ὀψοποιοῖς κατασκειάσαι ἐπέταττε. τῇ μετ᾿ αὐτὴν δὲ τοὺς τὰ ὄψα ἐκεῖνα ἐδηδοκότας ἐπυνθάνετο, ὅπως αὐτοὺς διέθεντο. τῶν δέ “καὶ λίαν καλῶς” εἰρηκότων καὶ ὡς μηδέ τῆς τυχούσης αἰσθέσθαι βλάβης, ἀποκαλυψας αὐτοῖς τὸ ἀπόρρητον ἔφη ὡς “ἔγωγε μεμνημένος τῶν μετ᾿ αὐτοῦ πολέμων καὶ τῆς μάχης ἐκείνης ἐδεδίειν, μὴ τὸν ἐμὸν ἴσως [*](4. ἵνα F. 5. τὰ F, om. P. 7.ὄψεων G. 9.ὅλων ἠνείχετο Α. τ᾿ Α, τε Ρ. μηδενί τι F, μηδενὶ τὰ P, μηδὲν Α. 10. τῆς ὑποδραμούσης αὐτὸν] τῆς ὑπὸ δακτύλοις αὐτῷ A. ἐμφήνας FAC, ἐνφηνας P. 11. διένειμε] διέκαμαι A. 14·ἐπ᾿ C. ]5.κρέα Α. 17. τὰ FCA, om. P. 18. καὶ ὡς F, ὡς P, καὶ A. 19. αἰσθάνεσθαι Α.)
63
ἐξαρτύσῃ θάνατον, θανάσιμόν τι φάρμακον τοῖς ὄψοις ἐπεμβαλών”. τοιαῦτα μὲν τὰ τοῖ Βαϊμούντου. ἐγὼ δ’ οὔποτε πονηρὸν ἐθεασάμην μὴ τοῦ ὀρθῶς τι ποιεῖν πόρρω που ἐν πᾶσι λόγοις καὶ πρακτέοις θέοντα · ὁπηνίκα γάρ τις τῆς μεσότητος ἐκσταίη, πρὸς ὁπότερον ἂν τῶν ἄκρων νεύσειε, πόρρωθεν τῆς ἀρετῆς ἕστηκε. μεταπεμψάμενος οὖν τὸν Βαϊμοῦντον ὁ βασιλεὺς τὸν συνήθη τοῖς Λατίνοις καὶ ἐξ αὐτοῦ [*](B) ἐζήτει ὅρκον. ὁ δέ τὰ ἑαυτοῦ ἐπιστάμενος καὶ ὅτι οὔτε ἐκ προγόνων περιφανῶν ἐγεγόνει οὔτε χρημάτων εὐπορίαν εἶχε καὶ διὰ τοῦτο οὐδὲ δυνάμεις πολλάς, ἀλλὰ μετρίοις πάνυ τοὺς συνεπομένοις αὐτῷ Κελτούς, καὶ ἄλλως δὲ φύσει ἐπίορκος ὤν, μάλα προθύμως τῷ τοῦ αὐτοκράτορος ὑπεῖξε θελήματι. κᾷθ’ οὕτως ὁ βασιλεὺς περὶ τὰ βασίλεια οἰκίσκον τινὰ ἀφορίσας [*](V. 240) εἰς τοὔδαφος κατέστρωσε παντοῖον εἶδος χρημάτων, * καὶ ἀμφίων χαράγματός τε χρυσίου καὶ ἀργύρου καὶ τῆς κατωτέρω ὕλης τοσοῦτον πληρώσας τὸ οἴκημα, ὡς μηδὲβαδίζειν δύνασθαί τινα τῷ πλήθει τούτων συμποδιζόμενον· [*](C) τῷ δὲ μέλλοντι ὑποδεῖξαι ταῦτα τῷ Βαϊμούντῳ ἐπέταττεν ἀθρόον τὰς πύλας ἀναπετάσαι. ὁ δὲ ἐπὶ τῇ τούτων θέᾳ ἐκπλαγείς φησιν “εἰ τοσαῦτά μοι προσῆν χρήματα, πολλῶν ἂν χωρῶν κύριος πάλαι ἐγεγόνειν αὐτός’’. καὶ ὅς “ταῦτά [*](1. ἐξαρτύσῃ ACG, ἐξαρτήσῃ P. 2. τὰ FC, om. Ρ. 4. τῆς om, G. 7. ὁ βασιλεὺς A, om. P. 10. μετρίους FC, μετρίως P. 14. παντοῖον scripsi: παντοίων P, παντοίου Α. εἴδους Α. 15. lacunam signavi. 16. κατωτέρας A.)
64
σοι τὴν σήμερον ἀποχαρίζεται ἅπαντα ὁ βασιλεύς’’. ὁ δέ περιχαρῶς ταῦτα δεξάμενος καὶ εὐχαριστήσας ἀπῄει ἀναπαυθησόμενος οὗ κατέλυσεν. ἀποκομισθέντων δέ τούτων [*](D) αὐτῷ, μεταβαλὼν ὁ πρὶν τεθαυμακὼς ἔφη “οὐδέποτε τοιαύτην ἀτιμίαν ἔσεσθαί μοι ἀπὸ τοῦ βασιλέως ἤλπισα· λαβόντες οὖν ταῦτα ἀπαγάγετε τῷ πέμψαντι’’. ὁ δὲ βασιλεὺς [*](P. 304) τὸ φύσει παλίμβουλον τῶν Λατίνων γινώσκων τὸν δημώδη λόγον ἀντέφησε “κακὸν πρᾶγμα πρὸς τὸν ἴδιον ἐπανερχέσθω αὐθέντην’’. τοῦτο ὁ Βαϊμοῦντος ἀκούσας καὶ τοὺς ἀποκομίσοντας ἐπιμελῶς ἀναζητοῦντας αὖθις αὐτὰ ὁρῶν μεταβαλὼν ὁ πρὶν ἀποπεμπόμενος ταῦτα καὶ ἀχθόμενος ἐπὶ τούτοις ἱλαρὸν βλέμμα τοῖς ἀποκομισταῖς ἐδείκνυ καθάπερ τις πολύπους μετασχηματιζόμενος ἐν βραχεῖ. φύσει μὲν γὰρ ἦν ὁ ἀνὴρ πονηρὸς καὶ ὀξὺς πρὸς τὰ συμπίπτοντα, πονηρίᾳ καὶ ἀνδρείᾳ τοσοῦτον ὑπερέχων ἁπάντων τῶν τότε διερχομένων Λατίνων, ὁπόσον δυνάμεσί τε καὶ χρήμασιν ἥττητο· ἀλλὰ καὶ ὡς πάντων ἐκράτει κακεντρεχείας περιουσίᾳ, τὸ δέ [*](B) παλόμβουλον ὡς φυσικόν τι τῶν Λατίνων παρακολούθημα παρείπετο καὶ αὐτῷ. τὰ γοῦν χρήματα ὁ ἀπωθούμενος περιχαρῶς τηνικαῦτα ἐλάμβανε. δύσνοις γὰρ ὢν τὴν γνώμην, ἐπεὶ μηδὲ χώραν ὅλως κεκτημένος τῆς ἐνεγκαμένης ἐξῄει [*](7. παλίμβολον A. 9. τοῦτο FAC, ταῦτα P. ἀποκομίσοντας scripsi: ἀποκομίσαντας PA. 10. ὁρῶν] αἰτῶν G. 18. παλίμβουλον G1, παλίμβολον G2. 19. ἀπωθούμενος G in mg. ἀποθούμενος P.)
65
τῷ μὲν φαινομένῳ χάριν τῆς τοῦ ἁγίου τάφου προσκυνήσεως, τῇ δ’ ἀληθείᾳ ἀρχὴν ἑαυτῷ περιποιήσασθαι προμηθευόμενος καὶ μᾶλλον, εἰ γένοιτό οἱ, καὶ αὐτῆς τῆς βασιλείας ῾Ρωμαίων ἐπιδράξασθαι χρωμένῳ ταῖς τοῦ πατρὸς ὑποθημοσύναις καὶ πάντα κάλων τὸ τοῦ λόγου κινοῦντι, πολλῶν ἐδεῖτο χρημάτων. ὁ δὲ αὐτοκράτωρ τὸ δύσνουν [*](C) καὶ κακόηθες αἰτοῦ ἐπιστάμενος ἔσπευδε τὰ συναιρόμενα πρὸς τοὺς ὑποτυφομένους αὐτῷ λογισμοὺς εὐφυῶς περιαιρεῖν. διὸ καὶ τὸ δομεστικάτον αἰτούμενος τῆς ἀνατολῆς οὐκ ἔτυχε τῆς αἰτήσεως πρὸς Κρῆτα κρητίζων. δεδιὼς γὰρ ὁ βασιλεύς, μὴ ἐξουσίας δραξάμενος καὶ δι’ αὐτῆς δουλαγωγήσας τοὺς κόμητας ἅπαντας ῥᾳδίως περιάγοι τοῦ λοιποῦ, ὅπη βουλητὸν αἰτῶ ἐστι, μὴ θέλων τε τὸν Βαϊμοῦντον ὑπονοῆσαι ὅλως, ὅτι ἤδη πεφώραται, ἐλπίσι χρησταῖς αὐτὸν ὑποσαίνων ἔφη “τούτου μὲν καιρὸς οὔπω πάρεστι, διὰ δὲ τῆς σῆς ἐνεργείας καὶ ὑπολήψεως, ἀλλὰ δὴ καὶ πίστεως μετ’ οὐ πολὺ καὶ τοῦτο γενήσεται”. ὁμιλήσας τοίνυν αἰτοῖς καὶ παντοίαις [*](D) δωρεαῖς καὶ τιμαῖς φιλοφρονησάμενος τῇ μετ’ ἀίτην αὐτὸς ἐπὶ [*](V. 241) τοῦ βασιλικοῦ καθῆστο θρόνου· μεταπεμψάμενος δὲ αὐτόν τε τὸν Βαϊμοῦντον καὶ τοὺς κόμητας ἅπαντας περὶ τῶν κατὰ τὴν ὁδὸν αἰτοῖς συμβησομένων ὡμίλει βουλευόμενος τὰ [*](5. τῷ τοῦ G. 7. συναιρόμενα FAC, συνειρόμενα P. 12. περιάγει G. 13. τὲ F, δὲ CG, om. P. 15. σῆς om. G. 16. ἐνεργείας καὶ ὑπολήψεως ἀλλὰ δὴ καὶ πίστεως A, καὶ ὑπολήψεως, ἀλλὰ δὴ om. P. 19. καθίστο G. 20. τε om. G. 21. βουλόμενος CG.)
66
[*](P. 305) συμφέροντα, ἀναδιδάσκων ἅμα καὶ αἷς εἰώθασιν οἱ Τοῦρκοι χρήσασθαι μεθοδείαις ἐν ταῖς μάχαις καὶ ὑποτιθέμενος, ὅπως τε παρατάττεσθαι χρὴ καὶ λόχους καθιστᾶν καὶ μὴ ἐπὶ πολὺ διώκειν, ὁπηνίκα τούτοις οἱ Τοῦρκοι τὰ νῶτα διδόασι. καὶ οὕτως διά τε χρημάτων διά τε λόγων καταμαλάξας αἰτῶν τὸ ἄγριον καὶ τὰ συνοίσοντα ὑποθέμενος τὴν διαπεραίωσιν προὐτρέψατο. τὸν δέ γε ᾿Ισαγγέλην ἠγάπα διαφερόντως διά τε τὸ περιὸν αὐτῷ τοῦ φρονήματος καὶ τῆς ὑπολήψεως τὸ ἀνόθευτον καὶ τὸ τοῦ βίου καθαρόν, γινώσκων ἅμα καὶ ὁπόσον αὐτῷ τῆς ἀληθείας μέλει μηδὲν ταύτης μηδέποτε προτιμωμένῳ · τοσοῦτον γὰρ ἁπάντων τῶν Λατίνων ἐν πᾶσι διέφερεν, ὅσον ἀστέρων ἥλιος. διά τοι τοῦτο παρακατέσχεν αὐτὸν τέως μεθ’ ἑαυτοῦ. ἁπάντων οὖν συνταξαμένων τῷ αὐτοκράτορι καὶ διὰ τοῦ τῆς Προποντίδος πορθμοῦ τὸ Δαμάλιον καταλαβόντων ἀνεθεὶς τῆς ἐξ αὐτῶν ὀχλήσεως συχνάκις τὸν Ἰσαγγέλην μετεπέμπετο, ἀναδιδάσκων ἅμα καθαρώτερον τὰ κατὰ τὴν ὁδὸν συμβήσεσθαι μέλλοντα τοῖς Λατίνοις, παρεγύμνου δὲ καὶ ἣν περὶ τῆς τῶν Φράγγων γνώμης εἶχεν ὑπόληψιν. ταῦτα πολλάκις ἀποστοματίσας [*](C) τῷ Ἰσαγγέλῃ καὶ τὰς τῆς ψυχῆς οἶον ὑπανοίξας αὐτῷ πύλας καὶ πάντα διατρανώσας ἐπέσκηψεν ἀεὶ πρὸς τὴν τοῦ Βαϊ- [*](1. … διδάσκων A, ἀναδιδάσκειν P. 2. χρῆσθαι Α. 3. τὶ G. 7. προετρέψατο Α. ἰσαγγέλην FA, Σαγγέλην P: sic fere semper. 8. διά τε τὸ Α, τε om P. 12. ἐν πᾶσι om. G. 13. μεθ’ C, μετ’ Ρ. 17. καθαρώτερον F, καθαρότερον P. 21. ἐπέσκηπτεν G.)
67
μούντου ἐγρηγορέναι κακίαν, ἵνα βουλόμενον παρασπονδησαι ἀπείργῃ τοῦτον τοῦ ἐγχειρήματος καὶ διὰ πάσης μεθόδου διαλύῃ τὰς ἐκείνου μηχανὰς. ὁ δέ πρὸς τὸν αὐτοκράτορά φησιν “ἐκ προγόνων καθάπερ τινὰ κλῆρον τὴν ἐπιορκίαν καὶ τὸν δόλον ὁ Βαϊμοῦντος κατήμενος, θαῦμα μέγιστον, εἰ τὰ ὀμωμοσμένα διατηρήσειεν· ἔγωγε δ’ ὅμως ὡς ἐνὸν σπεύσω τὸ προσταχθὲν ἀεὶ ἀποπληροῦν’’. καὶ συνταξάμενος τῷ αὐτοκράτορι ἄπεισιν ἑνωθησόμενος τῷ παντὶ στρατεύματι τῶν Κελτῶν. ὁ μέντοι αὐτοκράτωρ ἤθελε μὲν μετὰ τῶν [*](D) Κελτῶν κατὰ τῶν βαρβάρων ἀπιέναι, ἐδεδίει δέ τὸ αὐτῶν [*](P. 306) ἀναρίθμητον πλῆθος. δεῖν οὖν ἐλογίσατο τὸν Πελεκάνον καταλαβεῖν, ἵν ἀγγύθεν Νικαίας ἐνδιατρίβων μανθάνοι μὲν τὰ τοῖς Κελτοῖς συμβαίνοντα, ἅμα δὲ καὶ τὰς τῶν Τούρκων ἔξωθεν ἐφόδους καὶ τὴν τῶν ἐντὸς Νικαίας κατάστασιν. ἐν δεινῷ γὰρ ἐποιεῖτο, εἰ μή τι στρατηγικὸν ἐν τῷ μεταξὺ καὶ αὐτὸς κατορθώσοι, καὶ διεσκοπεῖτο, ἵνα εἰ ἐπιτήδεια τὰ πράγματα εὑρήσει, αὐτὸς τὴν Νικαίαν ἴλη καὶ μὴ παρὰ τῶν [*](V. 242) Κελτῶν αὐτὴν σχοίη κατὰ τὰ παρ’ ἐκείνων ὀμωμοσμένα. [*](B) εἶχε δὲ τὴν βουλὴν ταύτην ὑποβρύχιον καὶ πᾶν ὅπερ ἂν ᾠκονόμει καὶ τὴν αἰτίαν δι’ ἣν γίνεται αὐτὸς καὶ μόνος ἠπίστατο, μόνῳ τῷ Βουτουμίτῃ τοῦτο ἐμπεπιστευκὼς καὶ [*](1. παρασπονδῆ G. 7. ὀμωμένα G. 10. Κελτῶν oin. G. 12. . . . . . . Νικαίας G. μανθάνοι FG2, μανθάνῃ PG1. 16. κατορθώσοι F. κατορθώσῃ P. καὶ om. CG. διεσκοπεῖτο γοῦν CG. εἰ F, ἐὰν P. ἐπίτηδες F. 17, ἕλῃ F, ἀνέλῃ P. 18. ὀμωμομένα CG. 21. Βουτομίτῃ CG.)
68
τοῦτον ἀποστείλας, ἐφ’ ᾦ ὑποποιεῖσθαι τοὺς ἐντὸς Νικαίας βαρβάρους διὰ παντοίων ὑποσχέσεων καὶ ἀπαθείας τελείας, ἐν μέρει δέ καὶ ἀπειλούμενος τόσα καὶ τόσα πείσεσθαι καὶ [*](C) παρανάλωμα ξίφους γενέσθαι, εἰ παρὰ τῶν Κελτῶν ἁλῷεν, καὶ πάλαι τὸν Βουτουμίτην γινώσκων εὐνούστατον καὶ περὶ τὰ τοιαῦτα δραστήριον. ταῦτα μὲν οὖν ἐξ ἀρχῆς τοῦτον παρηκολουθήκει τὸν τρόπον.

[*](3. ἀπειλούμενος FG, ἀπειλιούμενος P. 5. Βουτομίτην P, correxi.)