Fragmenta
Musaeus, Eleusinius
Eleusinius Musaeus. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.
13.[8]PHILOD. de piet. 97, 18 p. 47 G. (Argos) ἐστὶ τέτταρας ἔχων ὀφθαλμούς. Μουσαῖος δὲ τὸν 〈Ἄργον〉 φησὶ τέτταρας Αἰθί〈οπ〉ας καὶ βασιλεῖς 〈μερ〉όπων ἐκ Κελαινοῦς γεννῆσαι τῆς Ἄτλαντος.
14.[1]— — 137, 5 p. 61 G. ἐμ μέν τισιν ἐκ Νυκτὸς καὶ Ταρτάρου λέγεται τὰ πάντα, ἐν δέ τισιν ἐξ Ἅιδου καὶ Αἰθέρος· ὁ δὲ τὴν Τιτανομαχίαν γράψας ἐξ Αἰθέρος φησίν, Ἀκουσίλαος δ’ ἐκ Χάους πρώτου τἆλλα· ἐν δὲ τοῖς ἀναφερομένοις εἰς Μουσαῖον γέγραπται Τάρταρον πρῶτον 〈καὶ Ν〉ύκτα. Vgl. 13, 16 p. 80 G. ἐν δὲ τῶι δευτέρωι [Chrysippos’ Περὶ φύσεως] τά τε εἰς Ὀρφέα καὶ Μουσαῖον ἀναφερόμενα . . . πειρᾶται συνοικειοῦν ταῖς δόξαις αὑτῶν.
14, 18 p. 81 κἀν τῶι 〈δ〉ε〈υ〉τ〈έρ〉ωι [nämlich Περὶ φύσεως] τὴν Νύκτα θεάν φησιν εἶναι πρωτίστην.15.[2]SCHOL. APOLL. Rhod. III 1 ἐν δὲ τοῖς εἰς Μουσαῖον ἀναφερομένοις δύο ἱστοροῦνται γενέσεις Μουσῶν, πρεσβυτέρων μὲν μετὰ Κρόνου, νεωτέρων δὲ τῶν ἐκ Διὸς καὶ Μνημοσύνης.
16.[6]— III 1035 M. ἱστορεῖ Δία ἐρασθέντα Ἀστερίας μιγῆναι καὶ μιγέντα δοῦναι αὐτὴν τῶι Περσεῖ.