Fragmenta
Musaeus, Eleusinius
Eleusinius Musaeus. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.
1.[4 Kern (Rostock 1898)]SCHOL. APOLL. Rhod. III 1179 ἐν δὲ τῆι γ̄ Μουσαῖος Τιτανογραφίαι [?] λέγεται ὡς Κάδμος ἐκ τοῦ Δελφικοῦ ἐπορεύετο προκαθηγουμένης αὐτῶι τῆς βοός.
2.[5]- IV 156 ἐν τούτοις καὶ τοῖς ἐφεξῆς φησι τὴν Μήδειαν ἐπιρραίνουσαν ἀρκεύθωι φάρμακον κομίσαι τὸν δράκοντα ἐπάιδουσαν . . . ἡ δὲ ἄρκευθος δένδρον τι ἀκανθῶδες Ἀπόλλωνος ἴδιον ὡς ἱστορεῖται ἐν τρίτωι τῶν εἰς Μουσαῖον ἀναφερομένων.
3.[21]ARIST. hist. anim. Z 6. 563ᵃ 18 ὁ δ’ ἀετὸς ὠιὰ μὲν τίκτει τρία, ἐκλέπει δὲ τούτων τὰ δύο ὥσπερ ἔστι καὶ ἐν τοῖς Μουσαίου λεγομένοις ἔπεσιν· ὃς τρία μὲν τίκτει, δύο 〈δ’〉 ἐκλέπει, ἓν δ’ ἀλεγίζει.
4.[24]CLEM. Str. VI 5 (II 424, 26 St.) γράψαντός τε Μουσαίου
ὡς αἰεὶ τέχνη μέγ’ ἀμείνων ἰσχύος ἐστίν Ὅμηρος λέγει· μή τί τοι κτλ. [Ψ 315]· πάλιν τοῦ Μουσαίου ποιήσαντος·