Fragmenta

Musaeus, Eleusinius

Eleusinius Musaeus. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

1.[4 Kern (Rostock 1898)]SCHOL. APOLL. Rhod. III 1179 ἐν δὲ τῆι γ̄ Μουσαῖος Τιτανογραφίαι [?] λέγεται ὡς Κάδμος ἐκ τοῦ Δελφικοῦ ἐπορεύετο προκαθηγουμένης αὐτῶι τῆς βοός.

2.[5]- IV 156 ἐν τούτοις καὶ τοῖς ἐφεξῆς φησι τὴν Μήδειαν ἐπιρραίνουσαν ἀρκεύθωι φάρμακον κομίσαι τὸν δράκοντα ἐπάιδουσαν . . . ἡ δὲ ἄρκευθος δένδρον τι ἀκανθῶδες Ἀπόλλωνος ἴδιον ὡς ἱστορεῖται ἐν τρίτωι τῶν εἰς Μουσαῖον ἀναφερομένων.

3.[21]ARIST. hist. anim. Z 6. 563ᵃ 18 ὁ δ’ ἀετὸς ὠιὰ μὲν τίκτει τρία, ἐκλέπει δὲ τούτων τὰ δύο ὥσπερ ἔστι καὶ ἐν τοῖς Μουσαίου λεγομένοις ἔπεσιν· ὃς τρία μὲν τίκτει, δύο 〈δ’〉 ἐκλέπει, ἓν δ’ ἀλεγίζει.

4.[24]CLEM. Str. VI 5 (II 424, 26 St.) γράψαντός τε Μουσαίου

ὡς αἰεὶ τέχνη μέγ’ ἀμείνων ἰσχύος ἐστίν Ὅμηρος λέγει· μή τί τοι κτλ. [Ψ 315]· πάλιν τοῦ Μουσαίου ποιήσαντος·

5.[25]

ὡς δ’ αὔτως καὶ φύλλα φύει ζείδωρος ἄρουρα· ἄλλα μὲν ἐν μελίηισιν ἀποφθίνει, ἄλλα δὲ φύει· ὣς δὲ καὶ ἀνθρώπων γενεὴ καὶ φῦλον ἑλίσσει,
Ὅμηρος μεταγράφει· φύλλα τὰ μὲν κτλ. [Ζ 147. 148].

6.[p. 14]CLEM. Str. VI 25 (II 442, 3 St.) αὐτοτελῶς γὰρ τὰ ἑτέρων ὑφελόμενοι ὡς ἴδια ἐξήνεγκαν καθάπερ Εὐγάμων ὁ Κυρηναῖος ἐκ Μουσαίου τὸ περὶ Θεσπρωτῶν βιβλίον ὁλόκληρον.

7.[23]— — VI 26 (II 42, 15 St.) Ἡσίοδός τε ἐπὶ τοῦ Μελάμποδος [fr. 164 Rzach.²] ποιεῖ·

ἡδὺ δὲ καὶ τὸ πυθέσθαι, ὅσα θνητοῖσιν ἔδειμαν ἀθάνατοι δειλῶν τε καὶ ἐσθλῶν τέκμαρ ἐναργές,
καὶ τὰ ἑξῆς παρὰ Μουσαίου λαβὼν τοῦ ποιητοῦ κατὰ λέξιν.

8.[3][ERATOSTH.] catast. 13 ἐσχημάτισται δ’ ἐν τούτωι ἡ Αἲξ καὶ οἱ Ἔριφοι. Μουσαῖος γάρ φησι Δία γεννώμενον ἐγχειρισθῆναι ὑπὸ Ῥέας Θέμιδι, Θέμιν δὲ Ἀμαλθείαι δοῦναι τὸ βρέφος, τὴν δὲ ἔχουσαν αἶγα ὑποθεῖναι, τὴν δ’ ἐκθρέψαι Δία· τὴν δὲ Αἶγα εἶναι Ἡλίου θυγατέρα φοβερὰν οὕτως, ὥστε τοὺς κατὰ Κρόνον θεούς, βδελυττομένους τὴν μορφὴν τῆς παιδός, ἀξιῶσαι Γῆν κρύψαι αὐτὴν ἔν τινι τῶν κατὰ Κρήτην ἄντρων· καὶ ἀποκρυψαμένην ἐπιμέλειαν αὐτῆς τῆι Ἀμαλθείαι ἐγχειρίσαι, τὴν δὲ τῶι ἐκείνης γάλακτι τὸν Δία ἐκθρέψαι· ἐλθόντος δὲ τοῦ παιδὸς εἰς ἡλικίαν καὶ μέλλοντος Τιτᾶσι πολεμεῖν, οὐκ ἔχοντος δὲ ὅπλα, θεσπισθῆναι αὐτῶι τῆς αἰγὸς τῆι δορᾶι ὅπλωι χρήσασθαι διά τε τὸ ἄτρωτον αὐτῆς καὶ φοβερὸν καὶ διὰ τὸ εἰς μέσην τὴν ῥάχιν Γοργόνος πρόσωπον ἔχειν· ποιήσαντος δὲ ταῦτα τοῦ Διὸς καὶ τῆι τέχνηι φανέντος διπλασίονος, τὰ ὀστᾶ δὲ τῆς αἰγὸς καλύψαντος ἄλληι δορᾶι καὶ ἔμψυχον αὐτὴν καὶ ἀθάνατον κατασκευάσαντος, αὐτὴν μέν φασιν ἄστρον οὐράνιον [κατασκευάσαι] 〈γενέσθαι, τὸν δὲ Δία αἰγίοχον κληθῆναι〉. LACT. inst. div. I 21, 39 huius capellae corio usum esse pro scuto Iovem contra Titanas dimicantem M.

auctor est, unde a poetis αἰγίοχος nominatur. Vgl. Epimenides 68 B 24 II 193, 23.

9.[10]HARPOCR. Μελίτη δῆμός ἐστι τῆς Κεκροπίδος. κεκλῆσθαι δέ φησι τὸν δῆμον Φιλόχορος ἐν γ̄ [fr. 74 FHG I 396] ἀπὸ Μελίτης θυγατρὸς κατὰ μὲν Ἡσίοδον [fr. 106 Rz.²] Μύρμηκος, κατὰ δὲ Μουσαῖον Δίου τοῦ Ἀπόλλωνος.

10.[14]PAUS. I 14, 3 ἔπη δὲ ἄιδεται Μουσαίου μέν, εἰ δὴ Μουσαίου καὶ ταῦτα, Τριπτόλεμον παῖδα Ὠκεανοῦ καὶ Γῆς εἶναι. Vgl. Pherekydes b. Apoll. bibl. I 32.

11.[13]— X 5, 6 ἔστι δὲ ἐν Ἕλλησι ποίησις, ὄνομα μὲν τοῖς ἔπεσίν ἐστιν Εὐμολπία, Μουσαίωι δὲ τῶι Ἀντιοφήμου προσποιοῦσι τὰ ἔπη. πεποιημένον οὖν ἐστιν ἐν τούτοις Ποσειδῶνος ἐν κοινῶι καὶ Γῆς εἶναι τὸ μαντεῖον [zu Delphi] καὶ τὴν μὲν χρᾶν αὐτήν· Ποσειδῶνι δὲ ὑπηρέτην ἐς τὰ μαντεύματα εἶναι Πύρκωνα. καὶ οὕτως ἔχει τὰ ἔπη·

αὐτίκα δὲ Χθονίης φωνὴ πινυτὸν φάτο μῦθον· σὺν δέ τε Πύρκων ἀμφίπολος κλυτοῦ Ἐννοσιγαίου.

12.[15]PHILOD. de piet. 59, 1 p. 31 G. ἀλ〉λ’ ὁ Ζε〈ύς, ὥς φασι〉ν, τὴν κεφαλὴν ὑπὸ Ἡφαίστου διαιρεῖται, κατὰ δὲ τὸν 〈τὴν〉 Εὐμολπ〈ίαν συν〉θέντα [τα] πο〈ιητὴ〉ν ὑπὸ Παλαμάονος. SCHOL. PIND. Ol. VII 66 ἐν τοῖς Μουσαίου Παλαμάων λέγεται πλῆξαι τοῦ Διὸς τὴν κεφαλήν, ὅτε τὴν Ἀθηνᾶν ἐγέννα.

13.[8]PHILOD. de piet. 97, 18 p. 47 G. (Argos) ἐστὶ τέτταρας ἔχων ὀφθαλμούς. Μουσαῖος δὲ τὸν 〈Ἄργον〉 φησὶ τέτταρας Αἰθί〈οπ〉ας καὶ βασιλεῖς 〈μερ〉όπων ἐκ Κελαινοῦς γεννῆσαι τῆς Ἄτλαντος.

14.[1]— — 137, 5 p. 61 G. ἐμ μέν τισιν ἐκ Νυκτὸς καὶ Ταρτάρου λέγεται τὰ πάντα, ἐν δέ τισιν ἐξ Ἅιδου καὶ Αἰθέρος· ὁ δὲ τὴν Τιτανομαχίαν γράψας ἐξ Αἰθέρος φησίν, Ἀκουσίλαος δ’ ἐκ Χάους πρώτου τἆλλα· ἐν δὲ τοῖς ἀναφερομένοις εἰς Μουσαῖον γέγραπται Τάρταρον πρῶτον 〈καὶ Ν〉ύκτα. Vgl. 13, 16 p. 80 G. ἐν δὲ τῶι δευτέρωι [Chrysippos’ Περὶ φύσεως] τά τε εἰς Ὀρφέα καὶ Μουσαῖον ἀναφερόμενα . . . πειρᾶται συνοικειοῦν ταῖς δόξαις αὑτῶν.

14, 18 p. 81 κἀν τῶι 〈δ〉ε〈υ〉τ〈έρ〉ωι [nämlich Περὶ φύσεως] τὴν Νύκτα θεάν φησιν εἶναι πρωτίστην.

15.[2]SCHOL. APOLL. Rhod. III 1 ἐν δὲ τοῖς εἰς Μουσαῖον ἀναφερομένοις δύο ἱστοροῦνται γενέσεις Μουσῶν, πρεσβυτέρων μὲν μετὰ Κρόνου, νεωτέρων δὲ τῶν ἐκ Διὸς καὶ Μνημοσύνης.

16.[6]— III 1035 M. ἱστορεῖ Δία ἐρασθέντα Ἀστερίας μιγῆναι καὶ μιγέντα δοῦναι αὐτὴν τῶι Περσεῖ.

17.[9]— III 1377 τὰς δὲ τοιαύτας φαντασίας (n. τῶν διατρεχόντων ἀστέρων) ὁ M. ἀναφερομένας φησὶν ἐκ τοῦ ὠκεανοῦ κατὰ τὸν αἰθέρα ἀποσβέννυσθαι. τοὺς δὲ ὑπὸ Μουσαίου ἀστέρας εἰρημένους Ἀπολλώνιος πιθανῶς μαρμαρυγὰς εἴρηκε.

18.[7]SCHOL. ARAT. 172 p. 369, 24 Maass Θαλῆς μὲν οὖν δύο αὐτὰς εἶπεν εἶναι [n. τὰς Ὑάδας] . . . Μουσαῖος ε̄. SERV. in Georg. 138 Hyadas] . . . nutrices Liberi patris, ut M. scripsit, ab Hya fratre, quem in venatione interemptum fleverunt, unde Hyades dictae. SCHOL. GERM. p. 75, 10 [Robert Eratosth. 110] M. ita refert: Aethra ex Oceano procreavit filias duodecim, ex quibus quinque stellis figuratas Hyadas, septem autem Pliadas. his unus fuit frater Hyas, quem omnes sorores dilexere. quem in venatu alii ab leone, alii ab apro interfectum dicunt. quae flentes eum obierunt Hyadas nuncupatas, alias Pliadas. Vgl. SCHOL. AR. 254 p. 386, 13 M. HYG. II 21.

19.[19]THEOPHR. h. plant. IX 19, 2 καὶ ὡς δή φασι τὸ τριπόλιον καθ’ Ἡσίοδον [fr. 229 Rz.²] καὶ Μουσαῖον εἰς πᾶν πρᾶγμα σπουδαῖον χρήσιμον εἶναι, δι’ ὃ καὶ ὀρύττουσιν αὐτὸ νύκτωρ σκηνὴν πηξάμενοι.

19ᵃ.[p. 13]ARISTID. Or. 41 [II 330, 16 Keil] τοὺς μὲν οὖν τελέους ὕμνους τε καὶ λόγους περὶ Διονύσου Ὀρφεῖ καὶ Μουσαίωι παρῶμεν καὶ τοῖς ἀρχαίοις τῶν νομοθετῶν.