De lapidibus

Damigeron

Damigeron. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

1] Ἐλαίῳ καθαρῷ ἀπὸ πάσης ἀμόργης ἄγαν ὑπερζέοντι τριπλάσιον ὕδατος μὴ ἄγαν ὑπερζέοντος καὶ ἅλας ὀλίγους κεκομμένους καὶ λελειωμένους πάνυ ἐπίβαλε, καὶ κινήσας καὶ συνταράξας ὡς διὰ παντὸς τῆν μῖξιν γίγνεσθαι, ἔασον διάστημα ἐφ’ ἡσυχίας ἕως ἄν εἰς τρόπον ἀμόργης ὑφιζήσῃ τὸ συμβληθὲν ὕδωρ.

2] Εἶτα τῷ προειρημένῳ σκεύει, τουτέστι κόγχῃ, τὸ ἐφιστὰν τὸ ἔλαιον ἀφελών, πάλιν ὁμοίως σὺν ὕδατι χλιαρῷ κινήσας, καὶ τὸ αὐτὸ ποιήσας, ἄφελε λοιπὸν καθαρὸν τὸ ἔλαιον.

3] Εἶτα χυλὸν φύλλων τῆς ἐλαίας ἁπαλῶν συγκοπέντων συμμίξας, ἵνα δριμύτητά τινα καὶ πικρότητα ἀπ’ αὐτῶν λάβῃ, καταστάντι τῷ ἐλαίῳ, μετὰ τρεῖς ἡμέρας ἢ καὶ αὐθημερὸν χρῶ.

4] Ἄλλοι δὲ ἔλαιον ὀμφάκινον, ἢ ἄλλως καλόν, εἰς ἴγδιν βαλόντες ἐπιχρίουσι. Καὶ ὅταν χρεία ἦ, ὡς σπάνῳ χρῶνται τῷ ἐλαίῳ.