De lapidibus

Damigeron

Damigeron. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

1] Ἔχε ἐν ἑτοίμῳ ταῦτα τὰ εἴδη· ἀλόης γο β′, λιβανωτοῦ γο β′, ἀμώμου γο β′, μελιλώτου γο δ′, κασίας γο α′, νάρδου στάχυος γο β′, φύλλου γο δ′, σμύρνης γο β′. Ταῦτα πάντα εἰς ὀθόνιον ἐνδήσας, ἑκάστῳ πίθῳ, μετὰ τὸ ἐμβληθῆναι ἐν αὐτῷ τὸν οἶνον καὶ καταστῆναι, ἔμβαλε κοχλιάριον ἐν καὶ κίνει ἐνρίζῳ καλάμῳ ἐπὶ ἡμέρας γ′.

2] Τινὲς δὲ οὕτως ἀρτύουσι τοὺς οἴνους · κρόκου βάλλουσι γράμματα γ′· οὗτος δὲ εὔχροον ποιεῖ· λιβάνου τοῦ ἄρσενος σεσησμένου δραχμὰς δ′· οὗτος αὐστηρὸν τὸν οἶνον ποιεῖ· φύλλου σφαιρίον ἕν · εὐωδίαν γὰρ παρέχει · ἕκαστον τούτων διακεκομμένον καὶ σεσησμένον μίξας, καὶ πάλιν σήσας ἔμβαλε εἰς ἕκαστον ἀμφορέα κοχλιάρια β′, ἐπειδὰν μηκέτι ζέῃ ὁ οἶνος, ἀλλὰ καταστῇ.

3] Καὶ ἐπὶ πάντων τῶν οἴνων τοῦτο ἰδικῶς παρατήρει ὅπως καθεστῶτας αὐτοὺς ἀρτύῃς.

4] Ἕτεροι δὲ ἀρτύουσι τοὺς οἴνους οὕτως · καρδαμώμου, ἴρεως ἰλλυρικῆς, κασίας, νάρδου στάχυος, μελιλώτου, ξυλοβαλσάμου, σχοίνου ἀλεξανδρίνης, κόστου, νάρδου κελτικῆς, πάντα ἶσα κόπτουσι καὶ σήθουσι καὶ ἐμβάλλουσι τῷ οἴνῳ.

5] Τινὲς δὲ γλεῦκος ἐψοῦντες καὶ ἀποτριτοῦντες μιγνύουσι τῷ οἴνῳ. Τινὲς δὲ γύψον ἐμβάλλουσιν.