De lapidibus

Damigeron

Damigeron. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

1] Ψιττάκια σπείρεται περὶ καλανδῶν ἀπριλλίων, ἄρρεν καὶ θῆλυ συνηρμοσμένα τὰς φύσεις, τοῦ ἄρρενος τὰ νῶτα πρὸς τὸν ζέφυρον ἔχοντος· οὕτω γὰρ τὸν καρπὸν εὐφορήσουσι πλήρη.

2] Ἐπικεντρίζεται δὲ κατὰ τὸν αὐτὸν καιρὸν εἴς τε τὸ ὁμογενὲς καὶ εἰς τερέβινθον, οἶμαι δ’ ὅτι καὶ εἰς ἀμυγδαλᾶς.

3] Ὁ δὲ Πάξαμός φησιν ὅτι δεῖ βόθρον προποιῆσαι εἰς τόπους εὐηλίους καλῶς εἰργασμένους, καὶ λαβεῖν δένδρων μοσχεύματα ἀκμαῖα, νέα, καὶ ταῦτα συνδῆσαι

ὁμοῦ, καὶ καταθέσθαι ἐν τῷ βόθρῳ, σελήνης δευτέρας οὔσης, καὶ ἀπὸ τῆς γῆς σφίγξαι ἄχρι τῶν κλάδων αὐτά, καὶ κοπρίσαι τὸν βόθρον, ἐπιχῶσαί τε καὶ γυρῶσαι, καὶ ἐπιμελεῖσθαι ποτίζοντας παρ’ ἡμέρας η′ καὶ διὰ τῶν ἴσων ἐπισφίγγειν πάλιν· ὅταν δὲ τριετῇ γένηται τὰ στελέχη, ὀρύξαι παρὰ τὴν ῥίζαν τοῦ βόθρου εὖ μάλα, καὶ κοπρίσαι καὶ ἐγκαθίσαι τὸ στέλεχος κατώτερον, καὶ ἐπιχῶσαι, ὅπως μεγάλου τοῦ δένδρου γενομένου καὶ ἰσχυροῦ, πνεύσαντος ἀνέμου, μὴ καταπέσῃ τὸ δένδρον.