Fragmenta
Eusebius Myndius
Eusebius Myndius.Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
58. Θεοὶ ὅτι ἔασι, οὐ χρὴ δίζεσθαι, αὐτόθεν δὲ ἄριστον πεπιστευκέναι. Ζητήσιος γὰρ προτεθείσης, καὶ ὁ τῷ ἀνοσιωτάτῳ τῶν λόγων, τῷ μὴ εἶναι αὐτούς, συνιστάμενος ἐθέλει κρατέειν.
59. Πολλοὶ τῶν ἀνθρώπων, ἐπειδὰν δοκέωσι παρ’ ἀξίην πρήσσειν, δυσανασχετέοντες, ἔπειτα δεινολογεόμενοι πρὸς ἔωυτοὺς καὶ τοὺς πλησιάζοντας τοιάδε διαλέγονται· ὁ μὲν γαμέει καὶ ἐξ οἴκῶν τῶν εὐδαιμόνων, ἐγὼ δὲ ἄγαμος· καὶ ὁ μὲν οἰκίην ἔχει μεγάλην καὶ οἰκοδομέει μεγαλοπρεπέως καὶ ἀγροὺς κέκτηται πολλούς, ἐγὼ δὲ ἀνέστιος καὶ ἀκτήμων· καὶ τῷ μὲν πάρα πολλὰ χρήματα, ἐμὲ δὲ ἀχρηματίη πᾶσα ἔχει· καὶ ὅδε μὲν καὶ δὲ ἄρχουσι καὶ τιμέωνται, τὸ δ’ ἐμὸν ἐν ἰδιώτεω λόγῳ καὶ ἀτίμου. Πρὸς οὓς χρὴ παραμυθεύμενον ταῦτα λέγειν, ὡς οὐ χρὴ ἐπ’ ἄλλων εὐτυχίῃ χθεσθαι, ἀλλ’ ἥδεοθαι διὰ τὸ ὁμογενές· εἰδένα δὲ ὅτι καὶ αὐτοὶ πολυκτήμονες, ἐς τε τὰ ἑωυτῶν ἐγκόψαντες καὶ τὰ ἐκείνοισι παρεόντα ἐπιφρασάμενοι, εὑρήσουσι ἑωυτοὺς ἄμεινον πρήσσοντας· καὶ ὅτι οὐδεὶς
ὑπὸ τῆς τοῦ πέλας εὐτυχίης τῆς ὀφειλομένης ἑωυτῷ εὐπρηγίης ἀποστερέεται.