Fragmenta
Eusebius Myndius
Eusebius Myndius.Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
42. Πρὸς τοὺς παρὰ δίκην ζώοντας, ἔπειτα ἀξιεῦντας ἄλλων ἡγέεσθαι, ἀπειθέες ἄνθρωποι. Εὐπειθηίην δὲ εὐπετέα ἐπὶ τὰ παραγγελλόμενα ἑωυτῷ καὶ ἄλλῳ παρὰ τῶν ἀρχομένων παρασκευάζει ἅπας ὅ γε παρ’ ἑωυτοῦ τὰ δέοντα σπουδῇ ποιέειν ἐπιστάμενος, καὶ παράδειγμα τῶνπερ χρὴ πρήσσειν τοῖσι ὑποτεταγμένοισι ἑωυτὸν παρεχόμενος.
43. Ἄρχοντος ἀγαθοῦ κέρδος μοῦνον τοῦτο οἰκήϊον καὶ μυρίων κερδέων ἄλλων ἀντάξιον, πάντα μιν πρήσσειν ὥστε καὶ παρὰ τὸν καιρὸν τῆς ἀρχῆς καὶ παυσαμένῳ οἱ πάντα χρηστὰ καὶ δικαιοσύνην παρὰ τῶν ἀρχθέντων μαρτυρέεσθαι.
44. Ἀνὴρ ἄρχων καὶ ἰδιώτης δὲ ἅπας ἴστω ἀπὸ τῆς φύσιος τῶν πρηγμάτων, ὁκοῖα ἂν αὐτὰ παρέχηται,
τοιαύτης καὶ τῆς ἐπ’ αὐτοῖσι μνήμης ἤτοι ἀγαθῆς ἢ πονηρῆς τευξόμενος. Καὶ τοῦτο ἐπιφρασθεὶς οὕτω κρινέτω ἐπ’ ὁκοτέρην τῶν ὁδῶν καὶ τὴν ἐπ’ ὁκοτέρην τῶν μνημέων ἄγουσαν τρέπηται, καὶ κοίην αὐτέων τῶν μνημέων αὐτῷ ἄμεινον προτιμῆσαι.45. Ἀρχὴν ἔχων μὴ ἀπομνησικάκεε πρὸς τοὺς ἐν διχοστασίῃ σοι πρότερον γεγενημένους. Οὐ γὰρ ὅκως ἀμύνηαι ἐχθροὺς ἐπὶ τὴν ἀρχὴν εἶ ἀραιρημένος, ἀλλ’ ὅκως καὶ τῆς παρ’ ἄλλων ἐπιβουλῆς ἀσφαλέας καὶ ἀνεπιβουλεύτους φυλάξῃς τοὺς ὑπὸ σοὶ τεταγμένους, καὶ ὄκως τοῦ ὀρθοῦ φύλαξ ἔῃς καὶ θεοῦ μεγάλης, δικαιοσύνης, ὑπηρέτης τε καὶ ἐξηγητής. Ὥστε παρὰ τὰ αὐτῇ δοκέοντα ποιέων καὶ αὐτῆς καταψευδόμενος, ὡς ἐς θεὸν μεγίστην ἁμαρτάνων, καὶ παρ’ αὐτῆς καὶ τῶν περὶ αὐτὴν τεταγμένων δαιμόνων ἐφόρων τε καὶ τιμωρῶν τὴν τῶν ποιευμένων μῆνιν προσδέκεο.
46. Μεταξὺ ἐχθρῶν δικάζων τοῦ δικαίου γίνεο ἐξεταστής, καὶ πρὸς τοῦτο ῥέπε τῇ κρίσι. Δικαιοσύνη γὰρ καὶ δαίμων ὁ ταύτης ἔφορος τοῦ ἔχθρῃ χαρίζεσθαι προτετιμῆσθαι δικαιότεροι.
47. Ἐν ἀρχῇ ἐών, ἔπειτα ἔχθρης μεμνημένος, τῇ χείρονι μοίρῃ σεωυτὸν νεμέεις καὶ τῆς ἀπαιτεομένης ἐν τῷ ἄρχοντι σεμνότητος σεωυτὸν ἀποστερήσεις καὶ παρὰ τῶν ξυνεπισταμένων ὅτι ἔχθρῃ διδοῖς σεωυτόν, ἀντὶ τῶν σεμνοτάτων οὐνομάτων δικάστεω καὶ ἄρχοντος τὸ εὐδιαβλητότατον οὔνομα ἀντιλαβών, τῶν δικαζομένων ἐχθρὸς κεκλήσεαι.
48. Τοῦ ἐπιτιμᾶν τινι θανάτου ζημίην τὴν ἐξουσίην εἶναι ἡγέομαι οὐκ ἐν τῷ κύριόν τινα εἶναι τοῦ καταψηφίσασθαι, ἀλλ’ ἐν τῷ οἷόν τε εἶναι τὸν ἔχοντα τὴν ἐξουσίην ἑωυτοῦ κρατέειν. Καὶ γὰρ ἐν ἀσφαλεστάτῃ ὀφειλούσῃ εἶναι κρίσι καὶ ἐς ὁμογενέας εἴ τι ἁμαρτηθείη, οὐκ οἷά τέ ἐστι ἔτι ἀνακαλέσασθαι γινομένης τῆς ἁμαρτάδος.
49. Τὰ τοῖσι ἄλλοισι ὡς φαῦλα ἐπιτιμᾷς, ταῦτα πρότερον αὐτὸς ποιέειν φυλάσσεο.
50. Ἄνθρωποι ἀνθρώπων ἐπὶ κατηγορίας ἀπικνέονται, οἱ μὲν ἐκ συγκειμένων ψευδέων ἐγκλημάτων, οἱ δὲ ἀληθέα κατηγορέοντες. Οἱ δ’ αὖ ἐπαινέουσι, οἱ μὲν τὰ ἐόντα μαρτυρέοντες, οἱ δὲ παρὰ τὸ ἀληθὲς χαριζόμενοι. Ἄριστον ὠν ἐν τοῖσι τοιούτοισι καὶ ἰδιώτῃ καὶ ἄρχοντι, μήτε αὐτὸν πιστεύειν αὐτόθεν, μήτε ἀπιστέειν παντελέως, ἐκ δὲ τῶν πρηγμάτων ἐξεταζομένων, ὅκως χρὴ περὶ αὐτῶν διανοέεσθαι, καὶ τὸ ἀτρεκὲς αὐτῶν μανθάνειν.
51. Ἀρχὴν ἔχων κόσμεε, αὐτὸς δὲ μὴ μεταβάλλεο. Οὐ γὰρ προσλελάβηκάς τι οὐκ ἐόν, οὐδὲ παυόμενος ἔλασσόν τι τῶν πρὶν μεταλαβέειν ἕξεις, εἰ πενόμενος τὴν ἀρχὴν καταθήσεαι.
52. Ἀρχὴν λαβὼν μὴ ἐπαίρεο, ωὑτὸς δὲ διατέλεε· οὕτω γὰρ καὶ ἀποθέμενος οὐκ ἀπαραιρῆσθαί τι τοῦ σεμνύναντός σε νομισθήσεαι.
53. Ἀνὴρ ἀγαθὸς ἔθνεός τευ ἢ πόλιος ἀρχὴν εἰληφὼς οὐκ ἕνεκα τοῦ τῶν δημοσίων χρημάτων ἀπολαύειν καὶ τοῦ δωροδοκέεσθαι καὶ τοῦ παρὰ τῶν πλουσίων χρηματίζεσθαι, ἔοικέ τεῳ ἀνδρὶ παρακαταθήκην εἰληφότι μεγάλων χρημάτων. Ὥσπερ γὰρ καὶ ἐκεῖνος οὐκ ἐπὶ τῷ κατασχέειν λαμβάνει, οὐδὲ κτῆμα ἴδιον ποιήσασθαι τὰ δοθέντα, ἀλλ’ ὥστε φυλάξαι καὶ ἀποδοῦναι σῶα τῷ παραθεμένῳ, ἐπεὰν ἀπαιτέηται, οὕτω δὲ καὶ αὐτὸν χρὴ οὐκ ἐπὶ κέρδεσι οἰκηΐοισι, ἀλλ’ ἐπὶ σωτηρίῃ καὶ φυλακῇ πάντα πρήσσειν τῶν ἀρχομένων, ὥστε αὐτοὺς τὸ ἐς ἑωυτὸν ἧκον, ἀσινέας καὶ εὐθηνέοντας ἀποδοῦναι τῷ καταπεπιστευκότι.
54. Ἀνὴρ ἀνυποίστους καὶ ἀγρίας καὶ ἀμέτρους ζητέων τὰς τιμωρίας, καὶ τῇσι κατὰ νόμον οὐκ ἀρκεόμενος, θυμῷ ἀλόγῳ ξυγχωρέων, καὶ γυναικηΐως ἐμπικραινόμενος, οὐκ αἰσθάνεται ἔξω τῆς δίκης ἐς τὸ ὁμογενὲς ἐξυβρίζων. Ἀγνοέει δὲ τὸ μέγιστον καὶ τόπερ χρὴ εἰδέναι πάντα τὸν μέλλοντα ἀνθρώπου καταδικᾶν, ὅτι καὶ ὁ θάνατος αὐτὸς παρὰ τῶν πρώτως δικαιωσάντων οὐκ ὥς τι κακὸν ἐπετιμήθη, ἀλλ’ ὥς ἔσχατον καὶ ἐν φαρμάκου λόγῳ κατὰ τῶν οὐ δυναμένων
τῆς κακίης ἐλευθερωθῆναι, ὅκως, ἐπειδὴ οὐκ οΐά τε ἦν ἄλλως, τούτῳ γῶν τῷ τρόπῳ ἀπολυθέντες τοῦ ἐνθαῦτα δεσμοῦ αὐτῆς πορίσωνται φυγήν.55. Ἄνθρωποι ἰσχὺν μὲν καὶ ώμην καὶ τάχος μοῦνα ἀσκέοντες, καὶ ὅκως, ταῦτα ἔχοντες, ἀπὸ τούτων μούνων εὐδοκιμέωσι ἐσπουδακότες, περὶ δὲ τοῦ τῆς ψυχῆς ἐπιμέλεσθαι οὐ καταγινόμενοι, ἀγνοεῦσι, τούτων μέν, ὁκόσα κοινὰ πρὸς τὰ θηρία ἔχουσι, καὶ παρὰ πολύ, ἀσθενέστερα τούτων, μόνον ἐπιμελόμενοι, τοῦ δὲ ἐν ἔωυτοῖσι θειοτάτου, καὶ κατότι αὐτοῖσι ἔστι, εἰ οἶόν τε, τοῖσι θεοῖσι ἐξομοιόεσθαι, ἀμελέοντες.
56. Θάρσος τὸ πρὸς τὰ φοβερὰ σὺν λόγῳ αἴνεε· ἀνδρηΐη γάρ· τὴν δὲ μετὰ ἀλογίης ἐπ’ αὐτὰ ὁρμὴν θράσος νόμιζε καὶ ἀποστύγεε.
57. Γάμου ἀρίστη ξυμφωνίη ἀμφοτέρους σωφροσύνην ἀσκέειν.
58. Θεοὶ ὅτι ἔασι, οὐ χρὴ δίζεσθαι, αὐτόθεν δὲ ἄριστον πεπιστευκέναι. Ζητήσιος γὰρ προτεθείσης, καὶ ὁ τῷ ἀνοσιωτάτῳ τῶν λόγων, τῷ μὴ εἶναι αὐτούς, συνιστάμενος ἐθέλει κρατέειν.
59. Πολλοὶ τῶν ἀνθρώπων, ἐπειδὰν δοκέωσι παρ’ ἀξίην πρήσσειν, δυσανασχετέοντες, ἔπειτα δεινολογεόμενοι πρὸς ἔωυτοὺς καὶ τοὺς πλησιάζοντας τοιάδε διαλέγονται· ὁ μὲν γαμέει καὶ ἐξ οἴκῶν τῶν εὐδαιμόνων, ἐγὼ δὲ ἄγαμος· καὶ ὁ μὲν οἰκίην ἔχει μεγάλην καὶ οἰκοδομέει μεγαλοπρεπέως καὶ ἀγροὺς κέκτηται πολλούς, ἐγὼ δὲ ἀνέστιος καὶ ἀκτήμων· καὶ τῷ μὲν πάρα πολλὰ χρήματα, ἐμὲ δὲ ἀχρηματίη πᾶσα ἔχει· καὶ ὅδε μὲν καὶ δὲ ἄρχουσι καὶ τιμέωνται, τὸ δ’ ἐμὸν ἐν ἰδιώτεω λόγῳ καὶ ἀτίμου. Πρὸς οὓς χρὴ παραμυθεύμενον ταῦτα λέγειν, ὡς οὐ χρὴ ἐπ’ ἄλλων εὐτυχίῃ χθεσθαι, ἀλλ’ ἥδεοθαι διὰ τὸ ὁμογενές· εἰδένα δὲ ὅτι καὶ αὐτοὶ πολυκτήμονες, ἐς τε τὰ ἑωυτῶν ἐγκόψαντες καὶ τὰ ἐκείνοισι παρεόντα ἐπιφρασάμενοι, εὑρήσουσι ἑωυτοὺς ἄμεινον πρήσσοντας· καὶ ὅτι οὐδεὶς
ὑπὸ τῆς τοῦ πέλας εὐτυχίης τῆς ὀφειλομένης ἑωυτῷ εὐπρηγίης ἀποστερέεται.60. Ἀνιηροῦ τευ προσπεσόντος, ἔπειτα χαλεπαίνειν τοῖσι θεοῖσιᵃ μέζον κακόν ἐστι ζητέειν.
61. Ἀνιηροῦ τευ προσπεσόντος, εἴ τι τοῦ παρεστεῶτος ἔστι εὑρέειν μέζον, ἐπιλέγεο, καὶ εὑρών, ὅτι μὴ ἐκεῖνο, ἀλλὰ τὸ μεῖον ἔχεις, ἀσπάζεο.