Fragmenta

Eusebius Myndius

Eusebius Myndius.Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

42. Πρὸς τοὺς παρὰ δίκην ζώοντας, ἔπειτα ἀξιεῦντας ἄλλων ἡγέεσθαι, ἀπειθέες ἄνθρωποι. Εὐπειθηίην δὲ εὐπετέα ἐπὶ τὰ παραγγελλόμενα ἑωυτῷ καὶ ἄλλῳ παρὰ τῶν ἀρχομένων παρασκευάζει ἅπας ὅ γε παρ’ ἑωυτοῦ τὰ δέοντα σπουδῇ ποιέειν ἐπιστάμενος, καὶ παράδειγμα τῶνπερ χρὴ πρήσσειν τοῖσι ὑποτεταγμένοισι ἑωυτὸν παρεχόμενος.

43. Ἄρχοντος ἀγαθοῦ κέρδος μοῦνον τοῦτο οἰκήϊον καὶ μυρίων κερδέων ἄλλων ἀντάξιον, πάντα μιν πρήσσειν ὥστε καὶ παρὰ τὸν καιρὸν τῆς ἀρχῆς καὶ παυσαμένῳ οἱ πάντα χρηστὰ καὶ δικαιοσύνην παρὰ τῶν ἀρχθέντων μαρτυρέεσθαι.