De figuris Demosthenicis
Tiberius Rhetor
Tiberius Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.
Τὸ δὲ ἀντίθετον ἄνω μὲν εἴρηται τὸ τῆς διανοίας, τὸ δὲ τῆς λέξεως διχῶς γίνεται, ἢ κατὰ κῶλον, ἢ κατὰ λέξιν. κατὰ κῶλον μέν,
παρὰ τὰς τῶν χορηγῶν δαπάνας μικρὸν ἡμέρας μέρος ἡ χάρις τοῖς θεωμένοις ἐστί, παρὰ δὲ τὰς εἰς τὸν πόλεμον παρασκευῶν ἀφθονίας πάντα τὸν χρόνον ἡ σωτηρία πάσῃ τῇ πόλει.ἀντίκειται γὰρ τοῖς κώλοις ἡ ἑρμηνεία. τὸ δὲ κατὰ λέξιν,
ἐδίδασκες γὰρ γράμματα, ἐγὼ δ᾽ ἐφοίτων· ἐτέλεις, ἐγὼ δὲ ἐτελούμην· ἐγραμμάτευες, ἐγὼ δ᾽ ἐθεώρουν· ἐξέπιπτες, ἐγώ δ᾽ ἐσύριττον.ἐνέργειαν δὲ καὶ κάλλος ἅμα τὸ σχῆμα ἔχει.
Ἔλλειψις δέ ἐστιν ὅταν ὁ λέγων ἐλλείπῃ λέξιν ἣν
παρ᾽ αὑτοῦ ἔδει προσθεῖναι τῷ νοήματι, οἷονθέαμα δεινὸν καὶ ἐλεεινόν·ἐλλείπει γὰρ τὸ ἐστί. κἀκεῖνο δὲ ἔλλειψις·
πρῶτον μέν, ὦ Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις·ἐλλείπει γὰρ ταῖς θεαῖς. καὶ πάλιν,
ὥσπερ ἄν τις ἰατρὸς ἀσθενοῦσι μὲν τοῖς κάμνουσιν εἰσιὼν μὴ λέγοι μηδὲ δεικνύοι δι᾽ ὧν ἀποφεύξονται τὴν νόσον, ἐπειδὰν δὲ τελευτήσειέ τις αὐτῶν καὶ τὰ νομιζόμενα ἐπ᾽ αὐτῷ φέροιτο, ἀκολουθῶν ἐπὶ τὸ μνῆμα διεξίοι, εἰ τὸ καὶ τὸ ἐποίησεν ἄνθρωπος, οὐκ ἂν ἀπέθανεν. ἐμβρόντητε, εἶτα νῦν λέγεις;καὶ πάλιν,
εἶπον τοίνυν ὡς μὲν ὑπαρχόντων Θηβαίων Φιλίππῳ λίαν θορυβουμένων·ἐλλείπει γὰρ τὸ φίλων καὶ συμμάχων.
Τὴν δὲ διατύπωσιν παρῆκεν Ἀψίνης, Καικίλιος δὲ ἔθηκεν ἐν τοῖς τῆς διανοίας σχήμασιν. ἡ δὲ διατύπωσις ὁτὲ μὲν ὑπομιμνήσκει τῶν γεγενημένων ἐνεργειῶν καὶ ἑκάστων ἐξαριθμουμένων τῶν μερῶν·
ἀλλὰ μὴν τὸν τῇ πόλει συσταθέντα τότε θόρυβον ἴστε μὲν ἅπαντες, μικρὰ δὲ ἀκούσατέ μου τὰ ἀναγκαιότατα. ἑσπέρα μὲν γὰρ ἤδη,καὶ τὰ ἐξῆς. καὶ πάλιν ἡ διατύπωσις ἐπὶ τὴν θέαν ἄγει τῶν οὐχ ἑωραμένων, ὡς παρ᾽ Αἰσχίνῃ πολλὰ ἂν εὕροι τις. τράτος ὅρος διατυπώσεως, ὅταν τὰ μὴ γεγονότα διατυπούμενοι εἰσάγωμεν καθ᾽ ὑπόθεσιν, οἷον τί ἂν ἐγένετο, καὶ τί ἂν ἐπράχθη, ὡς δεινὰ καὶ φοβερά.
Τὸ δὲ διασυρμοῦ σχῆμα παρῆκεν Ἀψίνης, Καικίλιος δὲ αὐτὸ ἐνέθηκε. τοῦτο δέ ἐστι τὰ μεγάλα μικρὰ ποιῆσαι καὶ ἐξευτελίσαι, οἷον
ἀλλ᾽ ἐν τοῖν δυοῖν ὀβολοῖν ἐθεώρουν ἂν εἰ μὴ τοῦτο ἐγράφη.καί,
πάνυ γε· οὐ γὰρ παρὰ τοῦτο εὐχερῆ γέγονε τὰ τῶν Ἑλλήνων πράγματα, εἰ τουτὶ τὸ ῥῆμα, ἀλλὰ μὴ τοῦτο διελέχθην ἐγώ, ἢ δευρὶ τὴν χεῖρα, ἀλλὰ μὴ δευρὶ παρήνεγκα.
Τὸ δὲ σχῆμα τῆς ἐπανόδου ἐστὶ παρὰ τῷ Καικιλίῳ. γίνεται δὲ αὕτη ὅταν ὀνόματα δύο καὶ ῥῆμα προθέντες ἐπανίωμεν ἐπ᾽ αὐτὰ καὶ ἐξηγώμεθα αὐτά, ὡς μήπω νοουμένου τοῦ λεχθέντος, οἷον εἴ τις λέγοι, ὅτι Νικίας καὶ Ἀλκιβιάδης ἐπὶ Σικελίας τὴν στρατείαν διέφοθειραν, εἶτα ἐπανιὼν ἐπ᾽ αὐτὰ λέγοι, Ἀλκιβιάδης μὲν εὐτελῆ τὸν πόλεμον καταλιπών, Νικίας δὲ ἀργὸν στρατηγήσας. χρῆται δὲ ἐπανόδῳ καὶ Θουκυδίδης ὁσάκις ἂν εἰς ἀσάφειαν ἐκ τῶν ὑπερβατῶν ἐκπίπτῃ.
Καὶ τὸ τῆς ἀφαιρέσεως σχῆμα ὁ Καικίλιος εἰσάγει· λέξεως γὰρ ἀφαίρεσιν τοῦτό φησι καὶ λέγει κεῖσθαι παρὰ τῷ Θουκυδίδῃ·
φθείρατε γὰρ ἄνδρες Ἀθηναῖοιἐφθαρμένοι εἰσὶ
ἐτέταχαὧν πεποίηνται καὶ εἴρηνται.
Καὶ τὸ τῆς ἀλλοιώσεως σχῆμα εἰσάγει ὁ Καικίλιος, καί φησιν αὐτὴν γίνεσθαι κατ᾽ ὄνομα, καὶ πτώσεις, καὶ ἀριθμούς, καὶ πρόσωπα, καὶ χρόνους. καὶ ὀνόματα μὲν ἀλλοιοῦσιν ἀντὶ τοῦ ἄρρενος τὸ θῆλυ ἢ τὸ οὐδέτερον παραλαμβάνοντες, ἢ τῷ ἄρρενι ἀντ᾽ ἀμφοῖν χρώμενοι, κατὰ τὸ πληθυντικόν, οἷον παρὰ μὲν Θουκυδίδῃ,
πᾶσα γὰρ ἡ Ἑλλὰς ἐσιδηροφόρει,ἀντὶ τῶν Ἑλλήνων, καὶ
τὸ φιλότιμον ἀγήρω μόνον,ἀντὶ τοῦ ἡ φιλοτιμία· οὐδέτερον γὰρ μετείληφεν ἀντὶ τοῦ θήλεος. περὶ δὲ τούς ἀριθμοὺς ἀλλοίωσις, ὡς παρ᾽ Εὐπόλιδι ἐν Δήμοις,
ἅπασα γὰρ ποθουμένη κλεινὴ πόλις,καὶ παρὰ Δημοσθένει,
ὑμεῖς ὦ βουλή.κατὰ δὲ τὰ πρόσωπα ἀλλοιώσεις, ὡς παρ᾽ αὐτῷ· τοῖς γὰρ δικασταῖς διαλεγόμενος μετατίθησιν ἑαυτὸν ἐπὶ τὸν ἀντίδικον,
ὃς ὦ μιαρώτατε πάντων κεκλεισμένης σοι τῆς παρρησίας.καὶ πάλιν ἀπὸ τοῦ ἀντιδίκου μετάγει ἐπὶ τούς δικαστὰς λέγων, οἷον
τῶν ἀνδρῶν τῶν ἀγαθῶν μέμνησαι, καὶ καλῶς ποιεῖς· οὐ μέντοι δίκαιόν ἐστιν, ὦ Ἀθηναῖοι . . .καὶ παρ᾽ Εύριπίδῃ,
φεύγεις ἀποστραφείς με· τὰ δ᾽ Ἀγαμέμνονος φροῦδα·εἶτα μεταστρέφει τὸν λόγον ἐπὶ τὸν ἀποθανόντα,
ἄφιλος ἦσθ᾽ ἄρ᾽, ὦ πάτερ, πράττων κακῶς.τοὺς δὲ χρόνους ἀλλοιοῦσιν, ὅταν τοῖς ἐνεστῶσιν ἀντὶ τῶν παρῳχημένων χρῶνται, οἷον παρὰ Δημοσθένει,
καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, τοὺς ὁρῶντας ὑμῖν μάρτυρας παρέξομαι,ἀντὶ τοῦ τοὺς ἑωρακότας. ὁποῖόν ἐστι καὶ τὸ παρὰ τῷ Εὐριπίδῃ ἐν τῇ Ἀνδρομέδᾳ,
ὁρῶ δὲ πρὸς τῆς παρθένου θοινάματα,ἀντὶ τοῦ εἶδον. καὶ ὁ Θουκυδίδης,
οἱ μὲν πολλοὶ τῶν ἐνθάδε εἰρηκότων ἐπαινοῦσι τὸν προστιθέντα τῷ νόμῳ τὸν λόγον τόνδε,ἀντὶ τοῦ ἐπήνεδάν.
Καὶ τὴν παρεμβολὴν εἰσάγει Καικίλιος σχῆμα λέξεως, κέχρηται δὲ παραδείγματι τῷ παρὰ Θουκυδίδῃ,
οἱ δὲ Κορίνθιοι προσκαθεζόμενοι (ἔστι δὲ ἰσθμὸς τὸ χωρίον) ἐπολιόρκουν τὴν πόλιν.καὶ ὁ Ἡρόδοτος,
Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττεω· τύραννος δὲ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦ, ὃς ῥέων ἀπὸ μεσημβρίης μεταξὺ Σύρων καὶ Παφλαγόνων ἐξίει πρὸς βορέην ἄνεμον εἰς τὸν Εὔξεινον καλεόμενον πόντον.ἐνταῦθα παρεμβέβληται τὰ τοῦ ποταμοῦ. καὶ Εὐριπίδης,
Δαναός, ὁ πεντήκοντα θυγατέρων πατήρ, Νείλου λιπὼν κάλλιστον εὐκταίης ὕδωρ, ὃς ἐκ μελαμβρότοιο πληροῦται ῥοὰς Αἰθιόπιδος γῆς, ἡνίκ᾽ ἂν τακῇ χιών, τεθριππεύοντος ἡλίου κατ᾽ αἰθέρα, ἐλθών κατ᾽ Ἄργος ᾤκισ’ Ἰνάχου πόλιν.οἱ γὰρ τρεῖς περὶ τοῦ ποταμοῦ στίχοι περιττοί.