De figuris Demosthenicis
Tiberius Rhetor
Tiberius Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.
Πλείονος δὲ οὔσης θεωρίας τῆς ἐν τοῖς σχήμασι, ταῦτα προῃρήμεθα νῦν ἐξετάσαι, ὅσα παρὰ Δημοσθένει κατενοήσαμεν.
Πρῶτον οὖν τὰ τῆς διανοίας σχήματα δεικτέον, ἐπεὶ δεῖ τὸν νοῦν πάντως τοῦ λόγου προηγεῖσθαι, ἔστι δὲ ταῦτα, εἰρωνεία, ἐπιτίμησις, παράλειψις, διαπόρησις,
ἀποστροφή, προδιόρθωσις, ἐπιδιόρθωσις, ἀποσιώπησις, ἠθοποιΐα, προσώπου ὑποβολή, πυσματικόν, ἔμφασις, ἀπὸ τοῦ ἀντικειμένου, παρὰ προσδοκίαν, αὐτοσχέδιον, ἀντίθετον, διαλεκτικόν, τόπου ἐμβολὴ ἐξ ὀνόματος, καθόλου, ὅρκος.Καὶ εἰρωνεία μέν ἐστι τὸ διὰ τοῦ ἐναντίου τὸ ἐνανπίον σημαῖνον, οἷον
ἐκεῖνοι τοίνυν οἷς οὐκ ἐχαρίζοντο οἱ λέγοντες, οὐδ᾽ ἐφίλουν αὐτούς ὥσπερ ὑμᾶς, οὗτοι νῦν πέντε μὲν καὶ τεσσαράκοντα ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων· καὶ πάλιν, νυνὶ δὲ πῶς ὑμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα ἔχει;ἔτι δὲ καινῶς ἐν τῷ κατὰ Μειδίου ἐφ᾽ ἑαυτοῦ εἰρωνείᾳ κέχρηται,
ἐγὼ δὲ ὃς (εἴτε τις βούλεται νομίσαι μανίαν· μανία γὰρ ἴσως ἐστὶν ὑπὲρ δύναμίν τι ποιεῖν· εἴτε φιλοτιμίαν) χορηγὸς ὑπέστην.
Ἐπιτίμησις δέ ἐστιν ὅταν διὰ τῆς πρὸς τοὺς ἀκούοντας ἐπιπλήξεως τινῶν βούληται συμβουλὴν περαίνειν, ὡς ἐν τῷ περὶ τῆς παραπρεσβείας,
ὑμεῖς δ᾽ ἐκλελύσθαι μοι δοκεῖτε καὶ παθεῖν ἀναμένειν τὰ δεινά, πόρρωθεν δ᾽ ὁρῶντες οὐ φυλάττεσθαι, καὶ πάλιν οὕτως, ὡς ἔοικε, πολύ τι σκότος ἐστὶ παρ᾽ ὑμῖν πρὸ τῆς ἀληθείας.
Παράλειψις δέ ἐστιν ὅταν τῷ δοκεῖν τινὰ παραλιπεῖν λέγῃ ἃ βούλεται, ὡς ἐν τῷ πρὸς Λεπτίνην,
ἐγὼ δέ, ὅτι μὲν τινῶν κατηγοροῦντας πάντων ἀφαιρεῖσθαι τὴν δωρεὰν τῶν ἀδίκων ἐστίν, ἐάσω· καὶ γὰρ εἴρηται τρόπον τινά, καὶ ὑφ᾽ ὑμῶν ἴσως γινώσκεται,καὶ πάλιν πρὸς τὸν Αἰσχίνην,
ἤδη γάρ σε ἐρωτῶ, πάντα τὰ ἄλλα ἀφείς, Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Ἁλόνησον· οὐδενὸς γὰρ τούτων μέμνημ Σέρριον δὲ καὶ Δορίσκον καὶ τὴν Πεπαρήθου πόρθησιν, καὶ ὅσα ἄλλα τοιατα ἡ πόλις ἠδικεῖτο, οὐδ᾽ εἰ γέγονεν οἶδα.τῷ τε γὰρ οὕτως εἰπεῖν ἃ βούλεται δεδήλωκε καὶ τῇ παραλείψει τὸ φορτικὸν ἀφῇρηται.
Διαπόρησις δέ ἐστιν ὅταν ὡς διαπορῶν τις ἃ δεῖ εἰπεῖν κἀκεῖνα καὶ ἔτι πλείω λέγῃ, οἷον
ἀλλ᾽ εἰς τοσοῦτον ἀφῖκται μωρίας, ἤ παρανοίας, ἢ — οὐκ ἔχω τί λέγω.καὶ πάλιν,
οὐκ ἀπορῶν δ᾽ ὅ τι χρὴ περὶ σοῦ καὶ τῶν σῶν εἰπεῖν, ἀπορῶ ὅτου πρώτου μνησθῶ, πότερ᾽ ὡς ὁ πατήρ σου, Τρόμης, ἐδούλευε παρ᾽ Ἐλπίᾳ τῷ πρὸς τῷ Θησείῳ διδάσκοντι γράμματα, χοίνικας παχείας ἔχων καὶ ξύλον· ἢ ὡς ἡ μήτηρ σου τοῖς μεθημερινοῖς γάμοις ἐν τῷ κλισίῳ τῷ πρὸς τῷ Καλαμίτῃ χρωμένη τὸν καλὸν ἀνδριάντα καὶ τριταγωνιστὴν ἄκρον ἐξέθρεψέ σε.ὡς γὰρ ἀπορῶν τί χρὴ εἰπεῖν πάντα εἶπεν.
Ἀποστροφὴ δέ ἐστιν ὅταν ἀπὸ τῶν δικαστῶν πρὸς τὸν ἀντίδικον ἀποστρέφῃ τὸν λόγον, οἷον
μηδὲν οὖν φιλονείκει, Λεπτίνη, καὶ πάλιν, οὓς ἅπαντας ἡ πόλις ὁμοίως τῆς αὐτῆς ἀξιώσασα τιμής ἔθαψεν, Αἰσχίνη.κινήσας γὰρ τῇ δόξῃ τῶν παραδειγμάτων τοὺς ἀκούοντας, τότε καὶ τὸν ἀντίδικον κέκληκε.
Προδιόρθωσις δέ ἐστιν ὅταν ὑποπτεύων προσκρούειν τὸ ῥηθησόμενον παραιτῆται τούς ἀκούοντας, οἷον
ἐπεπείσμην μὲν οὖν ὑπὲρ ἐμαυτοῦ, τυχὸν μὲν ἀναισθητῶν, ὅμως δ᾽ ἐπεπείσμην. καὶ πάλιν, ἐπεὶ δὲ πολὺς τοῖς συμβεβηκόσιν ἔγκειται, βούλομαί τι καὶ παράδοξον εἰπεῖν, καί μοι, πρὸς Διὸς καὶ θεῶν, μηδεὶς τὴν ὑπερβολὴν θαυμάσῃ.εἰ γὰρ καὶ δυσχερὲς ἦν τὸ λεγόμενον καὶ προσέκρουε, παραιτούμενος ἠκούσθη διὰ τὴν ὑπόσχεσιν.
Ἐπιδιόρθωσις δέ ἐστιν ὅταν τὸ εἰρημένον ὡς ἐνδεέστερον διορθούμενος ἄλλο ἐπενέγκῃ.
ταύτης τοίνυν τῆς οὕτως αἰσχρᾶς καὶ περιβοήτου συστάσεως καὶ κακίας, μᾶλλον δὲ προδοσίας. καὶ πάλιν πρὸς τὸν Αἰσχίνην, ὀψὲ γάρ ποτε· ὀψὲ λέγω; χθὲς μὲν οὖν καὶ πρώην ἅμα Ἀθηναῖος καὶ ῥήτωρ γέγονε.
Ἀποσιώπησις δέ ἐστιν ὅταν μέλλων λέγειν πρᾶγμα αὐτὸ μὲν ἀποσιωπήσῃ, τὴν δὲ ὑπόνοιαν αὐτοῦ καταλίπῃ,
ἀλλ᾽ ἐγὼ μέν, οὐ βούλομαι δὲ οὐδὲν δυσχερὲς εἰπεῖν ἀρχόμενος τοῦ λόγου· οὗτος δὲ ἐκ περιουσίας μου κατηγορεῖ.καὶ πάλιν πρὸς τὸν Χαρίδημον,
ᾧ μήτηρ μὲν οὐκ ἐρῶ τίς ἢ πόθεν· οὐδὲν γὰρ δεῖ πλείω τῶν ἀναγκαίων αὐτὸν ἐξετάζεσθαι·οὐδὲν γὰρ ἂν εἶπε τοιοῦτον οἷον τῇ ὑπονοίᾳ παρέδωκεν.
Ἠθοποιΐα δέ ἐστιν ὅταν φεύγοντες τὸ προσκρουστικὸν τῶν ἐπιτιμήσεων ὡς ὑφ᾽ ἑτέρων προσώπων γινομένας εἰσάγωμεν, ὁποῖόν ἐστι τὸ παρὰ τῷ Δημοσθένει·
φέρε γάρ, πρὸς Διός, εἰ λόγον ὑμᾶς ἀπαιτήσειαν οἱ Ἕλληνες ὧν νυνὶ παρήκατε καιρῶν διὰ ῥᾳθυμίαν. καὶ πάλιν, εἶτ᾽, ὦ πάντων τῶν ἀνθρώπων φαυλότατοι.πικρῶς γὰρ καθικνεῖται τῶν Ἀθηναίων διὰ τοῦ προσώπου τῶν Ἑλλήνων. κἀκεῖνα δὲ ἠθοποιΐας τὰ ἠθικὰ σχήματα,
τόδε ἔδει εἰπεῖν καὶ τόδε ἔδει ποιῆσαι,ὅπερ πεποίηκεν Αἰσχίνης ἐπὶ τῷ Δημοσθένει εἰπών,
ὃν ἐχρῆν, εἰ καὶ μανεὶς ὁ δῆμος ἢ τῶν καθεστηκότων ἐπιλελησμένος, ἐπὶ τοιαύτης ἀκαιρίας ἐβούλετο στεφανοῦν αὐτόν, παρελθόντα εἰς τὴν ἐκκλησίαν εἰπεῖν· ἄνδρες Ἀθηναῖοι, τὸν μὲν στέφανον δέχομαι, τὸν δὲ καιρὸν ἀποδοκιμάζω, ἐν ᾧ τὸ κήρυγμα γίνεται.τοῦτο γὰρ τὸ νόημα ἐνὸν ἀπὸ τοῦ ἰδίου προσώπου εἰπεῖν, περιέθηκε τῷ ἀντιδίκῳ. καὶ Ὀδυσσεὺς παρ᾽ Ὁμήρῳ βουλόμενος τοῖς Ἀχαιοῖς εἰπεῖν ὅτι οὐ φυλάττουσι τὰς ὑποσχέσεις ἃς ὑπέσχοντο τῷ Ἀγαμέμνονι, πρὸς αὐτὸν ἀποστρέφει τὸν λόγον,
Ἀτρείδη, νῦν δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν· οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥνπερ ὑπέσταν, Ἴλιον ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι.τοῦτο γὰρ ποιήσας προσέκρουσε μὲν οὐδαμῶς τοῖς Ἀχαιοῖς, ἐλεεινὸν δὲ ἀποφαίνει τὸν ὑπ᾽ αὐτῶν ἐγκαταλειφοθέντα, καὶ διὰ τῶν πρὸς τοῦτον λόγων ἐκείνοις ἐπέπληξεν.
Προσώπου δὲ ὑποβολή ἐστιν ὅταν θέλων τι εἰπεῖν πρὸς τὸ ἀνεκτότερον ἄλλῳ προσώπῳ τὸν λόγον περιθῇ, οἷον ἐν τοῖς Φιλιππικοῖς,
ὡς δ᾽ ἐγώ ποτε τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, οὐδένων εἰσὶ βελτίους.πιστοῦται γὰρ ὡς παρ᾽ εἰδότος ἀκούσας τὰ λεγόμενα. μίγνυσι δὲ πολλαχοῦ τήν τε ἠθοποιΐαν καὶ τὴν τοῦ προσώπου ὑποβολήν, ὅταν ἑτέρῳ προσώπῳ περιβάλῃ λόγον. βουλόμενος γὰρ ἐπιτιμῆσαι τοῖς Ἀθηναίοις ὡς εἰς ῥᾳθυμίαν ἐκκλίνασιν, οὐκ ἀφ᾽ ἑαυτοῦ εἶπεν, ἀλλὰ τοῖς Ἕλλησι περιέθηκε τὸν λόγον,
ἐὰν οὖν οἱ Ἕλληνες πέμπωσι πρὸς ὑμᾶς καὶ λέγωσι, πέμπετε, ὦ Ἀθηναῖοι, πρὸς ἡμᾶς ἑκάστοτε πρέσβεις λέέγοντας ὡς ἐπιβουλεύει Φίλιππος ἡμῖν καὶ πᾶσι τοῖς Ἕλλησι,καὶ τὰ ἑξῆς. καὶ πάλιν ἐν τῷ πρὸς Λεπτίνην,
ἂν δὲ δὴ πέμψας ὡς ἡμᾶς Αεύκων ἐρωτᾷ, τί ἔχοντες ἐγκαλέσαι καὶ τί μεμφόμενοι τὴν ἀτέλειαν αὐτὸν ἀφῇρησθε, τί, πρὸς θεῶν, ἐροῦμεν ἡμεῖς;ἐν γὰρ τούτῳ τῷ λόγῳ λίαν ἰσχυρότερον τὸν τρόπον ἐκ τοῦ προσώπου τῶν λεγόντων πεποίηκεν.
Τὸ πυσματικὸν σχῆμα ἔργα μὲν ἔχει τέσσαρα, προσοχήν, σαφήνειαν, ἐνάργειαν, ἔλεγχον. προσοχὴ
μὲν οὖν ἐστίν, οἷονδιὰ τί;καὶ πάλιν,
τίνος οὕνεκα ταῦτα λέγω;ἐπιστρέφει γὰρ τούς ἀκούοντας ἡ τοιαύτη ἐρώτησις. σαφήνεια δὲ οὕτως, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους,
ὁ μὲν τὸν νόμον τιθείς, οὕτως· ὁ δὲ τὸ ψήφισμα γράφων, πῶς;καὶ πάλιν,
ποῦ τοῦτο δηλοῖ; ἔν τε τῷ προτέρῳ νόμῳ καὶ ἐν τούτῳ.καὶ πάλιν,
ἀλλὰ πῶς; ὡς ἐν τῷ ἄξονι εἴρηται, φησί.ᾔδει γὰρ τὴν τῶν νόμων ἐξέτασιν φύσει δυσπαρακολούθητον οὖσαν, σαφήνειαν δὲ τὸ δοῦναι τὸ σχῆμα δυνάμενον. ἐνάργεια δέ ἐστι τὸ τοιοῦτον,
πῶς ἂν ὠμότερος συκοφάντης γένοιτο;καὶ πάλιν,
καὶ τίς ἂν γένοιτο ἀναιδείας ὑπερβολή;ἔλεγχος δέ ἐστι τὸ τοιοῦτον, ὅταν λέγῃ τί πράττειν ἔδει καὶ ποιεῖν τὴν πόλιν· καὶ πάλιν, τῆς ποίας μερίδος γενέσθαι τὴν πόλιν ἐβούλετ᾽ ἄν· καὶ τρίτον εἰς τὸ αὐτό,
τί τὴν πόλιν, Αἰσχίνη, προσῆκε ποιεῖν, ἀρχὴν καὶ τυραννίδα τῶν Ἑλλήνων ὁρῶσαν αὑτῷ κατασκευαζόμενον Φίλιππον;καὶ τέταρτον,
ἤδη γάρ σε ἐρωτῶ, πάντα τὰ ἄλλα ἀφείς.καὶ πάλιν,
πότερον πάντα ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ διέλυε τὴν εἰρήνην, ἢ οὔ; καὶ πότερον φανῆναί τινα τῶν Ἑλλήνων τὸν ταῦτα κωλύσοντα ποιεῖν αὐτὸν ἐχρῆν, ἢ μή;οὐδὲ γὰρ ἀνενεγκεῖν τῷ ἀντιδίκῳ συνεχώρησεν, ἀλλὰ τῷ συνεχεῖ τῆς ἐρωτήσεως τὸ ἄπορον τῆς ἀποκρίσεως ἐξελέγχει.
Ἔμφασις δέ ἐστιν ὅταν μὴ αὐτό τις λέγῃ τὸ πρᾶγμα, ἀλλὰ δι᾽ ἑτέρων ἐμφαίνῃ, οἷον
τί τὸ κωλῦον αὐτὸν ἔσται βαδίζειν ὅποι βούλεται;ἐμφαίνει γὰρ ὅτι κωλύειν αὐτὸν οὐδενὸς βουλομένου τῆς Ἀττικῆς ἐπιβῆναι δυνήσεται. καὶ πάλιν Ἀπολλόδωρος,
ἐγὼ γὰρ ὁμομήτριον ἀδελφὸν ἐμαυτοῦ Πασικλέα νομίζω, ὁμοπάτριον δὲ οὐκ οἶδα.οὔτε γὰρ ἀνειμένην βλασφημίαν ἔχει τὸ εἰρημένον, καὶ ἀκριβῶς τῇ ἐμφάσει πρεσβυτέρα μοιχεία δέδεικται.
Ἀπὸ τοῦ ἀντικειμένου ἐστὶν ὅταν μὴ περὶ τοῦ προκειμένου τι εἴπῃ, ἀλλὰ τὸ ἀντικείμενον ἐφ᾽ ἑτέρου προσώπου, δι᾽ ἐκείνου τοῦτο σημαίνων, καὶ παρέοικε τῇ ἐμφάσει τοῦτο. βουλόμενος γὰρ πάλιν εἰπεῖν ἃ ὁ Μειδίας ἔπραττεν ἀπὸ τοῦ ἀντικειμένου αὐτὰ ἐπὶ τὸν Ἰφικράτην εἶπεν,
οὐκ ἐβάδιζεν ἐπὶ τὰς τῶν χρυσοχόων οἰκίας νύκτωρ, οὐδὲ κατερρήγνυε τὰ παρεσκευασμένα ἱμάτια εἰς τὴν ἑορτήν, οὐδὲ διέφθειρε διδάσκαλον, οὐδὲ χορὸν μανθάνειν ἐκώλυε.ταῦτα γὰρ ἀπὸ τοῦ ἀντικειμένου κατὰ τοῦ Μειδίου λέγει. καὶ πάλιν,
οὐκ ἐπὶ μὲν τοῖς ἑτέρων ἀγαθοῖς φαιδρὸς ἐγὼ καὶ γεγηθὼς κατὰ τὴν ἀγορὰν περιέρχομαι.τοῦτο γάρ που λέγει ὅτι οὗτοι τοιαῦτα πράττουσι.
Παρὰ προσδοκίαν δέ ἐστιν, ὅταν, ἄλλο τοῦ ἀκροατοῦ προσδεχομένου, ἄλλα μετά τινος χάριτος ἐπενέγκῃ, οἷον
τὰ μέντοι Φιλίππου εὐεργετήματα τοιαῦτα ἔσται· οὔτε τὰ ὑμέτερα ὑμῖν αὐτοῖς ἀποδώσει, οὔτε ἐν τῇ οἰκουμένῃ αἱ τιμαὶ ἔσονται.
Αὐτοσχέδιον δ᾽ ἔστιν ὅταν προσποιῆται ἄρτι νενοηκέναι, οἷον
ὃ τοίνυν μεταξὺ λέγων ἐνεθυμήθην.καὶ πάλιν,
τουτὶ γὰρ αὖ μικροῦ με παρῆλθεν.
Ἀντίθετον δέ ἐστι τὸ κατὰ διάνοιαν, οὗ καὶ Αἰσχίνης μέμνηται τὸ
τοῖς ἐπιβεβουλευμένοις* * λέγων. βουλόμενος γὰρ ὁ Δημοσθένης τοῦ Αἰσχίνου τὸ περὶ τὴν Ὀλυνθίαν συμπόσιον μᾶλλον διαβάλλειν, ἐξ ἀντιθέτου εἶπε τὸ τοῦ Σατύρου ὁ περὶ τὰς Ὀλυνθίας αἰχμαλώτους φιλάνθρωπον, διὰ τῆς κατὰ τὸν Σάτυρον ἐπιεικείας εἰς τὴν τοῦ Αἰσχίνου παροινίαν μᾶλλον παροξύνων τούς δικάζοντας.
Διαλεκτικὸν δέ ἐστιν, ὃ μάλιστα ποιεῖ Δημοσθένης, ὅταν μὴ ἁπλῶς διεξίῃ τὸν λόγον, ἀλλὰ πρὸς πεῦσιν καὶ ἀπόκρισιν συλλογίζηται ἃ βούλεται, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος. ἠδύνατο μὲν εἰπεῖν, οὗτος ὑπὲρ ὑμῶν τὰς εἰσπράξεις οὐχ ὑπέστη, ὃς πολλοὺς πολλάκις μεῖζον τὴν πόλιν ἀδικήσαντας οὐκ ἔκρινεν, ὁ δὲ τῷ διαλεκτικῷ συνελογίσατο τρόπῳ·
πότεροι γάρ φησιν * * οἱ τὰ τῆς πόλεως κλέπτοντες ἢ οἱ τὰ ἑαυτῶν εἰσενεγκεῖν μὴ δυνάμενοι; φαίης ἂν ἐκείνους. τί ποτ᾽ οὖν ὄντων ἐτῶν πλειόνων ἢ λʹ ἐν οἷς πολλοὶ παρὰ τούτοις ἐπικέκρινται, οὐδενὸς τῶν πώποτε ἐξητάσθης κατήγορος; ὅτι ἐκείνοις μὲν συνηδίκεις, ἀπὸ δὲ τῶν εἰσπραττομένων ὑφῃροῦ.καὶ ἐν τῷ πρὸς Λεπτίνην,
ὀμωμόκατε γνώμῃ δικάσειν τῇ δικαιοτάτῃ. τὸ τοίνυν τῆς γνώἔῆς εἰς ἅπαντα ἀνενέγκατε τὸν νόμον. ἆρα ὑμῖν δίκαιον εἶναι δοκεῖ τοὺς εὐεργέτας τιμᾶν τὰ δίκαια; τί δέ; ὁπόσα ἂν λάβῃ τις, δίκαιον ἔχειν; δίκαιον. ταῦτα τοίνυν αὐτοί τε ποιεῖτε, ἵνα εὐορκῆτε.ἃ γὰρ ἐνῆν ἁπλῶς εἰπεῖν, ταῦτα πυνθανόμενόν τινα καὶ ἀποκρινόμενον ποιῶν μᾶλλον συνήγαγεν.
Τόπου δὲ ἐμβολὴ ἐξ ὀνόματός ἐστιν, ὅταν ὄνομα ὑποθεὶς ἐξ αὐτοῦ εἰσάγῃ τὸν τόπον, ὃ πλεῖστον παρ᾽ αὐτῷ καὶ κάλλιστον. προθεὶς γὰρ τοῦτο,
οὐδὲ θαυμάζω τοῦτ᾽ ἐγώ, * * εἰ μηδὲν ποιοῦντες ἡμεῖς τοῦ πάντα ποιοῦντος ἃ δεῖ περιῆμεν,ἀπὸ τοῦ ῥήματος τόπον ἐποίησεν,
ἀλλ᾽ ἐκεῖνο θαυμ μάζω, εἰ Λακεδαιμονίοις ποτὲ ὑπὲρ τῶν Ἐλ.ληνικῶν δικαίων ἀντήρατε.καὶ πάλιν προθείς,
τὸν δὲ τειχισμὸν τοῦτον, ὃν σύ μοι διέσυρ ρες, καὶ τὴν ταφρείαν ἀξίαν μὲν χάριτος καὶ ἐπαίνων κρίνω· πῶς γὰρ οὔ;εἶτα ἐκ τοῦ κατὰ τὸν τειχισμὸν ὀνόματος ἐπήνεγκεν,
οὐ λίθοις ἐτείχισα τὴν πόλιν, οὐδὲ πλίνθοις ἐγώ, οὐδ᾽ ἐπὶ τούτοις μέγιστον τῶν ἐμαυτοῦ φρονῶ· ἀλλ᾽ ἐὰν τὸν ἐμὸν τειχισμὸν θέλῃς σκοπεῖν, εὑρήσεις ὅπλα καὶ πόλεις.