Περὶ ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

8 Ὁ γενεθλιακὸς λόγος διαιρεῖται οὕτως. πρῶτον μὲν ἐρεῖς προοίμιον, μετὰ τὸ προοίμιον τὴν ἡμέραν ἐπαινέσεις καθʼ ἣν ἐτέχθη ὁ ἐπαινούμενος, καὶ εἰ μὲν ἐν ἱερομηνίᾳ [*](280) εἴη τεχθείς, ἢ ἐν ἄλλῃ τινὶ πανηγύρει, ἐρεῖς ἐγκώμιον ἀπὸ τῶν τῆς ἡμέρας, ὅτι ἐν ἱερομηνίᾳ ἐτέχθη, ὅτι ἐν πανηγύρει· εἰ δὲ μηδὲν ἔχοις εἰπεῖν τοιοῦτον, ἐπαινέσεις τὴν ἡμέραν ἀπὸ καιροῦ, ὅτι θέρους ὄντος ἐτέχθη, ὅτι ἔαρος ἢ χειμῶνος ἢ μετοπώρου, εἰ οὕτω τύχοι, καὶ ἐρεῖς τοῦ καιροῦ τὰ ἐξαίρετα. μετὰ τὸν τῆς ἡμέρας ἔπαινον ἐπὶ τὸ ἐγκώμιον ἥξεις αὐτοῦ τοῦ γένους, εἶτα τῆς γενέσεως, εἶτα τῆς ἀνατροφῆς, εἶτα τῶν ἐπιτηδευμάτων, εἶτα τῶν πράξεων. ἐρεῖς δὲ καθʼ ἕκαστον τῶν κεφαλαίων, ὡς ἤδη φθάσαντες πολλάκις εἰρήκαμεν, σύγκρισιν, εἶτα μετὰ τὸ καθʼ ἕκαστον τῶν κεφαλαίων ἰδέαν σύγκρισιν ἐργάσασθαι ἐρεῖς τελευταῖον σύγκρισιν πρὸς ὅλην τὴν ὑπόθεσιν. μετὰ ταῦτα πάλιν ἐπαίνει τὴν ἡμέραν οὕτως· ὥ πανευδαίμονος ἡμέρας ἐκείνης καθʼ ἢν ἐτίκτετο, ὦ μητρὸς ὠδῖνες εὐτυχῶς ἐπὶ τοῦτο λυθεῖσαι. πρότερον ταῦτα καὶ τὰ τοιαῦτα ἐρεῖς. ἐὰν δὲ κομιδῇ τινος νέου γενεθλιακὸν μέλλῃς λέγειν, ἐρεῖς ὅτι τοῦτο αὐτὸ τοῦ νέου τὸ μέγιστον, ὅτι τούς λόγους ἐφʼ ἑαυτὸν ἤδη κεκίνηκεν, εἶτα μετὰ τὰ προοίμια τὴν ἡμέραν ἐγκωμιάσεις, καθʼ ἣν ἐτέχθη, τῇ μεταχειρίσει τῇ προειρημένῃ χρώμενος. [*](281) μετὰ ταῦτα ἐρεῖς γένος, εἶτα τὴν γένεσιν, εἶτα τὴν φύσιν· ἐπεὶ δὲ οὐδὲν ἔχεις ἕτερον παρὰ ταῦτα εἰπεῖν τοῦ νέου (νέος γὰρ ὢν οὐδέπω πράξεις ἐπεδείξατο), ἐρεῖς ἐκ μεθόδσυ ἐγκωμιάζων οὕτω· τοῦτο δὲ τεκμαιρόμενος

413
περὶ τῶν μελλόντων μαντεύομαι, ὅτι παιδείας εἰς ἄκρον ἥξει καὶ ἀρετῆς, ὅτι φιλοτιμήσεται πόλεσιν, ἀγῶνας διαθήσει, κοσμήσει πανηγύρεις, καὶ τὰ τοιαῦτα.